Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πλούτου [60]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πλούτου


000-00-00 Serial Number=0127388179
Commentaria in Isaiam Ante [Go Back]  
 [00351]  Καὶ ἵπποις θαρρεῖν καὶ τῇ τοῦ πλούτου δυνάμει ὁ θεῖος ἀπηγόρευσε νόμος·
 [00421]  Οὔτε γὰρ πολιὰ ἦν ἐκείνοις αἰδέσιμος, οὔτε γένους ἢ πλούτου περιφάνεια ἐδόκει τινὸς εἶναι ἀξία τιμῆς, ἀλλὰ καὶ οἱ εὐτελεῖς ἐπανίσταντο τοῖς δυνατοῖς, καὶ οἱ νέοι τοὺς πρεσβυτέρους ἐγέλων.
 [00477]  Ταῦτα δὲ αὐτοὺς οἱ δυσσεβεῖς ἐδίδαξαν ἄρχοντες, ἀρχιερεῖς καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐ κατὰ ἀλήθειαν τῆς νομικῆς ἀντεχόμενοι πολιτείας, ἀλλὰ πρόφασιν ταύτην ἀδίκου πλούτου ποιούμενοι.
 [00602]  κόρον γὰρ οὐκ ἀνέχονται τοῦ πλούτου λαβεῖν.
 [03650]  [18Καὶ] κατοικήσει ὁ λαός μου ἐν πόλει εἰρήνης καὶ ἐν πόλεσιν ἀμεριμνίας καὶ ἐν οἴκοις πεποιθήσεως, καὶ ἀναπαύ σονται μετὰ πλούτου.
000-00-00 Serial Number=0420245767
De incarnatione domini Ante [Go Back]  
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0462022126
De providentia orationes decem Ante [Go Back]  
 [00359]  «Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως τοῦ Θεοῦ!» ἀληθῶς·
 [00644]  Ἵνα γὰρ μὴ μεγαλοφρονῇς ἐπὶ τῇ τῶν παντοδαπῶν τεχνῶν σοφίᾳ, μηδὲ νεανιεύῃ τῷ πλήθει τοῦ πλούτου, διὰ σκωλήκων ὁ κηδεμών σε παιδεύει, ὡς οὐ τῆς σῆς ἐστι ταῦτα δυνάμεως, ἀλλὰ τῆς θείας φιλανθρωπίας τὰ δῶρα.
 [00886]  Τί δήποτε, φασὶ, πλουτοῦσι μὲν τῶν ἀνθρώπων οἱ πονηρότατοι, καὶ μυρίοις πάντοθεν ἀγαθοῖς πε [83.645] ριῤῥέονται, καὶ ἐξ οὐρίων τὸν βίον ὁδεύουσι, καὶ λαμβάνουσιν ἀδικίας ἐφόδιον τοῦ πλούτου τὰ ῥεύ ματα;
 [00892]  Εἰ γὰρ διὰ τού του οἱ πονηρίᾳ συζῶντες τὰς ὀφρῦς ἀνασπῶσι, καὶ τὰς γνάθους φυσῶσι, καὶ ἐφ' ἵππων καὶ ὀχημάτων φερόμενοι, σοβοῦσι τὴν ἀγορὰν, τοσοῦτον τοὺς ἄλλους ὑπερφρονοῦντες, ὅσον αὐτοὺς ὑπερορᾶσθαι προσήκει, ἀδικοῦσι, πλεονεκτοῦσι, τὰ ἀλλότρια σφετερίζονται, τῶν οὐ προσηκόντων ἐφίενται, τὰ τοῦ πέλας ἀφαι ροῦνται, τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐντρυφῶσι, τὰς τῶν πενήτων ἐμπορεύονται συμφορὰς, καὶ ταῦτα δρῶσι, τῇ δυνάμει τοῦ πλούτου χρώμενοι συνεργῷ, πῶς ὁ πλοῦτος ὅρος εὐδαιμονίας, καὶ εὐκληρίας ὑπόθεσις;
 [00922]  Ὅτι δὲ ῥᾷον διὰ πενίας μᾶλλον, ἢ πλούτου, τὴν ἀρετὴν κατ ορθῶσαι, μαρτυροῦσι μὲν τῆς ἀσεβείας οἱ τρό φιμοι, μαρτυροῦσι δὲ καὶ οἱ παρ' Ἕλλησι σοφίας ἐρασθέντες, καὶ τῷ τῆς φύσεως νόμῳ μόνῳ διδασκάλῳ χρησάμενοι.
 [00927]  Εἰ τοίνυν καὶ Σωκράτης, καὶ ∆ιογένης, καὶ Ἀνάξαρχος καὶ οἱ τούτοις παραπλήσιοι, τῆς ἠθικῆς ἀρετῆς τὴν κτῆσιν ποθήσαντες, τοῦ πλούτου τὴν κτῆσιν ἀπώσαντο, καὶ πενίαν τῆς ἀγαθῆς κτήσεως ἔλαβον συνεργὸν, καὶ ταῦτα τυφλώττοντες περὶ τὴν τῶν δογμάτων ἀλή θειαν, καὶ βασιλείαν οὐρανῶν οὐ προσμένοντες, καὶ τὸ ὃν ἀγαθὸν ἀκριβῶς οὐκ εἰδότες, τί τῆς πενίας, ὦ φιλότης, κατηγορεῖς, δι' ἣν εὔπορος τῆς ἀρετῆς ὁ δρόμος, καὶ ἡ τραχεῖα καὶ προσάντης ὁδὸς εὐπετὴς καὶ ῥᾳδία τοῖς ἀνύουσι γίνεται;
 [00928]  [83.652] Καὶ ταῦτά φαμεν, οὐ τοῦ πλούτου κατηγοροῦντες, οὔτε κακῷ τὸ κακὸν ἰώμενοι·
 [00931]  Ἀλλὰ διὰ μὲν πλούτου μόλις ἂν ὀλίγα τις ἀρετῆς εἰς κάλλος διαγλύψειε μόρια, διὰ δὲ πενίας καὶ πολλοῖς καὶ πάντα δημιουργεῖν ἐστι δυνατόν.
 [00940]  εἰ δὲ τὴν τάξιν ἀμείψαντες, δοῦλοι τοῦ πλούτου φανεῖεν, πᾶν τὸ κελευόμενον δρῶντες, καὶ πᾶσαν πονηρὰν διακονίαν μετιόντες, τὴν πονηρίας γραφὴν κατ' αὐτῶν εἰσενέγκωμεν, ὅτι δεσπόται χειροτονη θέντες, τὴν ἡγεμονίαν διέφθειραν, καὶ τὴν δουλείαν τῆς δεσποτείας ἠλλάξαντο.
 [00942]  Τίνος χάριν οὐ πᾶσιν ἀνθρώποις τοῦ πλούτου τὴν κτῆσιν ὁ Ποιητὴς ἐδωρήσατο, ἀλλὰ τοῖς μὲν πλοῦτον συνέζευξε, τοῖς δὲ πενίαν συνεκλήρωσε, καὶ πολλῆς ἀνωμαλίας πλήρη τὸν βίον πεποίηκεν;
 [00961]  Σὺ δὲ λίαν ἀγανακτεῖς, ὅτι μὴ πάντες οἱ ἄνθρωποι τοῖς τοῦ πλούτου ῥεύμασι περικλύζονται, καὶ οἰκίας οἰκοῦσι λαμπρὰς, καὶ χιτώνων καὶ ἐφεστρίδων περιφανείᾳ κοσμοῦσι τὸ σῶμα, καὶ ἐφ' ἵππων καὶ ἡμιόνων ὀχού μενοι, πολλοὺς ἔχουσι τοὺς ἡγουμένους, καὶ ἑπομέ νους, καὶ θεραπόντων ἐσμὸν ταῖς θεραπείαις διακο νοῦντα, καὶ κλίνας χρυσοπάστους, καὶ στρωμνὴν μαλακὴν καὶ διαῤῥέουσαν, καὶ ὀψοποιῶν μαγγανείας, καὶ ἡδονῶν ἐπινοίας, καὶ χλιδὴν πανταχόθεν προσ φερομένην, καὶ τὰς ἡδονὰς ἐξάπτουσαν.
 [01004]  Οὐκοῦν ὁμοίως μὲν κύουσιν, οὐχ ὁμοίως δὲ τίκτουσιν, ἀλλ' ἔνθα μὲν ἡ τοῦ πλούτου παραμυθία, πλείων ἡ δυσκολία, ἔνθα δὲ τῶν ἀναγκαίων ἡ ἔνδεια, ἡ φύσις ἐπικουρεῖ τῇ εὐκολίᾳ ψυχαγωγοῦσα·
 [01042]  Εἰ δέ τις ἀκριβῶς καταμάθοι, καὶ αὐτὰς τοῦ πλούτου τὰς ὕλας ἡ πενία συλλέγει·
 [01058]  Ταῦτα ἂν εἶπον οἱ τῇ κακίᾳ συζῶντες, εἰ μόνοι οἱ τῆς ἀρετῆς τρόφιμοι τοῦ πλούτου τὸ δῶρον ἐδέξαντο.
 [01065]  Καὶ ὁ μὲν, ἐπιθυμεῖ τῆς τοῦ πένητος ὑγείας, ὁ δὲ, ἐλεεῖ τοῦ πλούτου τὴν ἀῤῥωστίαν.
 [01103]  Ὅτι μὲν οὖν λίαν ἀνοήτως καταιτιῶνται τὴν δοκοῦσαν ἀνωμαλίαν τοῦ βίου, καὶ παραπαίοντες τὸ δέον οὐ συνορῶσιν, ἱκανῶς ὁ πρὸ τούτου λόγος ἐδίδαξε, καὶ τῆς πενίας ὑποδείξας τὸ χρήσιμον, καὶ τοῦ πλούτου διελέγξας τὴν ἔνδειαν.
 [01130]  Περὶ μὲν οὖν πλούτου καὶ πενίας, καὶ τῆς ἐν τούτοις δοκούσης ἀνωμαλίας, ἀποχρώντως ἐν τῷ πρὸ τοῦδε λόγῳ διεξήλθομεν, καὶ ταύτης καὶ τούτου δεικνύντες τὸ χρήσιμον.
 [01162]  καὶ ὁ ἀδικούμενος ἀδεῶς πρόσεισι τοῖς δικάζουσι, καὶ τὴν τῆς ἀδικίας εἰσάγει γραφὴν, καὶ τὴν τοῦ ἠδικηκότος οὐ δέδοικε δυνα στείαν, οὐδὲ φρίττει τοῦ πλούτου τὴν περιφάνειαν·
 [01322]  καὶ τὰς μὲν καμήλους καθίζει, φάρμακον τῶν πόνων τὴν ἀνά παυλαν προσφέρων, αὐτὸς δὲ μακρὰ χαίρειν εἰπὼν οἷς ἐκόμιζε δώροις, καὶ πάσῃ τῇ τοῦ πλούτου περι φανείᾳ, εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνας, τὸν Θεὸν ἱκετεύει, προμνήστορα τοῦ τροφίμου γενέσθαι, καὶ κατεγγυῆσαι κόρην αὐτῷ τοῖς δεσποτικοῖς συμβαί νουσαν ἤθεσιν.
 [01338]  Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκε τεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμ μὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα.
 [01606]  Ἀπεδείξαμεν δὲ, σὺν Θεῷ φάναι, καὶ τῶν ζώων ἡμέρων τε καὶ ἀγρίων τὴν χρείαν, καὶ πλούτου καὶ πενίας τὸ χρήσιμον, δουλείας καὶ δεσποτείας τὸ ἀναγκαῖον·
 [01624]  μᾶλλον δὲ τούτους μὲν ἀξιοῦτε συγγνώμης, τὸν δὲ τῶν ὅλων Πρύτανιν βλασφημεῖτε, ὡς πονηροῖς ἀνθρώποις τοῦ πλούτου δεδωκότα τὴν ἐξουσίαν.
 [01636]  Λιμένα δὲ ἔχουσιν οἱ τῆς ἀρετῆς εἰς ἄκρον ἐληλακότες, οὐ ζωὴν, οὐκ ἀνάστασιν, οὐκ ἄλλο τι τῶν ἀγαστῶν, ἀλλ' αὐτὸν τὸν ποθούμενον, δι' ὃν τρυφὴν ἡγοῦνται τὴν κακουχίαν, καὶ ὕπνον ἥδιστον τὴν ἐπίπονον ἐργασίαν, καὶ τὴν ἐν ἐρήμοις διατριβὴν τῆς ἐν πόλεσι θυμηρεστέραν, καὶ τὴν ἐν πενίᾳ ζωὴν, τῆς μετὰ πλούτου λαμπροτέραν, καὶ τὴν πικρὰν δουλείαν, πάσης τυραννίδος ἡδίω.
 [01851]  «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Οὐ τοίνυν ἀνοήτως τῶν ἀνεφίκτων κατατολμῶμεν, ἀλλ' εἰς δύναμιν τὰ θεῖα θαυμάζομεν, καὶ ὅσον χω ροῦμεν, ὑμνοῦμεν.
000-00-00 Serial Number=0013145685
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00351]  Ἀλλ', ὦ θαυμάσιε, γενοῦ σαυτῷ καὶ σύμβουλος καὶ διδάσκαλος, καὶ ἣν ἐκ παιδὸς μετῆλθες φιλο σοφίαν ἐν τοῖς ἀγῶσιν ἐπίδειξαι, καὶ μαθέτωσαν ἅπαντες, ὡς ἔργῳ μᾶλλον ἢ λόγῳ φιλοσοφεῖς, οὐδὲν μὲν ἡγούμενος τὰ ἀνθρώπινα, πλούτου δὲ ῥεύματα καὶ πενίαν ἐσχάτην ἴσα τιθέ μενος.
 [00354]  χρυσὸν δὲ καὶ τἆλλα ἀγαθὰ τοῦ πλούτου παρόντα μὲν δεόντως οἰκο νομεῖν, ἀπόντα δὲ μὴ ποθεῖν.
000-00-00 Serial Number=0017917097
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02120]  Μόνον δὲ ἡμεῖς τῶν εὐαγγελικῶν δογμάτων ἐχώμεθα, καὶ μετ' ἐκείνων ἂν δέῃ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπομένωμεν, καὶ τὴν ἀξιόκτητον πενίαν τοῦ πολυφρόντιδος προτιμήσωμεν πλούτου.
000-00-00 Serial Number=0966676593
Graecarum affectionum curatio Ante [Go Back]  
 [01745]  καὶ οἱ μὲν τῶν γινομένων ἕκαστον ὑπεράγανται καὶ τὸν τῶν ὅλων ὁρῶσι κυβερνήτην ἄριστά γε ἰθύνοντα καὶ τὴν ἐπὶ τοῖς οἴαξι φαινομένην εὐφημοῦσι σοφίαν, οἱ δὲ τοῖς γινομένοις ἅπασι νε μεσῶσι, καὶ τῶν δρωμένων αὐτοῖς οὐδὲν τὸ παράπαν ἀρέσκει, ἀλλὰ καὶ πλούτου κατηγοροῦσι καὶ κωμῳδοῦσι πενίαν καὶ μέμφον ται νόσῳ καὶ τοὺς ὑγιαίνοντας δυσχεραίνουσι, καὶ ξυλλήβδην εἰπεῖν οὐδὲν αὐτοὺς ἥδει τῶν γινομένων, οὐκ εὐκληρία, οὐ δυσκληρία, ἀλλὰ καὶ τὴν εὐετηρίαν καὶ τὴν τῆς γῆς δυσκολαί νουσιν ἀκαρπίαν, καὶ ὁμοίως αὐτοὺς ἀνιᾷ καὶ πολυπαιδία καὶ ἀπαιδία καὶ εἰρήνη καὶ πόλεμος.
 [02521]  Ἆρά τινες ἐπίσημοι καὶ περιφανεῖς ἢ γένους αὐχοῦντες λαμπρότητα ἢ τοῖς τοῦ πλούτου περιρρεόμενοι ῥεύμασιν ἢ ἐκ [8.66] δυναστείας τινὸς γενόμενοι γνώριμοι;
000-00-00 Serial Number=0418676913
Historia ecclesiastica Ante [Go Back]  
 [03723]  ὁ δὲ βασιλεύς, τὴν τῶν εἰρημένων δέον θαυμάσαι σοφίαν, [345] ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναιότατον ἀγωνιστήν, γυμνὸν δὲ ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους ἐκέλευσε, διαζώματι χρώμενον μόνῳ.
000-00-00 Serial Number=0605339527
Historia religiosa Ante [Go Back]  
 [00554]  [3.18] Τούτῳ πολλοὶ μὲν πανταχοῦ σηκοὺς εὐκτηρίους ἐδείμαντο, ἐν Κύρρῳ μὲν ὁ ἀδελφιδοῦς Ἀλύπιος, Ζηνοβιανὴ δέ τις ἐν Χαλκίδι καὶ γένει λάμπουσα καὶ ἀρετῇ διαπρέπουσα καὶ πλούτου περιουσίᾳ κομῶσα.
 [00615]  Τὸ δὲ πολλοὺς εἰς κοινωνίαν τοῦ πλούτου λαβεῖν τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον.
 [00988]  ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον τοῦ τῆς προσευχῆς μοι μετέδωκε πλούτου.
 [02594]  ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς·
000-00-00 Serial Number=0104860961
Interpretatio in Danielem Ante [Go Back]  
 [01362]  Ἢ τοῦ πλούτου τῆς χρηστό τητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας κατα φρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετά νοιάν σε ἄγει;
 [01667]  φοβερὸν, τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ μακροθυμίας κατα φρονεῖν, ἀλλὰ μὴ προσκυνεῖν καὶ θεραπεύειν εἰς δύναμιν.
 [03096]  Καὶ μετὰ τὸ κρατῆ σαι αὐτὸν τοῦ πλούτου, ἐπαναστήσεται πάσαις ταῖς βασιλείαις τῶν Ἑλλήνων.
 [03339]  Ἀλλ' ὅμως τότε, φησὶν, μετὰ πολλοῦ πλούτου, καὶ πολλῆς περιουσίας, εἰς τὴν οἰκείαν ἐπαναστρέψει βασιλείαν.
000-00-00 Serial Number=0365268826
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00786]  Λέγει δὲ καὶ τὸν ἐκ τῆς ἀδικίας ἐγγιγνόμενον πλοῦ τον, καὶ τὴν ἐκ τοῦ πλούτου προσγιγνομένην ἀλαζο νείαν, καὶ τὸν παράνομον βίον, καὶ τὴν κατὰ τῶν ὀρφανῶν καὶ χηρῶν ἀδικίαν.
 [04631]  Σύγκρισιν εὐσεβείας ποιεῖται καὶ πλούτου καὶ δυναστείας, καὶ παρακελεύεται τῶν ἀνομωτάτων ἀναμνησθῆναι βασιλέων, οἳ κόρον οὐκ ἔσχον τοῦ πλούτου.
000-00-00 Serial Number=0494628727
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00107]  ἀθλητικὴ μὲν οὖν εἰς τοὺς ἐκ κοτίνου στεφάνους, στρατηγική τε εἰς νίκας καὶ τρόπαια, καὶ μέντοι καὶ ἰατρικὴ εἰς ὑγίειαν καὶ νόσων ἀπαλλαγὴν, καὶ ἐμπορικὴ εἰς συλ λογὴν χρημάτων καὶ πλούτου περιουσίαν·
 [04244]  Ἄμεινον, φησὶ, μετὰ δικαιοσύ νης αὐτάρκεια, παρανόμου πλούτου καὶ περιουσίας ἀδίκου.
000-00-00 Serial Number=0812298536
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00244]  Καὶ διδάσκει τοῦ πλούτου τὸ μάταιον, καὶ τῆς τοῦ κόσμου σοφίας τὸ ἀκερδές.
 [00320]  Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι.
 [04063]  Πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὑτῶν.
000-00-00 Serial Number=0429540575
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04182]  Τοῦτο καὶ ὁ προφη τικὸς ἔφη λόγος, ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις.
 [04185]  πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη.
 [04188]  Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ Προ φήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφη σεν ἀξιέραστα εἶναι αὐτῷ τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη.
 [04533]  Εἰ γὰρ καὶ τῆς βα σιλείας ἀπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παι δείας τὸν σὸν νόμον ἀνεκτησάμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω.
 [06396]  Καὶ διδάσκει ὡς διαμαρτάνουσι τοῦ σκοποῦ οἱ πλούτου χάριν καὶ δυναστείας τῇ ψευδο λογίᾳ χρώμενοι, καὶ οὐ τυγχάνουσιν ὧν ἐφίενται.
000-00-00 Serial Number=0804560065
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00698]  καὶ εἰ ὁ αὐτὸς παλ μὸς ὁ προμηνύων πλοῦτον τῷ βιωτικῷ ἀνθρώπῳ προσγίνεται καὶ τῷ ἀσκητῇ, πῶς οὐ διέψευσται ἡ διὰ παλμοῦ προμήνυσις τοῦ πλούτου, τῆς προαιρέσεως τοῦ ἀσκητοῦ οὐ μόνον τὴν ἐπίκτησιν τῶν οὐ παρόντων οὐχ αἱρουμένης, ἀλλ' οὐδὲ τὴν κτῆσιν τῶν παρόντων;
000-00-00 Serial Number=0186764777
Quaestiones in Octateuchum Ante [Go Back]  
 [05348]  λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ, ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρησ τὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει;
000-00-00 Serial Number=0955861092
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03214]  ὁ δὲ προφήτης τὴν πολυπόθητον πενίαν παν τὸς προτετίμηκε πλούτου, καὶ τὴν εὐαγγελικὴν νο μοθεσίαν πρὸ τῆς νομοθεσίας πεπλήρωκε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»