Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πηδάλια [18]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πηδάλια


000-00-00 Serial Number=0781475842
De providentia orationes decem Ante [Go Back]  
 [00099]  Κυβερνᾷ γὰρ τὴν κτίσιν ὁ Ποιητὴς, καὶ οὐ κατέλιπεν ἀκυβέρνητον ὃ πεποίηκε σκάφος, ἀλλ' αὐτὸς ὢν καὶ ναυπηγὸς, καὶ τῆς ὕλης φυτουργὸς, καὶ κατὰ ταὐτὸν τήν τε ὕλην δημιουργήσας, καὶ τὸ σκάφος ὑφάνας, κατέχων δια τελεῖ τὰ πηδάλια.
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
 [00607]  Ἐπειδὴ δὲ ἔδει καὶ ἡνίας ἔχειν τὸ σκάφος, τὰ πηδάλια ταύτας μιμεῖται, καὶ τῶν οἰάκων ἐπειλημμένος ὁ κυβερνήτης, οἷά τις ἡνίοχος, καθάπερ ἴτυν ἅρματος τὴν πρύμναν ἔχων, μεταφέρει ῥᾳδίως τῇδε κἀκεῖσε τὸ σκάφος·
 [01842]  Ὑμνήσατε τὰ τῆς Προνοίας πηδάλια, ἵν' ὑπὸ τούτων κυβερνώμενοι, τοῦ παρόντος βίου τὰ κύματα διαφύγητε, καὶ τῶν λιμένων ἐκείνων τῶν ἀπηνέμων ἀπολαύσητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας.
000-00-00 Serial Number=0948827505
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00149]  Οὗ δὴ χάριν τὸν τῶν ὅλων Θεὸν ἱκετεύομεν ἐπὶ πλεῖστον ὑμῶν τὴν ἁγιωσύνην ταῦτα κινεῖν τὰ πηδάλια, ἵν' ἐξ οὐρίων τὸ σκάφος τῆς Ἐκκλησίας ὁδεύῃ.
 [00246]  ῥᾳδίαν γὰρ τοῖς ἐμπόροις καὶ ταχεῖαν τῶν ἀναγκαίων ποιεῖσ θαι τὴν κομιδὴν παρέχουσα, τὴν ἀντίπεραν ἤπειρον τρέχειν ἐνταῦθα παρασκευάζει, καὶ ταύτην πρὸς ἐκείνην ὁρμᾶν, καὶ τὴν ὀθόνην ἐκτείνειν, καὶ κινεῖν τὰ πηδάλια.
000-00-00 Serial Number=0028742731
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00530]  Τούτων διὰ τῆς σῆς λαμπρότητος ἀπολαύσαντες Εὐφρατήσιοι, καὶ τὴν πεῖραν διδάσκαλον ἔχοντες τῶν τῆς προτέρας ἀρχῆς ἀγαθῶν, ἐχόρευσαν ἐπὶ τοῦ παρόντος τὴν σὴν μεμαθηκότες μεγαλοπρέπειαν ἐγχειρισθῆναι τῆς ἀρχῆς τὰ πηδάλια.
000-00-00 Serial Number=0980586410
Eranistes Ante [Go Back]  
 [00704]  Ἀκούσατε τοίνυν Φλαβιανοῦ, ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐπὶ πλεῖστον σοφῶς ἐκίνησε τὰ πηδάλια, καὶ τοῦ ἀρειανικοῦ κλύδωνος κρείττους ἀπέφηνεν ἃς ἐκυβέρνησεν ἐκκλη σίας, τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος.
000-00-00 Serial Number=0737787306
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00994]  [83.416] ξανδρος (οὗτος γὰρ τῆς Ἐκκλησίας ἐκείνης κατεῖχε τὰ πηδάλια), πρῶτον μὲν ἐπειράθη πεῖσαι τὸν βασι λέα, τοῖς πεπλασμένοις Ἀρείου λόγοις μηδαμῶς ὑπαχθῆναι.
 [01097]  Παύλου γὰρ τοῦ πανευφήμου, τοῦ τὴν βασιλίδα πόλιν ποιμάναντος, παρὰ τῶν τὴν Ἀρείου νόσον εἰσδεξαμένων ἐξελασθέντος, Μακεδόνιος ἀντ' ἐκείνου τὰ τῆς Ἐκκλησίας ἐκείνης ἐνεχειρίσθη πηδάλια.
000-00-00 Serial Number=0065488815
Historia ecclesiastica Ante [Go Back]  
 [00098]  ταύτης μετὰ Πέτρον ἐκεῖνον τὸν νικη φόρον ἀγωνιστήν, ὃς ἐπὶ τῶν δυσσεβῶν τυράννων τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, Ἀχιλλᾶς μὲν ὀλίγον χρόνον τὰ τῆς ἐκκλη σίας κατέσχε πηδάλια, μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ γενναῖος τῶν εὐαγγελικῶν δογμάτων γενόμενος πρόμαχος.
 [01574]  κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος, Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν.
 [01885]  ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πάντα πόρον κινήσας καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενεγκὼν σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς ἐκκλησίας συνήρμοσε σώματι.
000-00-00 Serial Number=0971971691
Historia religiosa Ante [Go Back]  
 [00048]  ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν.
 [00385]  Καί τις, ἀνὴρ μεγίστην ἀρχὴν ἐγκεχειρισμένος καὶ τῆς ἕω τὰ πηδάλια κατέχειν πεπιστευμένος, πέμψας ἱκέτευσεν αὐτὸν ἀφικέσθαι, καὶ τῆς ἐπικειμένης ἀρρωστίας ἐλευθερῶσαι.
 [01032]  τὴν γὰρ ὁμόζυγα ἔλεγε τοῦ τηνικάδε τῆς ἕω κατέχοντος τὰ πηδάλια Περγάμιος δὲ ἦν οὗτος τῷ παθήματι τῷδε περιπεσοῦσαν ἰάσασθαι αὐτὸν εὐχῇ καὶ σφραγῖδι χρησάμενον.
000-00-00 Serial Number=0521260858
Interpretatio in Danielem Ante [Go Back]  
 [01953]  ἐπειδὴ γὰρ, ἡνίκα τὰ τῆς βασιλείας κατεῖχον πηδάλια, τύφον ἐνόσουν καὶ ἀλαζονείας ἀμετρίαν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»