Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum περίβλεπτον [29]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum περίβλεπτον


000-00-00 Serial Number=0931101739
Commentaria in Isaiam Ante [Go Back]  
 [01334]  Βουνοὺς δὲ ὀνομάζει τοὺς ἄρχοντας διὰ τὸ ὑψηλὸν καὶ περίβλεπτον.
 [02422]  Οὗ δὴ χάριν καὶ περίβλεπτον αὐτῷ κατεσκεύασε μνῆμα, ἀοίδιμος ἐντεῦθεν ἔσεσθαι προ σδοκῶν .
 [03770]  Τί δὲ οὕτω περιφανὲς ἐγένετο καὶ περίβλεπτον;
 [07074]  Κατέ λυσε μὲν γὰρ τὴν Βαβυλωνίων δυναστείαν καὶ οἷόν τινι σκότῳ τῇ πολιορκίᾳ καὶ τῇ δουλείᾳ παρέδωκεν, ἐν δὲ τοῖς κατὰ τὴν Ἱερουσαλὴμ τὴν οἰκείαν δύναμιν ἔδειξεν ἀνεγείρας αὐτὴν καὶ περίβλεπτον ἀποφήνας.
 [07076]  αἰσχύνῃ μὲν γὰρ καὶ σκότῳ παρέδωκε τοὺς διώκοντας, αὐτὴν δὲ περίβλεπτον ἀπειργάσατο.
000-00-00 Serial Number=0539134383
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00454]  Τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ πα τρὶς μὲν ἡ πολυθρύλητος Καρχηδών, γένος δὲ τὸ ἐν ἐκείνῃ γεγενημένον περίβλεπτον.
 [00576]  καὶ διὰ τὴν δυσμένειαν ἣν πρὸς τὸν περίβλεπτον ἔσχηκε Φίλιππον, κατὰ τῶν ἀθλίων ἐχώρησε συντελῶν.
 [00612]  Τῆς γὰρ ἐποψίας κατ' ἐκεῖνον τὸν καιρὸν γενομένης, καθ' ὃν τῆς ὑμετέρας τὸ πρῶτον ἐπι δημίας ἀπελαύσαμεν, καὶ μόλις κρατυνθείσης ἐπὶ τοῦ μεγα λοπρεπεστάτου ὑπάρχου τοῦ κυρίου Φλωρεντίου βεβαιωθείσης δὲ καὶ νῦν ὑπὸ τοῦ τὰς αὐτὰς κατέχοντος ἡνίας, ἀνήρ τις, ἐπισκόπου μὲν ὄνομα περιφέρων, ἀλλότρια δὲ καὶ τῶν ἐπὶ τῆς σκηνῆς ἐπιτηδεύων, φυγὼν τὸ τῶν ἀρχιερέων συνέδριον, καὶ ταῦτα τῶν τῆς ἀκοινωνησίας ἐπικειμένων αὐτῷ δεσμῶν, συκο φαντεῖν πειρᾶται καὶ διαβάλλειν τὴν γενομένην ἐποψίαν, τῇ περὶ τὸν περίβλεπτον Φίλιππον ἀπεχθείᾳ τὴν ἀλήθειαν βάλ λων.
 [00636]  Πέρυσι μὲν ἡ ἁγιότης ὑμῶν τοῦ χαλεποῦ κλύδωνος ἠλευ θέρωσε τὸν περίβλεπτον Φίλιππον τὸν τῆς ἡμετέρας πρω τεύοντα πόλεως, καὶ γαλήνης διὰ τὴν τῆς σῆς ὁσιότητος ἀπολαύσας κηδεμονίαν, τῶν ὑμετέρων εὐφημιῶν τὰς ἡμετέρας ἐνέπλησεν ἀκοάς.
 [00643]  Ὁ δὲ φιλαλήθης ἀνήρ, διὰ τὴν πρὸς ἕνα δυσμένειαν, τὸν περίβλεπτον λέγω Φίλιππον, τὸν κατὰ τῶν πενήτων ἀνεδέξατο πόλεμον.
000-00-00 Serial Number=0265268385
Eranistes Ante [Go Back]  
 [00003]  Τοιοῦτος ἦν ἐκεῖνος Ἀλέξανδρος ὁ χαλκεύς, ὃς οὐδὲν ἔχων περίβλεπτον, οὐ λαμπρότητα γένους, οὐ δεινότητα λόγων, οὐ δημαγωγίαν, οὐ στρατηγίαν, οὐ τὰς ἐν πολέμοις ἀνδραγαθίας, μόνον δὲ βάναυσον τέχνην μεταχειρίζων, ἐκ μόνης τῆς κατὰ τοῦ θειοτάτου Παύλου μανίας ἐγένετο γνώριμος.
000-00-00 Serial Number=0873670578
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01112]  μετάφρενα δὲ ἐν χλωρότητι χρυσίου, τῶν κεκρυμμένων μυστηρίων τὸ περίβλεπτον·
000-00-00 Serial Number=0375551403
Graecarum affectionum curatio Ante [Go Back]  
 [02292]  Οὐ μόνον δὲ τῆς Ἑλληνικῆς ταῦτα κομψείας γεγύμνωται, ἀλλὰ καὶ τῶν πραγμάτων, ὧν πέρι διδάσκει, τὴν φύσιν οὐ σεμνήν τινα ἔχει καὶ περιφανῆ καὶ περίβλεπτον.
 [02799]  Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτην οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς·
000-00-00 Serial Number=0826146722
Interpretatio in Danielem Ante [Go Back]  
 [00672]  Τοιοῦτος ἦν οὗτος ὁ ἀλαζὼν βασιλεὺς, ὃς τοῦ Θεοῦ τῶν ὅλων ἀμέτρῳ φιλανθρωπίᾳ χρησαμένου, καὶ μετὰ τὰς μυρίας παρανομίας τε καὶ δυσσεβείας θεραπείαν αὐτῷ προσενηνοχότος, καὶ ὑποδείξαντος τῆς τε παρ ούσης εὐημερίας τὸ ἐπίκηρόν τε καὶ μάταιον, καὶ τῆς ἀρετῆς τὸ ὑψηλὸν καὶ περίβλεπτον, ἣ καὶ τοὺς δορυαλώτους, καὶ τὸν τῆς δουλείας ζυγὸν φέρειν ἠναγκασμένους, ἀποφαίνει λαμπροὺς, εὐθὺς μὲν ἐθαύμασε τὴν τοῦ προφήτου σοφίαν, καὶ τὸν τούτου Θεὸν τῶν ὅλων εἶναι Θεὸν ὡμολόγησεν·
000-00-00 Serial Number=0793147385
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04558]  ἀλλὰ καὶ τὸν ἅγιόν σου νεὼν, τὸν διὰ τὸ σὸν ὄνομα γεγενημέ νον περιφανῆ καὶ περίβλεπτον, ἀπέφηνας ἔρημον.
000-00-00 Serial Number=0373285532
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00447]  Οὐ γὰρ ἁπλῶς με τῶν προσπε [80.892] σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περι φανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε·
 [03802]  Αὐτὸς ἐμὲ καὶ πεποίηκε περιφανῆ, καὶ ποιήσει περίβλεπτον.
000-00-00 Serial Number=0876950681
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00329]  Ἐπηγγείλω δὲ καὶ ἅπαντας αὐτοῦ κα ταλύσειν τοὺς πολεμίους, καὶ βεβαίαν αὐτῷ τὴν σὴν παρέξειν φιλανθρωπίαν, καὶ περιφανῆ ποιήσειν αὐτὸν καὶ περίβλεπτον.
 [00748]  Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι.
 [01725]  Ὑψηλὸν γάρ με δείξας, καὶ [80.1680] περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας.
 [07223]  Ἄμαχον δὲ, φησὶ, δείξει καὶ περίβλεπτον τὸν οἰκεῖον λαόν.
000-00-00 Serial Number=0571216464
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01832]  Οὐ μόνον δὲ τὴν μητρόπολιν, ἀλλὰ καὶ τοὺς περιοίκους ἅπαντας, καὶ τοὺς ἐκ τῆς μὲν Χαῤῥὰν ἀποικισθέντας, ἐκεῖ δὲ οἰ κοῦντας, καὶ τοὺς τῷ Ὢν εἰδώλῳ παροικοῦντας, δορυαλώτους γενέσθαι παρασκευάσω, καὶ τὴν πάλαι περίβλεπτον τῆς Συρίας βασιλείαν παντελῶς κατα λύσω.
 [01833]  Ἐπίκλητον γὰρ τὸ περίβλεπτον εἴρηκε.
 [03189]  Οὗτος τοίνυν ὁ προ αιώνιος, ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος, καὶ τὰς ἐκεῖθεν ἐξόδους ἀπ' ἀρχῆς ἔχων, ἐν σοὶ, φησὶ, τὴν κατὰ σάρκα δέξεται γέννησιν, λαμπράν σε ποιῶν καὶ περίβλεπτον, τὴν ἐν ταῖς τοῦ Ἰούδα χι λιάσιν ἐλαττουμένην.
 [04568]  Ἕνεκεν ἐμοῦ καὶ σώσω καὶ δέξομαι, καὶ τὴν ἀλλοτρίαν γεγενημένην προσοι κειώσομαι, καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, καὶ ἀοίδιμον αὐτὴν παρὰ πᾶσιν ἐργάσομαι, καὶ τῆς προ τέρας αἰσχύνης ἐλευθερώσω, καὶ ἀντ' αἰχμαλώτων καὶ δούλων ἐλευθέρους τε καὶ οἰκείους ἐμοὺς ἀπο δείξω.
 [04715]  Λέγει τοίνυν ὅτι κατ' ἐκείνην τὴν ἡμέραν, τῶν ἐθνῶν ἐκείνων ἀναιρε θέντων, σὲ τὸν Ζοροβάβελ, ὃν εἰς δουλείαν καὶ θεραπείαν ἐξελεξάμην ἐμὴν, περιφανῆ ποιήσω καὶ περίβλεπτον, καὶ διὰ σοῦ τῷ λαῷ παρέξω πᾶσαν ἀσφάλειαν, οἷόν τινι σφραγῖδί σοι κεχρημένος·
 [04898]  Οὐ μόνον δὲ αὐτῇ πᾶσαν ἀσφάλειαν χορηγήσω, ἀλλὰ καὶ περίβλεπτον αὐτὴν ἀποφανῶ, ὥστε αὐτῆς πάντοσε διαδραμεῖν τὸ κλέος.
 [05029]  ∆ιακοσμήσας τὸν ἱερέα, καὶ τὸ μὲν πένθιμον ἀποδύσας σχῆμα, τὴν δὲ ἱερατικὴν ἐνδύσας στολὴν, καὶ τὸ πρακτέον ὑποδείξας, καὶ τὸ διαρκὲς ἐπὶ πλεῖστον τοῖς ἐγγόνοις ἐπαγγειλάμενος, εἰ τοὺς θείους νόμους φυλάξοιεν, ἐπὶ τὸ βασιλικὸν μετα βαίνει γένος, καὶ τὸν Ζοροβάβελ ἔκγονον ὄντα τοῦ Ἰεχονίου, ἀπὸ δὲ τοῦ ∆αβὶδ τὸ γένος κατάγοντα, οὕτω περιφανῆ καὶ περίβλεπτον ὑπισχνεῖται ποιή σειν, ὡς τῷ λαμπροτάτῳ τῆς ἀνατολῆς φωτὶ παρα βάλλεσθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»