Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum παρακαλῶν [26]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum παρακαλῶν


000-00-00 Serial Number=0771814823
Commentaria in Isaiam Ante [Go Back]  
 [06112]  [12Ἐγώ] εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε αὐτός, ὁ τὰ πρότερα ἐκεῖνα πεποιηκὼς τὰ παράδοξα, ὁ τὸν Φαραὼ σὺν τῇ στρατιᾷ παραδεδωκὼς τῇ θαλάττῃ, ὁ τὰς πολλὰς τῶν Ἀσσυρίων μυριάδας δι' ἑνὸς ἀγγέλου κατακοντίσας.
 [06137]  τὸ γὰρ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου ἐξέπιες καὶ ἐξεκένωσας, [18καὶ] οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας.
000-00-00 Serial Number=0232388198
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00738]  τὴν αὐ τόσε γὰρ ἀποδημίαν αὐτοῦ μαθών, παραυτίκα τὴν ἐπιστολὴν ὑπηγόρευσα, παρακαλῶν σου τὴν ἁγιότητα, ταῖς μὲν εὐχαῖς ἡμᾶς ὑπερεῖσαι, τοῖς δὲ γράμμασι τὴν πνευματικὴν πανδαισίαν ἐνθεῖναι, καὶ πεινῶσιν ἐκπέμψαι τὴν ἀξιάγαστον τῶν λόγων εὐωχίαν.
 [00794]  Ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ γέγραφα, παρακαλῶν τὴν ὑμε τέραν μεγαλοφυΐαν χαρίσασθαι πᾶσιν ἡμῖν τὴν ὑμετέραν ὑγείαν, ἣν οἶδεν εὐθυμία φυλάττειν, ἀθυμία δὲ λύειν.
 [00843]  Τούτου χάριν ταύτην γέγραφα τὴν ἐπιστολήν, παρακαλῶν σου τὴν θεοσέβειαν, ὡς εὐγενοῦς φρον τίσαι βλαστήματος, καὶ κελεῦσαί τινι τῶν εὐλαβείᾳ κοσμου μένων, καὶ ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις διαλε χθῆναι, καὶ πιστοῖς αὐτὴν ἀνδράσι παραδοῦναι, ἀποκαταστῆσαι τῷ πατρὶ δυναμένοις.
 [01448]  Ταῦτα διὰ τῶν θεοφι λεστάτων ἐπισκόπων γράφω, παρακαλῶν τῆς ὑμετέρας αὐτοὺς ἀπολαῦσαι κηδεμονίας.
 [01552]  Τούτου δὴ χάριν κἀγὼ τοὺς ἀξιεπαίνους πόνους τῆς σῆς φιλοθεΐας μεμα θηκὼς γράφω καὶ προσφθεγγόμενός σε, θεοφιλέστατε, καὶ παρακαλῶν αὐξῆσαι τὸ κλέος τῇ προσθήκῃ τῶν πόνων καὶ τῆς εὐαγγελικῆς ὑπερμαχῆσαι διδασκαλίας, ἵνα καὶ τὸν πατ ρῷον κλῆρον φυλάξωμεν ἄσυλον, καὶ τὸ τάλαντον τῷ ∆εσπότῃ μετὰ τῆς καλῆς προσενέγκωμεν ἐργασίας.
 [02024]  Ἐγὼ δὲ διὰ τῆς ὑμετέρας ψυχαγωγούμενος προθυ μίας μικρὰν ἀντίδοσιν εἰσφέρω, τῶν ἀγώνων ὑμᾶς τῶν θείων ἔχεσθαι παρακαλῶν, καὶ τῶν ἀντιπάλων ὡς εὐαλώτων κατα φρονεῖν τί γὰρ ἀσθενέστερον τῶν τῆς ἀληθείας ἐστερημέ νων πεποιθέναι δὲ τῷ εἰπόντι·
000-00-00 Serial Number=0101827741
Historia ecclesiastica Ante [Go Back]  
 [02304]  ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον ἐκεῖνον τὸν τούτων πρόμαχον τῶν δογμά των, γραφῆναί οἱ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν θείων διδασκα λίαν.
 [02305]  ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν.
 [03664]  καὶ τούτου δὴ εἵνεκα πρὸς τὸν ἀρχιερέα τινὰ τῶν οἰκειοτάτων ἔπεμψε, παρακαλῶν ἐπι τρέψαι τῷ δεδεκότι τὸν δεσμὸν διαλῦσαι.
000-00-00 Serial Number=0927530110
Historia religiosa Ante [Go Back]  
 [00130]  τῷ θεῷ δὲ ὡς ὑπὲρ τεθνεῶτος τὴν ἱκετείαν προσέφερεν, ἀφεῖναί οἱ παρακαλῶν τὰ κατὰ τὸν βίον πλημμεληθέντα καὶ τοῦ τῶν δικαίων ἀξιῶσαι χοροῦ.
 [00678]  Ὁ δὲ καθάπερ ἀδαμαντίνην ἔχων ψυχὴν ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν κεντεῖν πεφυκό των, οὐδὲ μετέβαλλε τὸ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει διάλεξιν ἀλλά, μετὰ πρᾳείας φωνῆς καὶ λόγων τὴν ψυχικὴν μηνυόντων αἰθρίαν, τὸν πρεσβύτην ἐκεῖνον ἀπέπεμπε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται·
 [01276]  ἐπειδὴ δὲ ὁ τῆς ἑβδομάδος συνεπεράνθη κύκλος καὶ ἧκε πάλιν τῆς δεσποτικῆς ἑορτῆς ἡ ἡμέρα, αὖθις αὐτὸν ὁ μέγας Φλαβιανὸς μετεπέμπετο τῆς πανηγύρεως κοινωνῆσαι σφίσι παρακαλῶν.
 [01314]  [13.10] Κόρης δέ τινος ἔτι θαλαμευομένης καὶ πονηροῦ δαίμονος ἐξαπιναίως δεξαμένης ἐνέργειαν, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν θεῖον ἄνθρωπον, ἀντιβολῶν καὶ ποτνιώμενος καὶ τυχεῖν ἰάσεως παρακαλῶν τὸ θυγάτριον.
 [02098]  Αὐτίκα τοίνυν καὶ ἐπιτιμῶν καὶ παρακαλῶν καὶ τοῦ πράγματος τὴν ὠμότητα διαβάλλων μόλις ἐκεῖνον διέλυσε τὸν δεσμόν.
000-00-00 Serial Number=0585860014
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04910]  Καὶ οἱ ὀφθαλμοί μου κατήγαγον ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ' ἐμοῦ ὁ παρακαλῶν με.
000-00-00 Serial Number=0892059267
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00624]  ∆ιά τοι τοῦτο ὁ μακάριος ∆αβὶδ, μετὰ τὴν διπλῆν ἐκείνην ἁμαρ τίαν, ταύτην τῷ Θεῷ προσφέρει τὴν ἱκετείαν, ἰατρευθῆναι παρακαλῶν, ὡς μήκετι χώραν ἐχόντων ἐν ἐκείνῳ τῷ βίῳ τῶν τῆς μετανοίας φαρμάκων.
 [01552]  Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν·
 [03677]  καὶ προὔθηκεν ἡμῖν τῶν ἔργων αὑτοῦ τὴν θεωρίαν, πιστεύειν παρακαλῶν, ἀλλ' οὐ πολυπραγμονεῖν, πῶς γεγένη ται.
 [04369]  Τοῦτο καὶ τοῦ ἕκτου ψαλμοῦ προοίμιον ἐποιήσατο, παρακαλῶν ἰατρι κῶς μὴ δικαστικῶς παιδευθῆναι, μὴ δριμυτέροις, ἀλλ' ἠπίοις φαρμάκοις ἰατρευθῆναι.
000-00-00 Serial Number=0067394614
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00943]  συμπαραλαβὼν μεθ' ἑαυτοῦ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καὶ παρακαλῶν τοὺς τροφίμους τῆς χάρι τος, λέγων οὕτως·
 [02401]  Εἰ παρακαλῶν, φησὶ, τῆς δουλείας ἀπαλλαγῆναι, καὶ τῆς ἐπανόδου τυχεῖν, ἀδικίαν τινὰ δράσειν μετὰ τὴν ἐπάνοδον ἐφαντάσθην, τῆς θείας εὐμενείας μὴ τύχοιμι·
 [02469]  Ὁρῶν ὁ θεῖος ∆αβὶδ τὴν πολιτευομένην παρὰ τοῖς ἀνθρώ ποις ἀσέβειαν, καὶ τοῦ διαβόλου τὴν ἐπικράτειαν, δι δαχθεὶς δὲ ἀπὸ τοῦ παναγίου Πνεύματος τοῦ Θεοῦ καὶ τοῦ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν, ἱκετείαν προσφέρει, ταύτην ὡς τάχιστα γενέσθαι παρακαλῶν.
000-00-00 Serial Number=0447089255
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02231]  οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβλη θῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα.
 [03815]  Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι παρακα λεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»