Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πόνοις [45]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πόνοις


000-00-00 Serial Number=0651319385
Commentaria in Isaiam Ante [Go Back]  
 [04821]  Τὴν γὰρ δύσπορον τῆς σωφροσύνης καὶ τῆς ἐγκρα τείας καὶ τῆς δικαιοσ ύνης ὁδὸν πεποίηκεν εὔπορον, τοῖς πόνοις τῆς ἀρετῆς τὴν τῶν μελλόντων ἀγαθῶν συνάψας ἐλπί δα .
000-00-00 Serial Number=0376467288
De incarnatione domini Ante [Go Back]  
 [00327]  ἀλλ' ἠθέλησεν ἔχειν τινὰ καὶ ἡμᾶς εἰς τὸ κατορθούμενον κοινωνίαν, οὗ χάριν λαβὼν φύσιν τὴν ἡμαρτηκυῖαν, πόνοις αὐτὴν οἰκείοις δικαιώσας, τῶν τε πικρῶν τυράννων ἀπήλλαξεν ἁμαρτίας, καὶ διαβό λου, καὶ θανάτου, καὶ τῶν ἐπουρανίων θρόνων ἠξίωσε, καὶ διὰ τοῦ ληφθέντος παντὶ τῷ γένει τῆς ἐλευθερίας μετέδωκεν·
000-00-00 Serial Number=0696812153
De providentia orationes decem Ante [Go Back]  
 [00695]  Τί οὖν, ὦ ταλαίπωρε, συκοφαν τεῖς, καὶ τὸν φόρον καρπούμενος, τοῦ φόρου τὸν πράκτορα βλασφημεῖς, καὶ τοῖς ἀλλοτρίοις πόνοις ἐπεντρυφῶν, τὸν τούτων χορηγὸν λόγοις ἀχαρίστοις κατατοξεύεις;
 [00777]  ταύτῃ συνεργῷ κεχρη μένος, ταῦρον ἰσχύϊ καὶ κέρασιν ὡπλισμένον ὑπὸ ζυγὸν ἄγεις, καὶ δουλεύειν ἀναγκάζεις, καὶ πόνοις διηνεκέσιν ὑποβάλλεις, ἄρουραν τέμνειν, ἅμαξαν σύρειν, τὰ τοῖς ἀχθοφοροῦσι τῶν κτηνῶν ἀδύνατα μεταφέρειν, οἰκοδόμοις μετακομίζειν τὰς ὕλας.
 [01200]  Ἀλλὰ πικρὸν, φησὶ, τὸ δουλεύειν, κἀν τῇ ἐξουσίᾳ τῶν δεσποτῶν ἔχειν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν, καὶ πόνοις διηνεκέσι ταλαιπωρεῖσθαι.
 [01239]  Ὁ γὰρ πόνοις ἐσχολακὼς, ὀλίγα μὲν φθέγγεται, πολλὰ δὲ λίαν ἐργάζεται.
 [01635]  Οὐ τοίνυν μισθὸν ὁρίζονται τῶν πόνων τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον τῶν θείων νόμων οἱ φύλακες, ἀλλὰ τὰς θείας ἀναμένου σιν ὑποσχέσεις, τὸν τῶν ἄθλων ἀγωνοθέτην προσμέ νοντες, τοὺς ἀκηράτους ἀναμένουσι στεφάνους, τὰ θεόσδοτα καραδοκοῦσι βραβεῖα, τοῦ δικαίου κριτοῦ τὴν ψῆφον προσδέχονται, τὴν τῶν σωμάτων ἀνάστα σιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν μετ' ἀγγέλων χορείαν, καὶ πρὸ τούτων ἁπάντων, τὸ διηνεκῶς αὐτὸν ὁρᾷν τὸν ἐρώμενον, δι' ὃν τοῦ βίου τὸ πέλαγος διαπερῶντες, τῶν τῆς πονηρίας ὑπερέπλευσαν κυμά των, καὶ μετὰ πολλῶν διανηχόμενοι πόνων, οὐκ ἠθέ λησαν ὑποβρύχιοι γενέσθαι, ἀλλὰ τὴν τῶν λιμένων ἐπιθυμίαν τοῖς πόνοις συζεύξαντες, ὑπεστήριξαν τὴν ἀσθένειαν.
000-00-00 Serial Number=0935911834
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00184]  Εἰ δέ τις πρὸς τῇ φύσει καὶ παιδείαν προσλάβοι καὶ τοῖς ἑτέρων πόνοις ἐπιμελῶς ἐν τραφείη, οἷόν τινα ὕλην προσφέρει τὴν παντοδαπῆ διδασκα λίαν τῇ φύσει.
000-00-00 Serial Number=0555709958
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00427]  Οἱ τοῖς πόνοις τῆς ἀρετῆς λαμπρύναντες τὴν ἀκμὴν μεθ' ἡδονῆς πρὸς τὸ γῆρας ἐλαύνουσιν·
000-00-00 Serial Number=0872524083
Graecarum affectionum curatio Ante [Go Back]  
 [00028]  τοὺς δὲ τοῖς ἀλλοτρίοις ἐντυγχάνοντας πόνοις παρα καλῶ, εἰ μὲν ἅπαντα εὖ ἔχει τὰ γεγραμμένα, τὸν τούτων ἀνυ μνῆσαι δοτῆρα καὶ τοῖς πεπονηκόσι προσευχὰς ἀντιδοῦναι·
000-00-00 Serial Number=0830956221
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00036]  Ὁ δὲ ἐν ἀλλοτρίοις πόνοις ἐναρ γῶς εὑρίσκων τῆς ἀληθείας τὸ κράτος, εὐχαῖς ἀμει βέσθω, καὶ τὸν πεπονηκότα, καὶ τὸν τὴν συγγραφὴν ᾐτηκότα·
000-00-00 Serial Number=0916536272
Historia ecclesiastica Ante [Go Back]  
 [03476]  ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα.
000-00-00 Serial Number=0714666724
Historia religiosa Ante [Go Back]  
 [00191]  [1.12] Θεασάμενος τοίνυν ὁ δυσσεβὴς βασιλεὺς καὶ τὰ μηχανήματα ἅπαντα ὄνησιν οὐδεμίαν παρεσχηκότα, καὶ τοῦ ποταμοῦ τὴν προσβολὴν ἀνόνητον γεγενημένην τὸ γὰρ καταπεσὸν ἀνῳκοδόμητο τεῖχος , καὶ τὴν στρατιὰν ἅπασαν καὶ τοῖς πόνοις ταλαιπωρουμένην καὶ ὑπαίθριον κακοπαθοῦσαν καὶ ὑπὸ τῆς θεηλάτου ἐλαυνομένην πληγῆς, ἰδὼν δὲ καὶ τὸν θεῖον ἄνθρωπον ἐπὶ τοῦ τείχους βαδίζοντα, καὶ τοπάσας αὐτὸν ἐφεστάναι τῷ ἔργῳ τὸν βασιλέα ἁλουργίδα γὰρ καὶ διάδημα περικείμενος ἑωρᾶτο , ἠγα νάκτει μὲν κατὰ τῶν ἐξαπατησάντων καὶ στρατεῦσαι πεισάντων καὶ τὸν βασιλέα μὴ παρεῖναι φησάντων.
 [00430]  Ἐν τούτοις μέχρι καὶ τήμερον πλείους ἢ τετρακόσιοι διάγουσιν ἄνδρες, ἀρετῆς ἀθληταὶ καὶ εὐσεβείας ἐρασταὶ καὶ τὸν οὐρανὸν τοῖς πόνοις ὠνούμενοι.
 [00562]  [3.19] Ζηλωτὴς δὲ γενόμενος τῆς ἐκείνου ἀρετῆς Εὐσέβιος ὁ θαυμάσιος πλείοσι διετέλεσε πόνοις κατατρύχων τὸ σῶμα.
 [00569]  Ἐγένετό τις τούτου φοιτητής, Σαβῖνον δὲ αὐτὸν προσηγόρευον, ὃς πόνοις μυρίοις τὸ σῶμα κατεδαπάνησεν.
 [00785]  Ἀνὴρ δέ τις τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο θημῶνα.
 [01134]  Αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ ἐπήρκεσαν, αὐτός τε εἰργάζετο καὶ τοῖς ὁμοσκήνοις παρῄνει τοῖς κατὰ ψυχὴν πόνοις καὶ τοὺς σωματικοὺς συνεισφέρειν ἱδρῶτας·
 [01160]  [10.9] Τὴν δὲ τῆς ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο ὃς ἑξήκοντα μὲν ἐν ἐκείνοις τοῖς τόποις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν, οὔτε τὴν προτέραν φιλοσοφίαν καταλιπὼν καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς.
 [01393]  [13.19] Ὁποῖος μὲν οὖν ἐκεῖνος ἦν καὶ οἵοις χρησάμενος πόνοις τὴν θείαν ἐπεσπάσατο χάριν ἱκανὰ καὶ ταῦτα διδάξαι.
 [01474]  [16.2] Ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐμέτρησεν·
 [01490]  πολλῷ γὰρ δήπουθεν τούτου γε εἵνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἴη ὅτι τὴν πολιτείαν βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς ἀσκητικῆς μετέβη κακοπαθείας καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις καὶ ἀρχιερατικαῖς περιστοιχιζό μενος φροντίσι τοῦ βίου τὸν δρόμον ἐξήνυσεν.
 [01520]  πόνοις δὲ μυρίοις χρησάμενος καὶ τῶν τὰ σώματα θεραπεύειν πεπιστευμένων τὴν τέχνην μιμούμενος, τὰ μὲν καταιονήσει γλυκαίνων, τὰ δὲ τοῖς αὐστηροῖς ἐπι στύφων φαρμάκοις, ἔστι δὲ ὅπου καὶ τέμνων καὶ καίων τὴν ὑγίειαν ταύτην εἰργάσατο.
 [01533]  [17.7] Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα ἄπληστον τοῖς ἄλλοις προσέφερεν ἐπιμέλειαν·
 [01566]  Οὕτω δὲ τοῖς πολλοῖς πόνοις τὸ σῶμα κατεδαπάνησεν ὡς μηδὲ τὴν ζώνην ἐπὶ τῆς ἰξύος μένειν, ἀλλ' ἐπὶ τὰ κάτω χωρεῖν·
 [01617]  ηὔξησε δὲ τὴν ἀρετὴν τοῖς τῆς καθείρξεως πόνοις.
 [01637]  [21.3] Μάρωνι γὰρ ἐκείνῳ τῷ πάνυ συγγενόμενος καὶ τῆς θείας αὐτοῦ διδασκαλίας μεταλαχὼν τοῖς μείζοσι πόνοις ἀπέκρυψε τὸν διδάσκαλον.
 [01644]  [21.4] Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε πόνοις.
 [01969]  Φασὶ δὲ αὐτὸν εἰς γῆρας ἐλάσαντα βαθὺ καὶ τοῖς αὐτοῖς πόνοις μέχρις αὐτῆς χρησάμενον τῆς τελευτῆς μηδὲν τῶν τῆς νεότητος ἀμεῖψαι τῷ βαρυτάτῳ βιαζόμενον γήρᾳ.
 [01998]  Καὶ πῶς ἂν δυναίμεθα, ἔλεγον, τοῦ ἐν πόνοις γεγηρακότος ἑστῶτος καὶ τῆς τοῦ σώματος ἀσθενείας καταφρονοῦντος, κατακλίνεσθαι ἄνδρες καὶ ὑγιαίνοντες καὶ μεσοῦντες τῷ χρόνῳ.
 [02248]  [26.25] Ἐν τοσούτοις δὲ πόνοις καὶ κατορθωμάτων ὄγκῳ καὶ πλήθει θαυμάτων οὕτως ἐστὶ τὸ φρόνημα μέτριος ὡς πάντων ἀνθρώπων κατὰ τὴν ἀξίαν ὕστατος.
 [02262]  Ἐγὼ δὲ καὶ αὐτὸν ταῖς οἰκείαις προσευχαῖς βοηθούμενον τοῖς ἀγαθοῖς τούτοις πόνοις ἐπιμεῖναι καὶ ποθῶ καὶ τὸν θεὸν ἱκετεύω, κόσμον ὄντα κοινὸν καὶ τῆς εὐσεβείας ἀγλάϊσμα καὶ τὸν ἐμαυτοῦ ῥυθμισθῆναι βίον καὶ πρὸς τὴν εὐαγγελικὴν πολιτείαν κατευθυνθῆναι.
 [02263]  Πολλοῖς δὲ καὶ ἐπιβιοὺς θαύμασί τε καὶ πόνοις ἡλίου τε φλοξὶ καὶ χειμερίοις κρυμοῖς καὶ ἀνέμων σφοδραῖς ἐμβολαῖς καὶ τῇ τῆς ἀνθρωπίνης φύσεως ἀσθενείᾳ μόνος τῶν πώποτε μείνας ἀκαταγώ νιστος, ἐπειδὴ λοιπὸν αὐτὸν ἔδει συνεῖναι Χριστῷ καὶ τοὺς τῶν ἀμετρήτων ἀγώνων στεφάνους κομίσασθαι, τὸ μὲν ἄνθρωπος εἶναι τῷ θανάτῳ τοῖς οὐ πιστεύουσιν ἐβεβαίωσεν, ἔμεινε δὲ καὶ μετὰ τελευτὴν ἀκλινής, καὶ τὸν μὲν οὐρανὸν ἡ ψυχὴ κατειλήφει, τὸ δὲ σῶμα πεσεῖν οὐδ' οὕτως ἠνείχετο, ἀλλ' ὄρθιον ἐν τῷ τῶν ἀγωνισμάτων εἱστήκει τόπῳ, ὥσπερ ἀήττητος ἀθλητὴς μηδενὶ τῶν μελῶν μέρει τῇ γῇ προσψαῦσαι φιλονεικῶν.
 [02402]  Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυ φῶντας προσευχῇ τοὺς πόνους ἀμείψασθαι.
 [02454]  οὔτε χειμῶνος ὥρᾳ τὴν τροφὴν ἀντιτάττουσι τῷ κρυμῷ, οὔτε τῆς νυκτὸς τὴν ἀνάπαυλαν, οἷόν τι φάρμακον, τοῖς μεθημερινοῖς προσφέ ρουσι πόνοις·
000-00-00 Serial Number=0343163550
Interpretatio in Danielem Ante [Go Back]  
 [00056]  προφήτης γὰρ, καὶ προφήτης ἐπιθυμίᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα διδα χθεὶς, οὐχ ἃ μόνοις Ἰουδαίοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονο μίαν καὶ προμαθὼν καὶ προδιδάξας.
000-00-00 Serial Number=0826508522
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04555]  Καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ.
000-00-00 Serial Number=0957467258
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00637]  νικᾷ δὲ ὅμως ἡ γνώμη, πόνοις συνεργοῖς κεχρημένη.
 [03611]  Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως.
 [04882]  Ἐστέναξας ἐν Αἰγύπτῳ τοῖς πόνοις ταλαιπω ρούμενος, καὶ παραυτίκα φιλανθρωπίας ἠξίωσα.
000-00-00 Serial Number=0759110093
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01102]  Καὶ τοῦ χρόνου δὲ προελθόντος εἰς ἄνδρα τελέ σας, οὕτως ἐν τοῖς τῆς ἀρετῆς διέπρεψε πόνοις, ὡς καὶ τὴν θείαν προμήθειαν ἐπισπάσασθαι, καί ποτε δείσας τὴν ἄφιξιν τοῦ Ἡσαῦ, καὶ τὸν Θεὸν ἀντιβολή σας, οὐχ ἁπλῶς τῆς ἐκεῖθεν ἐπικουρίας ἀπήλαυσεν, ἀλλὰ καὶ παλαίειν ἔδοξε νύκτωρ ὀφθέντι, καὶ δρέ πεσθαι τὴν νίκην, ἵνα τὸ δέος τῆς διανοίας ἐκβάλῃ, λογισάμενος ὡς ὁ τοῦ Θεοῦ περιγενέσθαι δόξας, ὑπ' ἀνθρώπων οὐχ ἡττηθήσεται.
 [06402]  Ἐγὼ δὲ τοὺς ἐντευξο [81.1988] μένους τοῖς ἡμετέροις πόνοις παρακαλῶ, ὑπὲρ μὲν τῶν εὖ καὶ καλῶς εἰρημένων τὴν ἄκτιστον ὑμνῆσαι Τριάδα·
 [06406]  Εἰ δέ τι τῶν προφητικῶν ῥητῶν τὴν ἡμετέραν ὑπερέβη κατάληψιν, συγγνῶναι τῇ τῆς φύσεως ἀσθε νείᾳ, καὶ τὸ λεῖπον προσθεῖναι, τὸν δὲ σκοπὸν ἐπαι νέσαι, καὶ προσευχὰς ἀντιδοῦναι τοῖς πόνοις.
000-00-00 Serial Number=0958124459
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01892]  ἵνα οὖν ἑαυτοὺς ὁρῶντες οἱ δί καιοι πλεονάζοντας μὲν ἐν τοῖς ὑπὲρ εὐσεβείας πόνοις, ἰσαζομέ νους δὲ τοῖς ἀσεβέσιν ἐν τοῖς βιωτικοῖς, βίον ἕτερον προσδοκῶσιν, ἐν ᾧ γίνεται τῇ διαφορᾷ τιμῆς τε καὶ τιμωρίας δικαίων τε καὶ ἀδίκων ἡ διάκρισις·
000-00-00 Serial Number=0986752748
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04231]  Ὁ δὲ [80.833] συγγραφεὺς τὸν ψόγον καταλιπὼν, εἰς τὸν τῆς εὐφη μίας μετέβη κατάλογον, καὶ διδάσκει τοὺς ἐντυγχά νοντας, ὡς τὸν ἔλεγχον ὁ βασιλεὺς δεξάμενος, ἐσπού δασεν ἐν τοῖς εὐσεβέσι πόνοις τὴν τῆς συγγενείας ἐξαλεῖψαι κηλῖδα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»