Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum πάνσοφος [30]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum πάνσοφος


000-00-00 Serial Number=0466051519
De providentia orationes decem Ante [Go Back]  
 [00229]  Ἐπειδὴ γὰρ πολλὴ καὶ μεγάλη τῶν στοιχείων ἡ χρεία, καὶ πρὸς τῇ χρείᾳ, πολὺ τὸ κάλλος, καὶ ἄῤῥητος ἡ ὥρα, τὰ δοκοῦντα λυπηρὰ γίνεσθαι διὰ τούτων ὁ πάνσοφος ᾠκονόμησεν, ἵνα μὴ θεοὺς, ἀλλὰ Θεοῦ ποιήματα ταῦτα εἶναι πι στεύωμεν, ἰθυνόμενά τε καὶ κυβερνώμενα ᾗ ἂν ἐκεῖ νος ἰθύνῃ.
000-00-00 Serial Number=0933796763
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01193]  Οὕτω γὰρ ἡμᾶς καὶ ὁ πάνσοφος ἐδίδαξε Παῦλος·
 [02341]  Ὧν ὁ πάνσοφος ∆εσπότης ἐγύμνωσε τὴν ἀσέβειαν οὐκ ἀνασχό μενος τὴν ἀνοσίαν αἵρεσιν τῇ μακροθυμίᾳ κρατῦναι.
 [02703]  ∆ιά τοι τοῦτο καὶ Παῦλος ὁ πάνσοφος, ὁ τῶν Ἐκκλησιῶν ἄριστος ἀρχιτέκτων, οὐχ ἕτερον, ἀλλὰ τοῦτον αὐτὸν κατέπηξεν τὸν θεμέλιον.
 [02753]  Ὁ δὲ πάνσοφος Παῦλος Ῥωμαίοις μὲν γέγραφεν οὕτως·
000-00-00 Serial Number=0582746089
Eranistes Ante [Go Back]  
 [04178]  Τοῦ θεοῦ λόγου τὸ ἄτρεπτον ἀναφανδὸν ἐκήρυξεν ὁ πάνσοφος εὐαγγελιστής.
 [04417]  Εὐθὺς γὰρ ἐπήγαγεν ὁ πάνσοφος εὐαγγελιστής·
000-00-00 Serial Number=0916842937
Graecarum affectionum curatio Ante [Go Back]  
 [00033]  Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος ὁ Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρ μακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀρι [1.3] στεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν.
 [00781]  [3.8] Ὁ μὲν οὖν πάνσοφος τῶν ὅλων δημιουργός, ἀνενδεὴς ὢν καὶ οὐδενὸς τὸ παράπαν ἢ ὁρατῶν ἢ ἀοράτων δεόμενος, καὶ οὐρανὸν καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα, ὅσα ἐστὶν αἰσθητά τε καὶ ὁρατά, τῆς τῶν ἀνθρώπων χάριν ἐδημιούργησε χρείας·
 [00789]  Καίτοι γε προορῶν, ἅτε δὴ πάνσοφος ὤν, ὁ δημιουργὸς τόνδε τῶν ἀνθρώπων
 [02143]  Τόδε τὸ φάρμακον ὁ πάνσοφος ἰατρὸς
000-00-00 Serial Number=0759217918
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00068]  Ὁ μὲν πάνσοφος τῶν ὅλων Θεὸς ἀνδράσιν ὀλίγοις, καὶ τούτοις ἁλιεῦσι καὶ τελώναις, καὶ ἑνὶ σκηνοῤ ῥάφῳ, τὴν τῆς κεχερσωμένης οἰκουμένης ἐν εχείρισε γεωργίαν.
 [00655]  Ἀλλ' ὁ πάνσοφος ∆εσπότης, τὴν μὲν τῶν πονηρῶν σπερμάτων καταβολὴν οὐκ ἐκώλυσε·
 [01195]  Ἀλλ' ὁ πάνσοφος ἐκεῖνος ἀνὴρ τὴν λανθάνουσαν ἐφώρασεν αἵρεσιν.
 [01534]  Καὶ ὁ πάνσοφος δὲ Παῦλος οὕτως φησίν·
 [01857]  Καὶ τοῦτο ἡμᾶς ὁ πάνσοφος ἐδίδαξε Παῦλος, εἰπών·
 [02644]  Τούτου δὴ χάριν ἐνδίδωσιν ὁ πάνσοφος ἐπιφανῆναι τὸν ἀλι τήριον.
 [02786]  Μαρτυρεῖ δὲ καὶ ὁ πάνσοφος Ἰακὼβ, ὁ παρὰ γνώμην μὲν τὴν Λείαν λαβὼν, διὰ δὲ τὴν τῶν ὁμοζύγων ζη λοτυπίαν, τῆς τῶν παιδισκῶν ἀνασχόμενος κοινωνίας.
 [02953]  Καὶ ὁ πάνσοφος δὲ Ἡσαΐας βοᾷ·
000-00-00 Serial Number=0635596395
Historia ecclesiastica Ante [Go Back]  
 [00348]  Ταῦτα μαθὼν ὁ πάνσοφος βασιλεὺς πρῶτον μὲν αὐτὴν ἐπειράθη τὴν τῶν κακῶν ἐμφράξαι πηγὴν καί τινα τῶν ἐπ' ἀγχινοίᾳ περι βοήτων εἰς τὴν Ἀλεξάνδρειαν μετὰ γραμμάτων ἀπέστειλε, σβέσαι τὴν ἔριν πειρώμενος καὶ τὸ στασιάζον συναγαγεῖν εἰς ὁμόνοιαν προσ δοκῶν.
000-00-00 Serial Number=0983450711
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00616]  ἵνα γὰρ μισῇ τὴν ἁμαρτίαν τῶν ἀνθρώπων τὸ γένος, ὡς αἰτίαν θανάτου γεγενημένην, μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ἐπι φέρει τοῦ θανάτου τὴν ψῆφον ὁ πάνσοφος.
 [02493]  ἰστέον μέντοι, ὡς παχυ τέροις οὖσι τοῖς τηνικαῦτα καὶ τῶν νοητῶν ἐφίκεσθαι μὴ δυναμένοις, διὰ τῶν σωματικῶν συμβόλων τὴν ὠφέλειαν ὁ πάνσοφος δεσπότης ἐπραγ ματεύετο.
 [03537]  [2]πάνσοφος λέγει Παῦλος.
 [03607]  εἰκότως τοίνυν ὁ πάνσοφος παραινεῖ Παῦ λος·
 [04157]  ταῦτα δὲ ὁ πάνσοφος νενομοθέτηκε Κύριος, τῆς τῶν ψευ δωνύμων αὐτοὺς θεῶν πλάνης ἐλευθερῶν.
 [04633]  ὁ πάνσοφος ἡμᾶς ἐδίδαξε Παῦλος, ὡς τύπος ἦν ἡ παλαιὰ τῆς καινῆς.
 [05033]  οὗ δὴ χάριν ὁ πάνσοφος Κύριος οὐκ ἄρδην τὸ τῶν χαναναίων ἐθνῶν διέφθειρε γένος, ἀλλ' εἴασε πολλοὺς γειτονεύειν αὐτοῖς·
000-00-00 Serial Number=0446418524
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01180]  Ὡς πάνσοφος παιδοτρίβης αὐτὸν γυμνάζει πρὸς ἀρετὴν, καὶ πείθει μὴ τῇ οἰκείᾳ δυνάμει θαῤῥεῖν, ἀλλὰ τὴν αὐτοῦ προσμένειν ἐπικουρίαν.
 [01453]  Παντοδαπαῖς δὲ αὐτὸν, οἷα δὴ πάνσοφος ἰατρὸς, παιδείαις ὑπέβαλε·
 [03420]  τῷ ἑβδόμῳ δὲ ἔτει ὁ πάνσοφος ἀρχιερεὺς τὴν βασι λείαν εἰς τὸ βασιλικὸν ἐπανήγαγε γένος.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»