Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐρανόθεν [35]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐρανόθεν


000-00-00 Serial Number=0396819234
Commentaria in Isaiam Ante [Go Back]  
 [00544]  Καὶ αὐτὸς δὲ ὁ πατὴρ οὐρανόθεν ἐμαρ τύρησε λέγων·
 [00741]  οὐ γὰρ ἐκέλευσεν αὐτῷ χῆναι τὴν γῆν οὐδὲ πρηστῆρα οὐρανόθεν ἐπήνεγκεν, ἀλλὰ τὴν τοῦ σώματος ἐνήλλαξε χρόαν καὶ τῆς λέπρας αὐτῷ τὴν ἀτιμίαν ἐπέθηκεν.
 [01694]  οὐ γὰρ μόνον ἡ γῆ κλονεῖται, ἀλλὰ καὶ οὐρανόθεν πρηστῆρες φέρονται, καὶ σκηπτοὶ καὶ λίθοι χαλάζης σφενδονῶνται, καὶ ἕτερα μυρία παράδοξα γίγνεται δεδιττόμενα τοὺς ἀνθρώπους καὶ τοῦ θεοῦ σημαίνοντα τὴν ὀργήν.
 [03634]  Τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν μετὰ τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνάληψιν ὁ λόγος δεδήλωκεν·
 [07525]  Σοῦ γὰρ οὐρανόθεν τὴν οἰκείαν ἐπιφάνειαν ποιουμένου κλονεῖται τὰ ὄρη καὶ κηροῦ δίκην πυρὶ πελάζοντος διαλυθή σεται.
000-00-00 Serial Number=0566969693
De providentia orationes decem Ante [Go Back]  
 [01808]  ὁ δὲ Θεὸς, ἢ οὐρανόθεν ὕει, ἢ τὸ ἐκ πηγῶν καὶ ποταμῶν ὕδωρ τοῖς σπέρμασι χορηγεῖ·
 [01970]  Καὶ παρ άγει μὲν εἰς μέσον τὴν οὐρανόθεν ἐναχθεῖσαν φωνὴν βεβαιωθῆναι, ἐμπεδωθῆναι δὲ ταύτην αἰτεῖ τῇ τῶν ἄρτων θαυματουργίᾳ.
000-00-00 Serial Number=0094299078
Eranistes Ante [Go Back]  
 [01132]  {ΟΡΘ.} Ἀλλ' ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάζων καὶ συγκρίνων τῇ οὐρανόθεν κλήσει τὴν δι' ἀνθρώπων κλῆσιν;
 [02213]  ∆ιὸ ἕνα Χριστόν, ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ καθομολογοῦμεν, εἰδότες ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυ τοῦ πατρὶ κατὰ τὴν θεότητα, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός, [162] κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον, Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου, ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναόν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐ σίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας.
 [02226]  Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.
 [03654]  Τὸ δ', Οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου, οὐχ ὁ λόγος ἔφασκε καὶ θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ πατρός, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα σοφία·
000-00-00 Serial Number=0086468637
Graecarum affectionum curatio Ante [Go Back]  
 [00372]  καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς [1.123] καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
 [02063]  Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν [6.80] τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος.
 [02653]  καὶ κατὰ μὲν τοὺς Ῥωμαίων πολιτεύεσθαι νόμους οὔτε Αὔγουστος αὐτοὺς κατηνάγκασεν οὔτε Τραϊανός, ὁ τὴν ἐκείνων καταλύσας ἀρχήν, τὰ δὲ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ Ματθαίου καὶ Λουκᾶ καὶ Μάρκου ξυγγράμματα ὡς οὐρανόθεν κομισθέντα γεραίρουσι, καὶ οἱ ἰθαγενεῖς τοῖς τῶν ξένων καὶ ἐπηλύδων ὑπετάγησαν νόμοις.
 [02982]  Καὶ ὁ ∆αφναῖος Ἀπόλλων, τὸν ἡμέτερον παρασκευάσας μετατεθῆναι [10.48] νεκρόν, οὐρανόθεν ἐδέξατο τὸν σκηπτόν.
000-00-00 Serial Number=0324986815
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00372]  καὶ τὸν μὲν Ἰησοῦν ἐκ τῆς Παρ θένου γεννηθῆναι, τὸν δὲ Χριστὸν οὐρανόθεν εἰς αὐτὸν κατελθεῖν.
000-00-00 Serial Number=0151851714
Historia ecclesiastica Ante [Go Back]  
 [00086]  καὶ Κωνσταντῖνος δὲ ὁ πανεύφημος βασιλεύς, ὃς οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου ἀλλ' οὐρανόθεν κατὰ τὸν θεῖον ἀπόστολον τῆς κλήσεως ταύτης ἔτυχε, ταύτην αὐτῇ ἐπρυτάνευσε.
 [01974]  σκηπτὸς γὰρ οὐρανόθεν καταπεμφθεὶς τὸν σηκὸν ἐνέπρησεν ἅπαντα καὶ αὐτὸ τοῦ Πυθίου τὸ ἄγαλμα κόνιν λεπτοτάτην ἀπέφηνε·
 [01980]  τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν ἀλλ' ἄνωθεν λαβεῖν τὴν ἀρχήν, καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι ἔφασαν οὐρανόθεν τὸν πρηστῆρα φερό μενον τεθεᾶσθαι.
 [03039]  ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῷ λόγῳ συγκατεληλυθέναι ἔφη σεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα.
000-00-00 Serial Number=0481498718
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02502]  Ἀμφότερα δεδήλωκεν, ὅτι οὐρανόθεν ἐκφέρει τὴν ψῆφον, καὶ ὅτι ἐν τῷ ἀφιερωμένῳ ναῷ ποιεῖται τὴν ἐπιφάνειαν.
000-00-00 Serial Number=0749332607
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01861]  ἀντὶ τοῦ, Πέ πεικεν ἅπαντας ὡς οὐρανόθεν μοι τὴν ἐπικουρίαν παρέσχε.
 [05256]  Προλέγει δὲ τὰς κατὰ τῆς Ἐκκλησίας γεγενημένας ἐπαναστάσεις, καὶ τὴν μετὰ ταῦτα παρασχεθεῖσαν οὐρανόθεν βοή θειαν, καὶ τὴν νῦν πολιτευομένην εἰρήνην.
000-00-00 Serial Number=0113006234
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02541]  οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ἐπέσταξας Γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυροῦ·
000-00-00 Serial Number=0707959473
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01386]  Ἵνα γὰρ μαν θάνωσιν ἀκριβῶς, ὡς τῆς παρανομίας καὶ δυσσεβείας ποινὴν τίνοντες τοῖς ἐπιοῦσιν αὐτοῖς ἐκδίδονται πολεμίοις, εἰκότως καὶ ταῖς οὐρανόθεν ἐπιφερομέναις παιδείαις ἐβάλλοντο, διδασκόμενοι διὰ τούτων, ὡςὁ παρ' αὐτῶν ἀμελούμενος Θεὸς, καὶ τούτοις αὐτοὺς τιμωρεῖται, κἀκείνοις.
 [03240]  Οὕτω τοίνυν, φησὶν, οἱ πεπιστευκότες, καὶ τὸ εὐαγγελικὸν τοῖς ἔθνεσι δια πορθμεύοντες κήρυγμα, δρόσου δίκην οὐρανόθεν φε ρομένης τὴν οἰκουμένην ἀρδεύσουσι·
000-00-00 Serial Number=0302677393
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01968]  καὶ οὐρανόθεν αὐτοῖς κεραυνοὺς ἐπαφῆκε, διδάσκων ὡς αὐτός ἐστι τῶν ὅλων ποιητὴς καὶ δεσπότης.
 [03191]  ἐν γὰρ τῇ ἐρήμῳ τὸ μάννα ἤσθιον οὐρανόθεν φερόμενον.
 [03931]  καὶ οἱ ἀπόσ [224] τολοι πνεῦμα ἅγιον διὰ τοῦ δεσποτικοῦ λαβόντες ἐμφυσήματος, ἐδέξαντο τὴν οὐρανόθεν ἐπιφοιτήσασαν χάριν.
 [04026]  συνεχῶς μέντοι διδάσκει αὐτοὺς καὶ ὡς οὐρανόθεν αὐτοῖς ὁ τῶν ὅλων διελέχθη Θεός, καὶ ἐκ μέσου τοῦ πυρὸς φωνῇ κεχρημένος νενομοθέτηκεν, ἵνα μηδεμίαν εἰκόνα κατασκευάσωσι τοῦ ἀοράτου Θεοῦ.
 [04587]  ᾔτησεν αὐτῷ τὰ οὐρανόθεν δωρούμενα ἀγαθά, τοὺς ἀπὸ τῆς γῆς παρεχομένους καρπούς·
000-00-00 Serial Number=0067290723
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02280]  Εἰ δὲ καὶ ἡττηθεὶς ἐν πολέμῳ, διὰ τὰς τολμηθείσας παρανομίας δορυάλωτος ὁ λαός σου γένοιτο, εἶτα δουλεύων εἰς αἴσθησιν ἔλθοι τῶν ἐπταισμένων, καὶ οἴκτου τυχεῖν ἱκετεύσοι εἰς τοῦτον τὸν ναὸν ἀποβλέπων, ἐπίβλεψον οὐρανόθεν ἐξ ἐκεί νου τοῦ ἀκηράτου ναοῦ σου, καὶ τὴν προγονικὴν αὐτοῖς ἐλευθερίαν προσευξαμένοις ἀπόδος.
 [03948]  Τὰ γὰρ ἱερεῖα κατέκαυσεν οὐ χειροποίητον πῦρ, ἀλλ' οὐρανόθεν καταπεμφθέν.
 [04073]  Τοῦ μέντοι Σολομῶντος προσ ευξαμένου, καὶ πέρας ἐπιτεθεικότος τῇ προσ ευχῇ, πῦρ κατενεχθὲν οὐρανόθεν τὰς προσενεχθεί σας θυσίας ἀνάλωσε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»