Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum οὐρίων [17]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum οὐρίων


000-00-00 Serial Number=0861844957
Commentaria in Isaiam Ante [Go Back]  
 [01996]  Ταῦτα τοίνυν εἰδότες ἐξιλεωσώμεθα τὸν κριτὴν τῇ τῶν ἐντολῶν αὐτοῦ φυλακῇ καὶ προφθάσωμεν τὸ πρόςωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα διαφύγωμεν αὐτῶν τῶν λυπηρῶν τὴν πεῖραν καὶ ὑπ' αὐτοῦ κυβερνώμενοι τόν τε παρόντα ἐξ οὐρίων διαπλεύσωμεν βίον καὶ εἰς τοὺς ἀπηνέμους αὐτοῦ καθορμίσωμεν λιμένας ἀνυμνοῦντες αὐτὸν καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ τὸ πανάγιον πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0562334418
De providentia orationes decem Ante [Go Back]  
 [00886]  Τί δήποτε, φασὶ, πλουτοῦσι μὲν τῶν ἀνθρώπων οἱ πονηρότατοι, καὶ μυρίοις πάντοθεν ἀγαθοῖς πε [83.645] ριῤῥέονται, καὶ ἐξ οὐρίων τὸν βίον ὁδεύουσι, καὶ λαμβάνουσιν ἀδικίας ἐφόδιον τοῦ πλούτου τὰ ῥεύ ματα;
 [01185]  Σὺ δὲ, σκάφος μὲν ὁρῶν ἐξ οὐρίων φερόμενον, καὶ τοὺς μὲν πλωτῆρας ἡσυχῆ καθημένους, τοὺς δὲ ναύτας, ἢ ταῖς κώπαις ἐρέττοντας, ἢ τὰς προτόνους ἕλκοντας, ἢ ἄλλο τι τῶν κελευομένων ἐργαζομένους, τὸν δὲ πρωρέα σκοπέλους καὶ βράχη καὶ σπιλάδας περισκο ποῦντα, καὶ τῷ κυβερνήτῃ μηνύοντα, τὸν δὲ κυ βερνήτην πᾶσιν ἐπιστατοῦντα, καὶ τοῖς πηδαλίοις τὸ σκάφος ἰθύνοντα, θαυμάζεις τὴν τάξιν, καὶ οὐ κε λεύεις εἶναι πάντας κυβερνήτας, οὐδὲ πᾶσι τὴν τῆς νηὸς ἡγεμονίαν πιστεύεις·
 [01454]  Καὶ οὐδὲ δουλεύων ἐξ οὐρίων ἠνέχθην, ἀλλὰ κἀνταῦθα μυρίαις περιπεσὼν τρικυ μίαις, δεσμωτήριον οἰκεῖν ἀναγκάζομαι.
 [01883]  Ὅτι δὲ τῆς εὐσεβείας οἱ τρόφιμοι, οὐκ ἐξ οὐρίων μόνον φερόμενοι, ἀλλὰ καὶ κλύδωνι καὶ χειμῶνι παλαίοντες, τὸν τῶν ὅλων ὑμνοῦσι Θεὸν, ἔστιν ἀκοῦσαι τοῦ μακαρίου βοῶν τος ∆αβὶδ, ἀνδρὸς ἐν πολέμοις τὸν βίον ἅπαν τα καταναλώσαντος, καὶ μυρίαις ὅσαις προσπα λαίσαντος συμφοραῖς·
 [01908]  Εἰ τοίνυν οἱ πᾶν εἶδος ἀρε τῆς συνειληχότες, καὶ τὴν ἀκροτάτην αὐτῆς κορυ φὴν κατειληφότες, οὐ μόνον οὐ δυσχεραίνουσι τῆς τοῦ βίου θαλάττης τὴν ζάλην, ἀλλὰ καὶ τοῦ ῥοθίου ζέοντος, καὶ πνευμάτων καὶ καταιγίδων προσρηγνυμένων, καὶ στροβίλων διακυκώντων τὸ πέλαγος, ὡς ἐξ οὐρίων φερόμενοι διετέλεσαν εὐφραινόμενοι, καὶ ἔργον ἦν αὐτοῖς, οὐ πολυπραγμονεῖν τὰ γινόμενα, ἀλλὰ τὸν κυβερνήτην ὑμνεῖν.
000-00-00 Serial Number=0749379218
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00149]  Οὗ δὴ χάριν τὸν τῶν ὅλων Θεὸν ἱκετεύομεν ἐπὶ πλεῖστον ὑμῶν τὴν ἁγιωσύνην ταῦτα κινεῖν τὰ πηδάλια, ἵν' ἐξ οὐρίων τὸ σκάφος τῆς Ἐκκλησίας ὁδεύῃ.
 [00330]  Καὶ γὰρ πεῖραν αὐτοῦ εἰλήφαμεν πλείονα, ἐπειδὴ καὶ τῆς ἡμετέρας πατρίδος κινεῖν τοὺς οἴακας εἴληχε καὶ παρὰ πάντα τὸν τῆς ἀρχῆς χρόνον ἐξ οὐρίων φέρεσθαι τὸ σκάφος σοφῶς κυβερνῶν παρεσ κεύασεν.
000-00-00 Serial Number=0760205269
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00143]  μᾶλλον δὲ χάριν ὁμολογήσωμεν, ὅτι φερόμενος ἐξ οὐρίων εἰς τοὺς ἀπηνέμους καθωρμίσθη λιμένας καὶ πεῖραν τῶν πικρῶν οὐκ ἔλαβε ναυαγίων, ὧν ὃδε ὁ βίος μεστός.
 [00459]  Ὡς ἐξ οὐρίων γὰρ φερόμενος, οὕτω τὸν Κυβερνήτην ὑμνεῖ, καὶ τοῦ χαλεποῦ κλύδωνος οὐ πεφρόντικεν·
 [00721]  Τὸν δὲ τῶν ὅλων ἱκετεύω ∆εσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες.
000-00-00 Serial Number=0699345767
Graecarum affectionum curatio Ante [Go Back]  
 [03318]  Καὶ ὁ τοῦ Πλάτωνος δὲ διδάσκαλος, ὁ Σωφρονίσκου Σωκράτης, οὐ τὸν πλούτῳ περιρ ρεόμενον καὶ ἐξ οὐρίων φερόμενον, ἀλλὰ τὸν δικαιοσύνῃ κοσμού μενον εὐδαίμονα εἰώθει καλεῖν·
000-00-00 Serial Number=0904568315
Historia ecclesiastica Ante [Go Back]  
 [00092]  Ἀλλ' ὁ παμπόνηρος καὶ βάσκανος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, οὐκ ἤνεγκεν ἐξ οὐρίων φερομένην τὴν ἐκκλησίαν ὁρῶν, ἀλλὰ τὰς κακομηχάνους ἐκίνει βουλὰς καταδῦσαι φιλονεικῶν τὴν ὑπὸ τοῦ ποιητοῦ καὶ δεσπότου τῶν ὅλων κυβερνωμένην.
000-00-00 Serial Number=0408468544
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01473]  Εἰ δέ τις τὸν παράνομον ἕλοιτο βίον, τοῦτον ἡγείσθω τρισάθλιον, κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν.
000-00-00 Serial Number=0975564241
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03575]  Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό [80.1444] μενοι.
000-00-00 Serial Number=0725387990
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03289]  Οὐ γὰρ ἐξ οὐρίων ἐφέροντο τῶν θείων Εὐαγ γελίων οἱ κήρυκες, ἀλλ' ὑπὸ Ἑλλήνων καὶ βαρβά ρων πολιορκούμενοι, καὶ τοῖς τῆς δυσσεβείας περικλυζόμενοι ῥεύμασιν, ἐκράτουν τῶν δυσμενῶν, καὶ τοὺς πλείστους μετέβαλλον, καὶ οἷόν τινας αἰχ μαλώτους προσῆγον τῷ βασιλεῖ, καὶ τούτου δουλείαν ἀσπάζεσθαι παρεσκεύαζον.
 [06723]  Οἱ γὰρ οὕτως σε, φησὶ, βλασφημοῦν τες, καὶ ἀδικίᾳ καὶ πονηρίᾳ συζῶντες, ἐξ οὐρίων φέρονται, καὶ παρὰ σοῦ δεξάμενοι τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐφόδιον ἔχουσι τῆς ἀδικίας τὴν εὐπρα ξίαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»