Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νυμφίου [86]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νυμφίου


000-00-00 Serial Number=0006261408
De incarnatione domini Ante [Go Back]  
 [00502]  ἐπειδὴ γὰρ ἐκ παρθενικῆς ἐβλάστησε μήτρας, καὶ παρθενίαν ἤσκησέ τε καὶ τοῖς λόγοις ἐξῆρε, καὶ τὴν ἀζυγίαν ἔργοις καὶ λόγοις ἐτίμησεν, ἵνα μή τις ἀκολασίαν εἶναι νομίζῃ τὴν συζυγίαν, καὶ ὡς παρανόμου τοῦ γάμου κατηγοροίη, τιμᾷ τὸν γάμον τῇ παρουσίᾳ, αὔξει τὴν τιμὴν τῇ τοῦ δώ ρου φιλοτιμίᾳ, λύει τοῦ νυμφίου τὴν ἀπορίαν, ἐκ πλήττει τοὺς συμπότας τῇ τοῦ καινοῦ πράγματος εὐοσμίᾳ, ἑαυτὸν διὰ τοῦ δώρου κηρύττει.
000-00-00 Serial Number=0700984478
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00266]  Καὶ ὁ μέγας δὲ Ἰωάννης, ὁ δείξας [81.45] τοῦ νόμου τὸ τέλος, καὶ τῆς χάριτος τὴν ἀρχὴν, ὁ μέσος τοῦ παιδαγωγοῦ καὶ τοῦ σοφοῦ διδασκάλου, ἐφ' οὗ ἡ σκιὰ τὸ σῶμα ἐδέξατο, Ὁ ἔχων, φησὶ, τὴν νύμφην νυμφίος ἐστὶν, ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ τῶν λόγων, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.
 [00280]  Εὑρίσκομεν γὰρ καὶ εὐθὺς τοῦ νυμφίου τε χθέντος χορὸν ἀγγελικὸν γαννύμενον, καὶ εὐφραινόμε νον, καὶ ὑμνοῦντα, καὶ βοῶντα·
 [00290]  ∆ιό μοι δοκεῖ τὰ σὺν τῷ νυμφίῳ τάγματα ἀγγέλων εἶναι τοῖς τοῦ νυμφίου νεύμασιν ὑπηρετούντων, καὶ τὴν νύμφην πάσης κηδεμονίας ἀξιούντων.
 [00294]  Τὸ δὲ Ἆσμα τῶν ᾀσμάτων, τὴν μυ στικὴν συνάφειαν τῆς νύμφης καὶ τοῦ νυμφίου διδά σκει·
 [00359]  Ταῦτα ἡ νύμφη λέγει προσευχομένη τῷ τοῦ νυμφίου Πατρί.
 [00375]  ∆ιδαχθεῖσα τοίνυν τοῦ νυμφίου τὸ κάλλος, τὴν ῥώμην, τὸν πλοῦ τον, τὴν βασιλείαν, τὸ κράτος ὃ κατὰ πάντων ἔχει, τὸ ἀΐδιον, τὸ ἀνώλεθρον, τὸ ἀτελεύτητον, ἱμείρεται ἰδεῖν τε αὐτὸν, καὶ περιπτύξασθαι, καὶ τὰ πνευματικὰ αὐτῷ ἀποδοῦναι φιλήματα.
 [00377]  σκοπείτω δὲ ὡς καὶ, ἐν τῷ μυ στικῷ καιρῷ, τοῦ νυμφίου τὰ μέλη δεχόμενοι, κατα φιλοῦμέν τε καὶ περιπτυσσόμεθα, καὶ τοῖς ὀφθαλμοῖς ἐπιτίθεμεν τῇ καρδίᾳ, καὶ οἱονεὶ περίληψίν τινα φανταζόμεθα νυμφικὴν, καὶ αὐτῷ συνεῖναι ἡγούμεθα, καὶ αὐτὸν περιπτύσσεσθαι καὶ καταφιλεῖν, τῆς ἀγά πης ἐκβαλλούσης τὸν φόβον, κατὰ τὴν θείαν Γραφήν.
 [00489]  Τρέχουσι τοίνυν αἱ νεανικὸν φρόνη [81.61] μα κεκτημέναι ψυχαὶ, καὶ τὸν ἁβρὸν καὶ ὑγρὸν καὶ χαῦνον βίον διαφυγοῦσαι, καὶ τὸν πόνον ἀντὶ τρυφῆς προελόμεναι, ὀπίσω τοῦ νυμφίου θελγόμεναι καὶ καλού μεναι τῇ εὐωδίᾳ τοῦ μύρου, καὶ οἱονεὶ ἀῤῥήτῳ δεσμῷ κατεχόμεναι.
 [00490]  Ταῦτα μὲν οὖν ἡ νύμφη, μηδέπω τοῦ νυμφῶνος ἀξιωθεῖσα, πρός τε τὸν τοῦ νυμφίου Πατέρα, καὶ πρὸς αὐτὸν τὸν νυμφίον ἐληλυθότα πρὸς αὐτὴν διεξέρχεται.
 [00491]  Ἀξιοῦται δὲ καὶ τῆς παστάδος, καὶ τῶν τοῦ νυμφίου θαλάμων τε καὶ ταμιείων, καὶ σεμνυνο μένη πρὸς τὸν οἰκεῖον λέγει χορόν·
 [00560]  Καὶ ὅπερ αὕτη τῷ νυμφίῳ ἔφη, τοῦτο αὗται τῇ νύμφῃ φασὶ, διὰ τὴν περὶ αὐτὴν εὔνοιαν καὶ στοργὴν, τοῦ νυμφίου τὴν εὔνοιαν ἐπισπώμεναι.
 [00620]  ∆ιὸ καὶ, μετὰ βραχὺ, κρίνον αὐτὴν ὁ νυμφίος ὀνομάζει, ὡς μήτε νήθου σαν, μήτε ὑφαίνουσαν, τὸν ἀφρόντιδα δὲ βίον μετ οῦσαν, καὶ ὑπ' αὐτοῦ τοῦ νυμφίου ἀμφιεννυμένην καὶ τρεφομένην.
 [00659]  ∆ειμαίνουσα γὰρ, καὶ ἀγωνιῶσα μὴ στερηθῇ τοῦ νυμφίου, καὶ ἑτέροις περιπέσῃ ποι μνίοις οὐχ ὑπ' αὐτοῦ ποιμαινομένοις, ἀλλ' ὑπὸ ἄλλων τινῶν ἑταίρων αὐτοῦ ὀνομαζομένων, οὐ κατὰ τὴν ἀξίαν οὐδὲ κατὰ τὸ κοινὸν τοῦ φρονήματος, ἀλλὰ
 [00665]  Τούτου χάριν ἀγωνιῶσα μαθεῖν ἐφίεται τοῦ νυμφίου τὸν τόπον, ἔνθα κατὰ τὸν τῆς μεσημβρίας καιρὸν κοιτάζει τὰ πρόβατα, ἵνα μὴ περιπέσῃ ταῖς τῶν καλουμένων ἑταίρων ἀγέλαις.
 [00674]  σχῆμα μὲν χριστιανικὸν καὶ ὄνομα περικείμενοι, καὶ ἐκκλησίας οἰκοδομοῦντες, καὶ θείας Γραφὰς πεπλανημένοις προβάτοις ἀναγι νώσκοντες, καὶ νέμοντες κακῶς τοὺς πειθομένους, καὶ ἑταῖροι τοῦ νυμφίου νομιζόμενοι, ἐπίβουλοι δὲ ὄντες καὶ ὀλέθριοι, καὶ δηλητήρια τοῖς προβάτοις ἀντὶ τῆς τροφίμου πόας ὀρέγοντες.
 [00711]  Ἐκ τῶν ἀποστολικῶν τοίνυν ῥημάτων τὰ μυστικὰ τοῦ Ἄσματος νοήσωμεν ῥή ματα, καὶ ἀκούσωμεν τοῦ νυμφίου λέγοντος, ὅτι Σὲ τὴν πλησίον μου γενομένην, καὶ διὰ τοῦτο πλησίον ὀνομαζομένην, καὶ ἐκ τοῦ πράγματος καρπουμένην τὸ ὄνομα, τῇ ἵππῳ μου ἐοικέναι φημὶ, ᾗ χρησάμενος τὸν νοητὸν Φαραὼ σὺν τοῖς ἅρμασιν αὐτοῦ κατεπόν τισα, καί σοι τὴν ἐλευθερίαν ἐδωρησάμην.
 [00735]  Τούτων ὑπὸ τοῦ νυμφίου ῥηθέντων, ἀποκρίνονται καὶ οἱ δορυφόροι τοῦ νυμφίου, καὶ ὑπηρέται, καί φασι τῇ νύμφῃ·
 [00743]  ἐπειδὴ μείζονα τοῦ νυμφίου τὰ δῶρα·
 [00747]  Εἰκότως τοίνυν ἔφασαν οἱ τοῦ νυμφίου διάκονοι·
 [00764]  Τούτων ἄνωθεν οὕτω ῥηθέντων ὑπὸ τῶν τοῦ νυμφίου διακόνων, πάλιν ἡ νύμφη φησί·
 [00769]  ἀλλὰ καὶ γυναῖκα προτέραν τοῦ νυμφίου τὴν Ἰουδαίων πληθὺν, λαβοῦσαν βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς, διὰ τὴν οἰκείαν ἀκολασίαν.
 [00791]  ∆ηλοῖ δὲ ἡ σμύρνα τοῦ νυμφίου τὸν θάνατον, καὶ τὴν ἐκεῖ θεν γενομένην εὐοσμίαν τῇ νύμφῃ.
 [00902]  σκιὰ δὲ τοῦ νυμφίου τὰ νῦν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι, κατὰ τὸν μακάριον Παῦλον, φαινόμενα·
 [00910]  καὶ μαρτυροῦσιν οἱ μεμυημένοι, τοῖς τοῦ νυμφίου μέλεσιν ἐντρυφῶντες.
 [00921]  ∆ιὰ τοῦτο καὶ ἀξιοῖ ἡ νύμφη εἰσελθεῖν εἰς τὸν οἶκον τοῦ οἴνου αὐτοῦ, καὶ παρακα λεῖ τοὺς τοῦ νυμφίου διακόνους λέγουσα·
 [00930]  Στηρίξατέ με ἐν μύροις, τουτέστι, Βε βαιώσατέ με τῇ τοῦ νυμφίου εὐοσμίᾳ, καὶ ὑπερείσατέ με, ἵνα μηδέν με σαλεύσῃ·
 [00931]  διαπαντός μοι τὴν εὐωδίαν ἐκείνην προσφέροντες, ἵνα μὴ λαβοῦσα λήθην τοῦ νυμφίου περὶ ἕτερα πλανηθῶ.
 [00933]  ἀντὶ τοῦ, Τοῖς καρποῖς με τοῦ νυμφίου φορτίσατε·
 [00955]  Γένοιτο καὶ ἡμᾶς πεῖραν μὲν τῆς κολαστικῆς αὐτοῦ δυνάμεως μὴ λαβεῖν, μηδὲ γεύσασθαι τῶν ἠπειλημένων τιμωριῶν, τῶν δὲ ἐπηγγελμένων ἀπολαῦσαι δωρεῶν, χάριτι καὶ φιλ ανθρωπίᾳ τοῦ νυμφίου Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰ ώνων.
 [00963]  ∆ιὸ καὶ ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἡ νύμφη διηγησαμένη τὴν τοῦ νυμφίου περίληψιν, ὅτι Εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλήν μου, καὶ εἰρη κυῖα, καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με, οὐκ ἀνέχεται μόνη ἐντρυφᾷν τῷ νυμφίῳ, οὐδὲ ἀποχρῆν ἡγεῖται μόνῃ τῶν ἱερῶν ἐκείνων ἀπολαύειν ἀγκαλῶν, ἀλλὰ καὶ τὰς νεάνιδας παρακαλεῖ·
 [00972]  Ἐν ἀπολαύσει τοίνυν ἡ νύμφη τοῦ νυμφίου γενομένη, καὶ πείρᾳ μαθοῦσα τὴν ἄῤῥητον ἐκείνην τρυφὴν, βοᾷ καὶ λέγει·
 [00981]  Μέτρον δὲ ποιεῖσθαι τῆς ἀγάπης, τοῦ νυμφίου τὸ βούλημα.
 [01001]  Ταῦτα ταῖς νεάνισι διαλεγομένη, καὶ εἰς τὴν ὁμοίαν αὐτὰς ἀγάπην προτρεπομένη, ἐν αἰσθήσει γίνεται τῆς τοῦ νυμφίου παρουσίας, καί φησι·
 [01008]  Οἶδε τοιγαροῦν ἡ νύμφη τὴν τοῦ νυμφίου φωνήν·
 [01009]  οἶδε διαφορὰν μοιχοῦ καὶ νυμφίου.
 [01048]  ∆ιδά σκει δὲ ἐνταῦθα ἡ νύμφη τὴν τῶν εἰδώλων κατά λυσιν ὑπὸ τοῦ νυμφίου γενομένην.
 [01067]  Ἀλλ' ἡ νύμφη νῦν τῆς ὥρας τοῦ νυμφίου διὰ τῶν θυρίδων ἀπολαύει.
 [01069]  Ὅταν ἐν νόμῳ Κυρίου μελετῶντες ἡμέρας καὶ νυκτὸς τοῖς θείοις ἐντρυφῶ μεν λόγοις, καὶ μετὰ κατανύξεως καὶ γνώσεως προσ έχωμεν τοῖς γεγραμμένοις, διανοίγομεν ἡμῶν τὰς θυρίδας, καὶ ὑποδεχόμεθα τοῦ νυμφίου τὸ πρόσωπον.
 [01273]  καὶ παρακαλεῖ καὶ τούτους ἀπολαῦσαι τῆς τοῦ νυμφίου παρουσίας·
 [01306]  Ἐνταῦθα γὰρ ἡ νύμφη, τοῦ νυμφίου πρὸς βραχὺ χωρισθέντος, ἐπιζητεῖ μὲν αὐτὸν ἐν τῇ κοίτῃ, καὶ τοῦτο οὐ μεθ' ἡμέραν, ἀλλὰ νύκτωρ·
 [01348]  Ὑπ ισχνεῖται τοίνυν ἡ νύμφη ἐπιλαβομένη τοῦ νυμφίου, μὴ καταλείψειν αὐτὸν, ἕως ἂν εἰς τὸν νυμφῶνα καὶ τὴν παστάδα τὴν εὐτρεπισμένην καταταυτὸν εἰσέλ θωσι.
 [01353]  δὶς γὰρ αὐταῖς ἐπιφέρει τοῦ τον τὸν ὅρκον, ἐνθεῖναι αὐταῖς θερμὴν τὴν ἀγάπην τοῦ νυμφίου προαιρουμένη.
 [01354]  Ταῦτα τῆς νύμφης εἰρηκυίας, καὶ κάλλος ἄῤῥητον ἐκ τῆς τοῦ νυμφίου περιλήψεως εἰληφυίας, ἐκπληττόμεναι αἱ θεῖαι δυνάμεις φασίν.
 [01393]  Οὕτω τῆς νύμφης τὸ κάλλος θαυμάσαντες, διηγοῦνται αὐτῇ τοῦ νυμφίου τὸν πλοῦτον, καί φασιν·
 [01425]  Κλίνην τοῦ νυμφίου τὰς θείας νοήσωμεν Γραφάς.
 [01482]  Τοιοῦτον εἶναι τὸ φορεῖον τοῦ βασιλέως ἀποδείξασαι, προτρέπουσι τὰς θυγατέρας Ἱερουσαλὴμ εἰς θεωρίαν ἐξελθεῖν τοῦ νυμφίου, ἰδεῖν τὸν προκείμενον αὐτῷ στέφανον, καί φασιν·
 [01508]  Οἱ τοίνυν ἐσθίοντες τοῦ νυμφίου τὰ μέλη, καὶ πίνοντες αὐτοῦ τὸ αἷμα, τῆς γαμικῆς αὐτοῦ τυγχάνουσι κοινωνίας.
 [01509]  ∆ιὰ τοῦτο τὰς θυγατέρας Σιὼν καὶ Ἱερουσαλὴμ προτρέπουσιν οἱ τοῦ νυμφίου διάκονοι, ὅτι Ἐξέλθετε, καὶ ἴδετε τὸν τῆς ἀγάπης αὐτοῦ στέφανον, ᾧ κατεκόσμησεν αὐτὸν παρὰ γνώμην ἡ τεκοῦσα αὐτὸν Ἰουδαία, καὶ ἐστεφάνωσεν αὐτὸν ἐν τῇ ἡμέρᾳ τῆς νυμφεύσεως αὐτοῦ.
 [01613]  καὶ ἐκεῖνος περὶ τοῦ νυμφίου φησίν·
 [01616]  Ἄμωμος [81.136] δὲ γέγονε καὶ καλὴ ἡ πλησίον τοῦ νυμφίου γενομένη καὶ τὰς ἐκεῖθεν μαρμαρυγὰς δεξαμένη, καὶ φωτοει δὴς ἐκ τοῦ φωτὸς γενομένη.
 [01623]  Ἐν μὲν οὖν τῷ τέλει τοῦ πρὸ τούτου συγγράμματος ἠκούσαμεν τοῦ νυμφίου τῆς νύμφης τὸ κάλλος θαυμάζοντος, καὶ ἑκάστῳ μορίῳ εὐφημίαν προσάγοντος, καὶ μετὰ ταῦτα ὅλην αὐτὴν, ὡς ἄμωμον ἐγκωμιάζοντος·
 [01837]  Κἂν γὰρ ὑπὸ τῆς φύσεως ἀναγκασθῶ μύσαι τοὺς ὀφθαλμοὺς, καὶ τὸν ὕπνον δέξασθαι, κατὰ διάνοιαν ἐγρήγορα, καὶ τὸν τῆς ῥᾳθυμίας ὕπνον οὐ καταδέχο μαι, τοῦ νυμφίου τὴν παρουσίαν προσμένουσα.
 [01845]  Μακάριος ὁ νυμφοστολούμενος, καὶ διακρίνειν ἐπιστάμενος φωνὴν μοιχοῦ καὶ νυμφίου μακάριος ὁ λέγων·
 [01850]  Ἐγρηγορυῖα τοίνυν ἡ νύμφη, καίτοι καθεύ δει τὸν σωματικὸν ὕπνον, ἐν ἀπολαύσει γίνεται τῆς φωνῆς τοῦ νυμφίου, καὶ τῶν κρουμάτων τῆς θύρας ἀκούει·
 [01933]  διδάσκει τοίνυν τὰς μα θητευομένας ὑπ' αὐτῆς ἡ νύμφη τὰ τοῦ νυμφίου ση μεῖα, καί φησιν αὐταῖς·
 [02094]  Μαθοῦσαι τοίνυν ἐκεῖναι τοῦ νυμφίου τὰ σημεῖα, πάλιν ἐπερω τῶσι καὶ πυνθάνονται, ποῦ πορεύεται, καὶ ποῦ ἐξ εδήμησε, καί φασι·
 [02202]  αἱ τοίνυν τοιαῦται ψυχαὶ τῆς νύμφης πληροῦσι τὸ σύνταγμα, αἱ μόνῳ τῷ πόθῳ τοῦ νυμφίου κατεχόμε ναι·
 [02208]  Εἰσὶ δὲ καὶ ἄλλοι ῥᾳθυμίᾳ συζῶντες, καὶ μήτε τῷ φίλτρῳ τοῦ νυμφίου κατεχόμενοι, μήτε τῷ πόθῳ τῆς βασιλείας ἑλκόμενοι, μήτε τῷ φόβῳ τῆς γεέννης νυτ τόμενοι, ἀμελέστερον τὰ καθ' ἑαυτοὺς οἰκονομοῦντες·
 [02228]  Ἐπειδὴ τοίνυν ταῦτα δεδοικότες, τοῖς θείοις ἠκολούθησαν νόμοις, καὶ οὔτε τῷ πόθῳ τῆς βασιλείας, οὔτε τῷ ἔρωτι τοῦ νυμφίου, εἰκότως ὀγδοήκοντα εἶ ναι λέγονται·
 [02238]  Ὑπερ αναβέβηκε γὰρ αὐτὰς, ὡς οὔτε διὰ μισθὸν, οὔτε διὰ φόβον κολάσεως, ἀλλὰ διὰ τὸν τοῦ νυμφίου πόθον τὴν ἄκραν μετιοῦσα φιλοσοφίαν.
 [02241]  εἰ δὲ καὶ τούτων ἀνάξιοι φανείημεν, ταῖς γε νεάνισιν ἐγκατα λεγῆναι, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν ἀνέπαφον διαφυλάξαι, καὶ μὴ παντελῶς στερηθῆναι τῆς τοῦ νυμφίου κοινωνίας, ἀλλ' ἀπολαῦσαι αὐτοῦ τῆς ὡραιό τητος χάριτι αὐτοῦ·
 [02261]  ἐνταῦθα δὲ οἱ τοῦ νυμφίου διάκονοι, διδαχθέντες παρ' αὐτοῦ τῆς νύμ φης τὴν εὐμορφίαν, τὴν εὐκοσμίαν, τὴν εὐπρέπειαν, καὶ ἀκριβέστερον αὐτὴν καταμαθεῖν προτραπέντες, ὑπὸ τῆς πολλῆς εὐθυμίας (ἐκέκρυπτο γὰρ αὐτῆς ἔτι τὸ ψυχικὸν κάλλος ἐν τῷ καλύπτρῳ τοῦ σώματος), βοῶσι·
 [02266]  Καὶ τοῦτο προορῶντες οἱ τοῦ νυμφίου διάκονοι, οὐ μόνον αὐτὴν ἀπεικάζουσιν ὄρθρῳ, ἀλλὰ καὶ καλὴν λέγουσιν ὡς σελήνην ἐκλεκτὴν, καὶ ὡς ἥλιον θάμβος ἐμποιοῦντα τοῖς ἐνατενίζειν αὐτῷ τολμῶσι·
 [02299]  Μετὰ τοὺς ἐπαίνους τῶν τοῦ νυμφίου διακόνων, τὰ καθ' ἑαυτὴν ἡ νύμφη διηγουμένη φησίν·
 [02350]  Τούτων ὑπὸ τῆς νύμφης ῥηθέντων, οἱ τοῦ νυμφίου διάκονοι ἀποκρίνονται, καί φασιν αὐτῇ·
 [02358]  Ὁρῶντες τοίνυν αὐτὴν οἱ τοῦ νυμφίου διάκονοι ὑπὸ τῶν ἁρμάτων ἐκείνων ἐλαυνομένην καὶ πολεμουμένην, παραθαῤ ῥύνοντες, φασίν·
 [02371]  Καὶ τοῦτο ἐνταῦθά φασιν οἱ τοῦ νυμφίου διάκονοι·
 [02401]  Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐ ρανῶν δέκα παρθένοις, αἵτινες, λαβοῦσαι τὰς λαμ πάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου.
 [02422]  Ἔλαβε δὲ τοῦτο τὸ πῦρ παρ' αὐτοῦ τοῦ νυμφίου.
 [02486]  Ὑψηλὸς γάρ ἐστι καὶ μετέωρος, καὶ τῆς ἄνωθεν εὐοσμίας ἀντιλαμβανόμενος, καὶ τῷ μύρῳ τοῦ νυμφίου προσδεδεμένος, καὶ βοῶν·
 [02536]  Ἐπείγεται τοίνυν ἡ νύμφη λαβεῖν παρὰ τοῦ νυμφίου τὰς τῶν εὐσεβῶν γο νῶν ἀφορμὰς, καί φησιν·
 [02639]  Ἐπὶ μὲν τοῦ νυμφίου φησὶν νύμφη, ἀδελ φιδοῦς μου λευκός·
 [02642]  Αὕτη δὲ μελανθεῖσα (παρ έβλεψε γὰρ αὐτὴν ὁ ἥλιος) ἐλευκάνθη, καὶ τῆς τοῦ νυμφίου λευκότητος μετείληφε.
 [02654]  Ἐπειδὴ τοίνυν ἡ σκιὰ τῶν μελλόντων ἀγαθῶν εἰσι τὰ ἐπὶ τοῦ παρόντος ἡμῖν δοθέντα, Ἄρτι γὰρ, φησὶν ὁ μακάριος Παῦλος, βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, ἐπόθησε δὲ ἡ νύμφη ἐν τῇ σκιᾷ τοῦ νυμφίου καθίσαι, τουτέστι τῷ δοθέντι νῦν ἀῤῥαβῶνι (μῆλον δὲ αὐτὸν προσηγόρευσε δι' ἃς ἔφημεν αἰτίας), ἀναγκαίως ὁ νυμφίος φησίν·
 [02746]  Πρὸς ταῦτα ἀποκρίνεται ἡ νύμφη θαῤῥοῦσα τῇ τοῦ νυμφίου φιλοτιμίᾳ καὶ εὐπορίᾳ·
 [02751]  τοὺς δὲ μαστούς μου, τουτέστι τὴν ἠθικὴν καὶ θεολογικὴν διδασκαλίαν, εἰς ὕψος ἤγειρε, καὶ πύργῳ παραπλησίαν ἀπέφηνεν, ἵν' ἐκεῖθεν πολεμοῦσα τοὺς τοῦ νυμφίου δυσμενεῖς κατα λύσω.
000-00-00 Serial Number=0242730796
Graecarum affectionum curatio Ante [Go Back]  
 [03725]  ἀλλ' ἐπειδὴ διὰ μόνην τὴν τοῦ νυμφίου φιλοτιμίαν ἀπολαύσας τῆς κλήσεως οὐκ ἤμειψε τὴν στολήν, [12.16] ἔπαθεν, ἅπερ ἔπαθεν.
000-00-00 Serial Number=0677245259
Historia religiosa Ante [Go Back]  
 [01015]  Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἀπῄει ὀψόμενος τόπους.
 [02354]  Τὸ γὰρ τοῦ νυμφίου φανταζόμεναι κάλλος εὐπετῶς μάλα καὶ ῥᾳδίως φέρουσι τοῦ δρόμου τὸν πόνον καὶ καταλαβεῖν ἐπείγονται τῶν ἀγώνων τὸ τέλος, ἐν ἐκείνῳ τὸν ἐρώμενον ἑστῶτα βλέπουσαι καὶ τῆς νίκης ὑποδεικνύντα τὸν στέφανον.
 [02707]  Τοῦτο καὶ ἡμεῖς τὸ φίλτρον δεξώμεθα, καὶ τῷ κάλλει τοῦ νυμφίου καταθελγόμενοι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐφιέμενοι, καὶ τὸ τῶν εὐεργεσιῶν ἐντρεπόμενοι πλῆθος, καὶ τὰς τῆς ἀχαριστίας δεδιότες εὐθύνας, ἀγαπῶντες δὲ φύλακες αὐτοῦ τῶν νόμων γενώμεθα.
000-00-00 Serial Number=0381941617
Interpretatio in Danielem Ante [Go Back]  
 [02511]  Ἰδοὺ ἐγὼ ἀποστέλλω, καὶ λήψομαι τὴν πα τριὰν τοῦ βοῤῥᾶ, τὸν Ναβουχοδονόσορ βασιλέα Βα βυλῶνος τὸν δοῦλόν μου, καὶ ἄξω αὐτὸν ἐπὶ τὴν γῆν ταύτην, καὶ ἐπὶ τοὺς κατοικοῦντας αὐτὴν, καὶ ἐπὶ πάντα τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν, καὶ ἐξερη μώσω αὐτοὺς εἰς ἀφανισμὸν, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν αἰώνιον, καὶ ἀφελῶ ἀπ' αὐτῶν φωνὴν χαρᾶς, καὶ φωνὴν εὐφροσύνης, καὶ φωνὴν νυμφίου, καὶ φωνὴν νύμφης, ὀσμὴν μύρου, καὶ φῶς λύχνου, καὶ ἔσται ἡ γῆ αὐτῆς πᾶσα εἰς ἀφανισμὸν, καὶ δουλεύσουσιν ἐν τοῖς ἔθνεσιν ἑβδομήκοντα ἔτη.
000-00-00 Serial Number=0680633307
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02442]  ταύ της γὰρ ἴδια φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης·
000-00-00 Serial Number=0233715951
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01867]  Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»