Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum νομίσας [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum νομίσας


000-00-00 Serial Number=0957111299
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01442]  Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, προὔργου νομίσας προσειπεῖν τὴν σὴν δι' αὐτῶν μεγαλοπρέπειαν καὶ τῆς ὑποσχέσεως ἀναμνῆσαι.
 [02269]  Ἐγὼ δὲ ἀδικεῖν νομίσας εἰ σιγήσαιμι καὶ μηδὲ χάριν ὁμολογήσαιμι, ἐπὶ τάδε ἦλθον τὰ γράμματα, δι' ὧν τὸ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὰς ὑπὲρ ἡμῶν εὐφημίας καὶ τῷ νικηφόρῳ καὶ φιλοχρίστῳ βασιλεῖ προσενεγκεῖν, καὶ τῇ θεοφι λεστάτῃ καὶ εὐσεβεστάτῃ Αὐγούστῃ·
000-00-00 Serial Number=0548019767
Graecarum affectionum curatio Ante [Go Back]  
 [01739]  Οὗ δὴ χάριν καὶ ὁ προφήτης ἐφ' οἷς μὲν κατέλαβεν, ὕμνησεν, ἐφικέσθαι δὲ τῶν ἐν ἡμῖν θεω ρουμένων ἁπάντων οὐ δυνηθείς, τὴν ἧτταν σαφῶς ὡμολόγησεν, ἀρκεῖν νομίσας εἰς ὑμνῳδίαν ἀξίαν τὴν τοιαύτην ὁμολογίαν.
000-00-00 Serial Number=0977870047
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01201]  Οὕτω καταθελχθεὶς ὁ πρεσβύτης, καὶ κοινωνὸν τῶν δογμάτων εὑρηκέναι νομίσας, τῇ ὁμολογίᾳ τὴν κατηγορίαν ἐκράτυνε.
000-00-00 Serial Number=0518092155
Historia ecclesiastica Ante [Go Back]  
 [00215]  Πολλὰ λέγειν ἔχων, ἀγαπητοί, παρέρχομαι, φορτικὸν εἶναι νομίσας διὰ πλειόνων διδασκάλους ὁμόφρονας ὑπομιμνήσκειν.
 [00269]  Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ' ἕκαστον ἐπ' ἀκριβείας γράφειν φορτικόν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν.
 [02515]  τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχου σαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον.
 [02729]  παραυτὰ σκάφους ἐπιβῆναι προστάξας, αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος (πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάκρισιν κατ' αὐτῶν ὥρισε) γυμνὸν ἐπιδεικνύ μενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας, οὕτω δὴ οὖν ἀποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν τι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, [257] τῆς θαλάττης ἐπαφριζούσης καὶ δυσχερῶς οἶμαι δι' αὐτὸ τοῦτο φερούσης καὶ μὴ βουλομένης, ἵν' οὕτως εἴπω, δι' ὑποδοχῆς τῶν ἀνδρῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι·
 [03271]  ὁ δὲ βασιλεύς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν·
 [03467]  ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν.
 [03726]  εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα·
000-00-00 Serial Number=0095606983
Historia religiosa Ante [Go Back]  
 [00755]  Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον τοσαύτην ὠφέλειαν παραδοῦναι σιγῇ τοῖς ἀγνοοῦσι προτέθηκα τὸ διήγημα καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης περιποιούμενος κέρδος.
 [01588]  [19.1] Ἀδικεῖν νομίσας τὴν ἀρετὴν εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς ἐσομένοις μὴ γνωρίσαιμι, ἀλλ' ὑπὸ τῆς λήθης χωννυμένην περιΐδοιμι, ἐν κεφαλαίῳ ποιήσομαι τὴν διήγησιν.
000-00-00 Serial Number=0706019044
Interpretatio in Danielem Ante [Go Back]  
 [01177]  ἀδικεῖν δὲ νομίσας ἅπαντας τοὺς ἀνθρώπους, εἰ κρύψειε Θεοῦ τὴν προμήθειαν, δι' ἐπιστολῆς πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ὑπηκόοις ἐξηγεῖται τήν τε προτέραν εὐημερίαν, καὶ συμβᾶ σαν δυσκληρίαν·
000-00-00 Serial Number=0033413231
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01126]  [Ὡς ὁ λέων ἐν τῷ σπηλαίῳ ἀεὶ ἐνεδρεύει ἁρπάσαι, οὕτω καὶ ὁ διάβολος ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ὡς ἐν μάνδρᾳ ἐθήρευσε τὸν Χριστὸν, νομίσας αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι.] Ἐν τῷ αὐτὸν κατακυριεῦ σαι τῶν πενήτων.
000-00-00 Serial Number=0012839556
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02612]  ἀλλὰ καὶ τὴν διὰ θαλάσσης φυγὴν ἐποιή σατο, νομίσας ὅτι τάχιστα τῆς τοιαύτης ὑπουργίας ἀπαλλαγήσεται.
000-00-00 Serial Number=0877233922
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [02212]  καίτοι νομίσας ὁ Ἀσσύριος, ὅτι κατὰ τὰς ἐπιτυχίας τῶν χρησμῶν, οὓς εἴληφε παρὰ τῶν θεῶν αὑτοῦ διὰ τῶν μάντεων, πρίζει καὶ πατάσσει τὰ ἑλληνικὰ ἔθνη, τὰ ὁμοίως αὐτῷ τῇ πεποιθήσει τῶν χρησμῶν συμβεβληκότα αὐτῷ εἰς πόλε μον καὶ ἀποτετυχηκότα τῆς διὰ τῶν χρησμῶν ἐλπίδος, τοῦ θεοῦ συγχωρήσαντος ἐπιτυχεῖν μὲν τὸν Ἀσσύριον τῶν χρησμῶν, ἀπο τυχεῖν δὲ τὰ ἔθνη·
000-00-00 Serial Number=0813530803
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01515]  εἶτα νομίσας ὁ Ἰωσὴφ ἐξ ἀγνοίας δεδρακέναι τοῦτο τὸν Ἰακὼβ καὶ τοπάσας τοῦ πάθους εἶναι τῶν ὀφθαλμῶν τὴν αἰτίαν, καὶ εἰρηκώς·
 [03621]  καὶ τίς ἂν δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς , καὶ ὁ πανεύφημος δὲ Ἰησοῦς οὐ τοῦ φθόνου τὸ πάθος ἐδέξατο, ἀλλ' αὐθάδειαν καὶ τυραννίδα τὸ πρᾶγμα νομίσας, τοῖσδε τοῖς λόγοις ἐχρήσατο.
 [03828]  Ἐπειδὴ τῶν ἀπαγγελθέντων χρημάτων ὁ Βαλαὰμ ἐρασθείς, ἤρετο πάλιν, εἰ χρὴ τοῖς ἀποσταλεῖσιν συναπελθεῖν, νομίσας μεταμελείᾳ κεχρῆσθαι τὸν δεσπότην Θεόν, ἐπέτρεψεν ἀπελθεῖν, μονονουχὶ λέγων·
000-00-00 Serial Number=0603700221
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03081]  ∆ιαβῆναι βουληθεὶς τὸν Ἰορδάνην ὁ προφήτης ἐμι μήσατο τὸν διδάσκαλον, καὶ τῇ μηλωτῇ τὸ ὕδωρ ἐπά ταξεν οὐδὲν εἰρηκὼς, ἀλλ' ἀποχρῆν νομίσας εἰς θαυ ματουργίαν τὴν μηλωτήν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»