Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum λυπηρῶν [31]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum λυπηρῶν


000-00-00 Serial Number=0051346779
Commentaria in Isaiam Ante [Go Back]  
 [01996]  Ταῦτα τοίνυν εἰδότες ἐξιλεωσώμεθα τὸν κριτὴν τῇ τῶν ἐντολῶν αὐτοῦ φυλακῇ καὶ προφθάσωμεν τὸ πρόςωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα διαφύγωμεν αὐτῶν τῶν λυπηρῶν τὴν πεῖραν καὶ ὑπ' αὐτοῦ κυβερνώμενοι τόν τε παρόντα ἐξ οὐρίων διαπλεύσωμεν βίον καὶ εἰς τοὺς ἀπηνέμους αὐτοῦ καθορμίσωμεν λιμένας ἀνυμνοῦντες αὐτὸν καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ καὶ τὸ πανάγιον πνεῦμα νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [03462]  Οἱ ἐξαπίνης ἀντὶ τῶν λυπηρῶν τὰ θυμήρη δεχόμενοι καὶ τὴν ἡμέραν λαμπροτέραν ὁρῶσι καὶ τὸν ἥλιον πολλῷ τοῦ συνήθους φανότερον·
000-00-00 Serial Number=0267327487
De providentia orationes decem Ante [Go Back]  
 [01249]  Ἐν τούτοις ὁ ταύτης υἱὸς, ἅτε δὴ ταύτης υἱὸς, ὁ μέγας Ἰακὼβ, εἴκοσι διετέλεσεν ἔτη, ποιμαίνων καὶ θηρίοις παλαίων, καὶ τῶν τῆς ἀκτῖνος λυπηρῶν ἀνεχόμενος, καὶ ὕπνου κόρον λαβεῖν οὐδὲ νύκτωρ δυνάμενος·
000-00-00 Serial Number=0876404405
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00203]  Ἐπειδὴ δὲ τῆς εὐθείας ἐξετράπημεν τρίβου καὶ τῶν θείων κατεφρονή σαμεν ἐντολῶν, ἀναγκαίως ὀδυνηρῷ προσεκληρώθημεν βίῳ, ἵνα τῶν λυπηρῶν τὰς αἰτίας ἀνερευνῶντες, καὶ μητέρα τούτων τὴν ἁμαρτίαν εὑρίσκοντες, φεύγωμεν μὲν ταύτην ὡς πολεμίαν, τοὺς δὲ θείους ἀσπαζώμεθα νόμους.
000-00-00 Serial Number=0465616524
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00113]  κἂν αὐτὸς ἡμῖν παρῇ, τῶν λυπηρῶν ἁπάντων ὡς ἀθυρμάτων καταφρονοῦμεν.
 [00132]  Τὸν μέγιστον ἐκεῖνον καὶ ἀδαμάντινον πύργον, τὸν Ἰώβ φημι, τὸν γενναῖον τῆς ἀρετῆς ἀθλητήν, οὐδὲ ἡ τῶν συχνῶν καὶ παντοδαπῶν λυπηρῶν κατέσεισε προσβολή, ἀλλὰ μᾶλλον ἀκίνητόν τε καὶ ἄμαχον ἔδειξεν.
 [01055]  Καὶ τῶν ἐνταῦθα δὲ λυπηρῶν τὸ τοῦ ∆εσπότου Χριστοῦ δικαστήριον ἡμῖν φοβερώτερον·
000-00-00 Serial Number=0886151552
Eranistes Ante [Go Back]  
 [02282]  μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων.
000-00-00 Serial Number=0747532308
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01292]  Πολλάκις γὰρ, ὡς εἰκὸς, ἱκετεύσας, καὶ ἀπαλλαγὴν τῶν λυπηρῶν αἰτήσας, οὐκ ἔτυχε τῆς δεήσεως·
000-00-00 Serial Number=0731932521
Historia ecclesiastica Ante [Go Back]  
 [02556]  Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκη θέντων οὐκ εἴασε λυπηρῶν·
000-00-00 Serial Number=0260604441
Interpretatio in Danielem Ante [Go Back]  
 [00145]  οἱ δὲ Βαβυλώνιοι, ἡνίκα μὲν ἐτί μησαν, ὡς ἐνόμισαν, τὰ σκεύη, ἀνθρωπείας μὲν αὐτὰ χρήσεως ἔξω πεποιηκότες, τοῖς ὑπ' αὐτῶν δὲ προσκυνουμένοις ἀνατεθεικότες θεοῖς, τῶν λυπηρῶν οὐδαμῶς ἐπειράσθησαν.
 [00854]  Εἶτα ὑποδείκνυσι τῷ Θεῷ τὴν κατέχουσαν συμφορὰν, οὐχ ὡς ἀγνοοῦντα διδάσκων, ἀλλὰ τῇ διηγήσει τῶν λυπηρῶν εἰς φιλ ανθρωπίαν ἐκκαλούμενος.
 [01452]  Λαβὼν γὰρ πεῖραν τῶν λυπηρῶν, εἶτα τούτων ἀπαλλαγεὶς, αἰνῶ καὶ ὑμνῶ τὸν ταῦτά μοι κἀκεῖνα λυσιτελῶς ἐπαγαγόντα, καὶ λίαν σοφῶς·
 [03116]  ἄλλως τε δὲ οὔτε συνέβη τι λυπηρῶν διὰ τούτων Ἰουδαίοις.
000-00-00 Serial Number=0666471004
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00075]  Οὗ δὴ χάριν τὸ μὲν ἐκριζοῦν καὶ καταλύειν ἐπὶ τῶν λυπηρῶν τέθεικε·
 [00737]  Προλέγει δὲ τῶν λυπηρῶν τὴν αἰτίαν ὅτι παρανομοῦντες καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γιγνόμενοι ἐθρα σύνοντο, καὶ κρείττους ἔσεσθαι τῶν λυπηρῶν ὑπ ελάμβανον.
 [01428]  Ὁ δὲ θεῖος λόγος οὐ τοῦτο ὑπέσχετο, ἀλλ' ὅτι Κρείττων ἔσῃ τῶν λυπηρῶν·
 [01447]  Οὐ μάτην μέντοι συνεχώρη σεν ὁ Θεὸς τὸν προφήτην πειραθῆναι τῶν λυπηρῶν·
 [01948]  Σὺ γὰρ ἡμῖν παρέξεις τῶν λυπηρῶν τὴν ἀπαλλαγήν·
 [04757]  Τρυφεροὺς καλεῖ τοὺς ἐν εὐπορίᾳ καὶ πλούτῳ, ὡς πεῖραν οὐκ ἔχοντας τῶν λυπηρῶν·
000-00-00 Serial Number=0160724342
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03611]  Ὥστε κἂν διαφόροις συμ φοραῖς περιπέσῃ, δίκην αὐτὸν ὑδάτων περικλυζού σαις, περιγενέσθαι τούτων καὶ κρείττονα δειχθῆναι τῶν λυπηρῶν.
000-00-00 Serial Number=0479905248
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02975]  Ἀρκεῖ γάρ σου καὶ μόνον ἡ ἐπιφάνεια, σκεδάσαι τὸ νέφος τῶν λυπηρῶν.
 [05241]  Ἀκάνθας γὰρ, ἔφη, καὶ τριβόλουσ[, ἀνατελεῖ σοι·] τὴν τῶν λυπηρῶν ἀποβολὴν διὰ τῆς εὐδο κίας ὁ προφητικὸς παρεδήλωσε λόγος, [καὶ τῆς φύσεως ἁπάσης τὴν ἀνανέωσιν.] [80.1548] Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ.
000-00-00 Serial Number=0304039776
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00748]  Οὐ μόνον δὲ αὐτὸν ἐλευθερώσω τῶν λυπηρῶν, ἀλλὰ καὶ περίβλεπτον ἀπεργάσομαι.
 [03494]  Λέγει τοίνυν, ὅτι καὶ ἀγνοοῦσιν ὑποδείξει τὴν ἀλήθειαν, καὶ ἐν τῇ τῶν λυπηρῶν προσβολῇ τὴν οἰκείαν ἐπικουρίαν ὀρέξει.
 [04880]  Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν, καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν.
000-00-00 Serial Number=0924104452
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02395]  Ἀπειλεῖ δὲ ἔστιν ὅτε καὶ τὰ χαλεπὰ, καὶ μεταβαλλόμενοι τῷ φόβῳ τῶν ἀπειλῶν οἱ διὰ τὴν σφετέραν παρανομίαν ταύτας δεξάμενοι, πεῖραν τῶν λυπηρῶν οὐ λαμβάνουσι.
 [05846]  ὧν καταφρονοῦντες, καὶ διὰ καρτερίας τῶν λυπηρῶν ἁπάντων περιγιγνόμενοι, εἰλικρινῆ μοι καὶ γνησίαν δείξουσι τὴν διάθεσιν.
000-00-00 Serial Number=0474005640
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01702]  ἡδύνει γὰρ τὴν ψυχὴν πρὸς ζέοντα πόθον τοῦ ἐν τοῖς ᾄσμασιν ᾀδομένου, κοιμίζει τὰ ἐκ τῆς σαρκὸς ἐπανιστάμενα πάθη, τοὺς ὑπὸ τῶν ἀοράτων ἐχθρῶν ἐμβαλλομένους ἡμῖν λογισμοὺς ἀπωθεῖται, ἀρδεύει τὴν ψυχὴν πρὸς [111] καρποφορίαν παντοίων ἀγαθῶν, γενναίους πρὸς τὴν ἐν τοῖς δεινοῖς καρτερίαν τοὺς ἀγωνιστὰς ἐργάζεται τῆς εὐσεβείας, πάντων τῶν ἐν τοῖς βιωτικοῖς λυπηρῶν ἰαματικὸν γίνεται τοῖς εὐσεβέσι, μά χαιραν τοῦτο ὁ Παῦλος τοῦ πνεύματος ὀνομάζει, ἐν ᾧ κατὰ τῶν ἀοράτων πολεμίων ὁπλίζει τοὺς ὁπλίτας τῆς εὐσεβείας·
000-00-00 Serial Number=0531516433
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04539]  Οὗτος μέντοι διὰ τὴν εὐσέβειαν αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, ἀλλὰ πρὸ τῆς ἐφόδου τῶν πολεμίων τοῦ βίου τὸ τέλος κατέλαβε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»