Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κυβερνήτην [15]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κυβερνήτην


000-00-00 Serial Number=0241632283
De incarnatione domini Ante [Go Back]  
 [00014]  Καὶ πρὸς τούτοις, νοῦν ἔδωκεν ἡγεμόνα καὶ κυβερνήτην, σοφίας πληρώσας, τέχνης ἁπάσης καὶ ἐπιστήμης ἐμπλήσας, καὶ λογικὸν ἀπέφηνε τὸ πήλι νον ἄγαλμα, καὶ οἰκείαν εἰκόνα πεποίηκε τὸν χοϊκὸν ἀνδριάντα, τὸ ἀρχικὸν καὶ αὐτοκρατορικὸν καὶ δη μιουργικὸν τῇ νοερᾷ ψυχῇ καὶ ἀθανάτῳ δωρησάμε νος.
 [00314]  τὸν δὲ νοῦν τὸν ἀόρατον, τὸν ἀθάνατον, τὸν ἡγεμόνα τοῦ ζώου, τὸν κατ' εἰκόνα θείαν γεγενημένον, τὸν ἀφθαρσίᾳ τετι μημένον, τὸν τοῦ σώματος ἡνίοχον καὶ κυβερνήτην καὶ μουσικὸν, δι' ὃν οὐκ ἄλογος ἡ ἀνθρωπεία φύσις, ἀλλὰ σοφίας καὶ τέχνης καὶ ἐπιστήμης ἀνάπλεως, τοῦτον ἀπεῤῥίφθαι κάτω, καὶ τῆς τοῦ σώματος μὴ μεταλαγχάνειν τιμῆς·
000-00-00 Serial Number=0534178495
De providentia orationes decem Ante [Go Back]  
 [00098]  ἀλλ' ἐκ γειτόνων ἀλλήλοιν οἰκοῦντες, τὰς πολεμίας κρύπτουσιν ἐνεργείας, καὶ τῷ τοῦ πεποιηκότος λόγῳ πεισθέντες, τὴν δι' αἰῶνος φιλίαν ἐσπείσαντο, καὶ ταῦτα ἄψυχα ὄντα, καὶ νοῦν κυβερνήτην οὐκ ἔχοντα, ἀλλ' ὅμως μένει τὸν ἐξ ἀρχῆς ὅρον φυλάττοντα.
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
 [00442]  Τοῦτον ἔχων ἡγεμόνα, καὶ κυβερνήτην, καὶ ἡνίοχον, τῶν θείων δωρεῶν οὐκ αἰσθάνῃ·
 [00909]  Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστρι ζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολού μενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυ ρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγε μόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν ∆εσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπι θυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πε ποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύ χιον ἐργαζομέναις;
 [01142]  Ἐπειδὴ γὰρ ἡ φύσις πρὸς τὸ χεῖρον ἐξώκειλε, καὶ ὁ νοῦς τοῖς πάθεσι περικλυσθεὶς, ὑποβρύχιός τε γενόμενος, οἷόν τι σκάφος ἀνερμάτιστον, ἀτάκτως φέρεσθαι τὸ σῶμα κατέλιπεν, ἀναγκαίως ἐδεήθημεν νόμων, καθάπερ τινὸς ἀγκύρας, ἱστώσης τὸ σκάφος, καὶ τὴν ἐπὶ πρόσω φορὰν κωλυούσης, καὶ συγχωρούσης ἀναδῦναι τὸν κυβερνήτην, καὶ τῶν οἰάκων ἐπιλαβέ σθαι.
 [01881]  [83.744] γέμον ἀβελτηρίας, μᾶλλον δὲ μανίας ἐσχάτης, αὐτοὺς μὲν ἐκείνους διὰ τρικυμιῶν πλέοντας, καὶ ὑπὸ καταιγίδων βαλλομένους, καὶ μετὰ πολλῆς δυσ κληρίας τὸν βίον ὁδεύοντας, τὸν κυβερνήτην ὑμ νεῖν·
 [01908]  Εἰ τοίνυν οἱ πᾶν εἶδος ἀρε τῆς συνειληχότες, καὶ τὴν ἀκροτάτην αὐτῆς κορυ φὴν κατειληφότες, οὐ μόνον οὐ δυσχεραίνουσι τῆς τοῦ βίου θαλάττης τὴν ζάλην, ἀλλὰ καὶ τοῦ ῥοθίου ζέοντος, καὶ πνευμάτων καὶ καταιγίδων προσρηγνυμένων, καὶ στροβίλων διακυκώντων τὸ πέλαγος, ὡς ἐξ οὐρίων φερόμενοι διετέλεσαν εὐφραινόμενοι, καὶ ἔργον ἦν αὐτοῖς, οὐ πολυπραγμονεῖν τὰ γινόμενα, ἀλλὰ τὸν κυβερνήτην ὑμνεῖν.
000-00-00 Serial Number=0375228822
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00908]  Εὐθὺς γὰρ ἤν τινα ἴδωμεν ἐξ ἐκείνων ἀφιγμένον τῶν πόλεων, αἳ τῆς θαλάττης εἰσὶν ἀγχι τέρμονες, τὴν Κύπρον καὶ τὸν ταύτης ἄριστον κυβερνήτην εἰς μέσον ὁ λόγος προφέρει, καὶ γαννύμεθα τὸ σὸν ἀκούοντες κλέος.
000-00-00 Serial Number=0633510947
Graecarum affectionum curatio Ante [Go Back]  
 [01353]  Ὅταν τοίνυν τούτων ἕκαστον ἴδωμεν, καὶ τὸν μὲν ἥλιον νῦν μὲν τὰ βόρεια, νῦν δὲ τὰ νότια, ἄλλοτε δὲ τὰ μέσα τοῦ οὐρα νοῦ διαθέοντα, καὶ τὴν σελήνην αὐξομένην καὶ φθίνουσαν, καὶ τοὺς ἀστέρας κατὰ καιρὸν ἀνίσχοντάς τε καὶ δυομένους καὶ ἀμήτου καιρὸν καὶ σπόρου σημαίνοντας καὶ τοῖς ναυτιλλομένοις χειμῶνα καὶ γαλήνην μηνύοντας, μὴ ταῦτά γε, ὦ φίλοι ἄνδρες, θεοποιή σωμεν, ἀλλὰ τὸν τούτων ποιητὴν καὶ δημιουργὸν καὶ κυβερνήτην ἀνυμνήσωμεν καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ἐκδημή [4.66] σωμεν.
 [01745]  καὶ οἱ μὲν τῶν γινομένων ἕκαστον ὑπεράγανται καὶ τὸν τῶν ὅλων ὁρῶσι κυβερνήτην ἄριστά γε ἰθύνοντα καὶ τὴν ἐπὶ τοῖς οἴαξι φαινομένην εὐφημοῦσι σοφίαν, οἱ δὲ τοῖς γινομένοις ἅπασι νε μεσῶσι, καὶ τῶν δρωμένων αὐτοῖς οὐδὲν τὸ παράπαν ἀρέσκει, ἀλλὰ καὶ πλούτου κατηγοροῦσι καὶ κωμῳδοῦσι πενίαν καὶ μέμφον ται νόσῳ καὶ τοὺς ὑγιαίνοντας δυσχεραίνουσι, καὶ ξυλλήβδην εἰπεῖν οὐδὲν αὐτοὺς ἥδει τῶν γινομένων, οὐκ εὐκληρία, οὐ δυσκληρία, ἀλλὰ καὶ τὴν εὐετηρίαν καὶ τὴν τῆς γῆς δυσκολαί νουσιν ἀκαρπίαν, καὶ ὁμοίως αὐτοὺς ἀνιᾷ καὶ πολυπαιδία καὶ ἀπαιδία καὶ εἰρήνη καὶ πόλεμος.
000-00-00 Serial Number=0701865256
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02027]  Οὐ μό νον δὲ δημιουργὸν οἶδε τὸν τῶν ὅλων Θεὸν, ἀλλὰ καὶ κηδεμόνα καὶ πρύτανιν, καὶ κυβερνήτην τῶν ὅλων.
 [02040]  Ἀνοίας γὰρ ἐσχάτης, τοῦ Θεοῦ κυβερνῶντος, ἕτερον τῷ σκάφει τῆς οἰκουμένης ἐπεισαγαγεῖν κυβερνήτην.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»