Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κτίσιν [78]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κτίσιν


000-00-00 Serial Number=0343484581
Commentaria in Isaiam Ante [Go Back]  
 [00051]  Οὐρανὸν δὲ καὶ γῆν εἰς μαρτυρίαν οὐχ ὡς ἐμψύχους καλεῖ ἀλλ' ὡς πᾶσαν τὴν ὁρωμένην περι έχοντας κτίσιν καὶ ἐπὶ πλεῖστον διαρκοῦντας.
 [02693]  Ἐπειδὴ γὰρ πᾶσαν τὴν κτίσιν ἐθεοποίησαν, ἀπὸ τῶν λαμπροτάτων μορίων τῆς κτίσεως ὑπέδειξε τὴν παντελῆ τῆς πλάνης κατάλυσιν.
 [03280]  Ἀληθῶς ἦσαν ἐν σκότῳ καὶ ὁμίχλῃ καθήμενοι τὴν κτίσιν ὁρῶντες καὶ τὸν ταύτης ποιητὴν ἀγνοοῦντες, ἀλλ' ὅμως καὶ οὗτοί φησιν ὄψονται τῆς ἀληθείας τὸ φῶς.
 [04468]  ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἢ ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς ὁ προφητικὸς λόγος ὡς αὐτὸς μὲν ὁ τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχει τῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης , ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχε σθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων.
 [04755]  Οὐ γὰρ μόνον ἐποίησεν ὁ θεὸς τὴν κτίσιν, ἀλλὰ καὶ τὸ διαρκὲς αὐτῇ δέδωκε, καὶ ὅσο ν αὐτὸς βούλεται διαμένει χρόνον.
 [05137]  προμηνύων τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης καλεῖ, οὐκ ἐπειδὴ ἔμψυχα τα ῦτα, ἀλλ' ἐπειδὴ καὶ ἀθυ μούντων ἡμῶν σκυθρωπὰ δοκεῖ φαίνεσθαι καὶ γεγηθότων εἰκότως φαιδρότερα, οὐκ αὐτὰ μεταβαλλόμενα ἀλλ' ἡμῖν οὕτω φαινόμενα.
 [05183]  λόγῳ γὰρ καὶ τὴν κτίσιν παρήγαγον.
 [05242]  Εἶτα δεικνὺς τὴν τῶν προηγορευμένων ἀλήθειαν πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐ φρο σύνης καλεῖ·
 [05622]  Καὶ δημιουργός εἰμι πάντων καὶ δεσπότης καὶ μάλα μοι ῥᾴδιον καὶ τὴν ἄψυχον καλέσαι καὶ παραστῆσαί μοι κτίσιν.
 [05817]  Ἐκάλεσε δὲ πάλιν τὴν κτίσιν εἰς κοινωνίαν τῆς εὐφροσύνης, ἐπειδὴ καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρειν ὁ κύριος ἔφη τῶν ἀγγέλων τοὺς δήμους.
 [07902]  Ὥσπερ ἅπασαν τὴν ὁρωμένην μεταβαλὼν κτίσιν καινὴν ἀπεργάσομαι, οὕτως ὑμῶν ἀείμνηστον φυλάξω τὸ γένος, οὐχ ὑμῶν δὲ μόνων ἀλλὰ καὶ τῶν δι' ὑμῶν πεπιστευκότων.
000-00-00 Serial Number=0296858907
De incarnatione domini Ante [Go Back]  
 [00586]  ἡ δὲ οἰκονομία, οὐ πρὸ τῆς κτίσεως, οὐδὲ εὐθὺς μετὰ τὴν κτίσιν, ἀλλ' ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐγένετο·
000-00-00 Serial Number=0757475674
De providentia orationes decem Ante [Go Back]  
 [00099]  Κυβερνᾷ γὰρ τὴν κτίσιν ὁ Ποιητὴς, καὶ οὐ κατέλιπεν ἀκυβέρνητον ὃ πεποίηκε σκάφος, ἀλλ' αὐτὸς ὢν καὶ ναυπηγὸς, καὶ τῆς ὕλης φυτουργὸς, καὶ κατὰ ταὐτὸν τήν τε ὕλην δημιουργήσας, καὶ τὸ σκάφος ὑφάνας, κατέχων δια τελεῖ τὰ πηδάλια.
 [00103]  καὶ καθάπερ τὰ βρέφη τὸ πρῶτον τοῦ βαδίζειν ἀρξάμενα, τῆς δεξιᾶς σου λαβόμενοι, κατὰ βραχὺ τὴν κτίσιν περι νοστῆσαι παρασκευάσωμεν.
 [00117]  Ἀλλὰ τέως περὶ τῶν νεφῶν μηδὲν ἀκοῦσαι ποθήσῃς, μηδὲ δρα μεῖν ἐθελήσῃς, οὐδέπω βαδίζειν μεμαθηκὼς, ἀλλὰ κατὰ βραχὺ τὴν κτίσιν ὁδεύων, μάθε τῆς εὐσεβείας τὸν δρόμον.
 [00212]  Ἐναργῶς γὰρ καὶ οὗτοι, καὶ λίαν προφανῶς, τὸν ἁπάντων ∆εσπότην ὁρῶντες ἣν ἐποίη σεν ἰθύνοντα κτίσιν, καὶ πάντα ἐν ῥυθμῷ καὶ τάξει ἄγοντά τε καὶ φέροντα, καὶ τὴν ἁρμονίαν ἑκά στῳ τῶν γινομένων ἐμπρέπουσαν, κάλλος ὁμοῦ καὶ χρείαν ἐν ἁπάσῃ θεωροῦντες τῇ κτίσει, καὶ ἐν ἑκά στῳ δὲ μορίῳ ταύτης ἄμφω ταῦτα διαλάμποντα, ἑκόντες τυφλώττουσι, μᾶλλον δὲ ὁρῶντες ἀναισχυν τοῦσι, καὶ τὰ δῶρα τῆς Προνοίας λαμβάνοντες, οἷς λαμβάνουσι λοιδοροῦνται, καὶ δι' ὧν ἀπολαύουσι, τῷ Κηδεμόνι πολεμοῦσιν.
 [00277]  Οὐ γὰρ ἄλλου τινὸς ἀναγκάζοντος ἐπὶ τὴν δημιουργίαν ἐλήλυθεν, οὔτε μὴν ὡς δεόμενος τὴν κτίσιν παρήγαγεν·
 [00323]  Καὶ τὴν κτίσιν τρυγῶν, κατὰ τοῦ Κτίστου λυττᾷς, καὶ μέμηνας, καὶ παραπαίεις;
 [00339]  Ἐπειδὴ τοίνυν παγχά λεπος καὶ δυστράπελος τῶν τὴν κτίσιν προνοίας ἀποστερεῖν ἐπιχειρούντων ἡ νόσος, δύο μὲν αὐτοῖς ἤδη φάρμακα προηνέγκαμεν, ἐκ τῶν τῆς κτίσεως μορίων ταῦτα κεράσαντες·
 [00412]  Τίς δὲ φυτουργῶν οὕτως ὀχετηγεῖ τῶν ὑδάτων τὴν φύσιν, καὶ ταῖς ῥίζαις τῶν φυτῶν τὴν ἀρδείαν προσφέρει, ὡς ὁ τὸ ζῶον τοῦτο φυτεύσας, καὶ τὴν κτίσιν ἅπασαν δημιουργή σας, ἀῤῥήτως ἐπιφέρει διὰ τῶν φλεβῶν τὴν ἀρδείαν τοῖς τοῦ σώματος μέλεσιν;
 [00680]  Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγη σίαν νοσοῦντες, τῶν θείων οὐκ ἐπαισθάνονται δω ρεῶν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες, ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγά νουσιν, ἀναγκαίως ὁ λόγος, καὶ τὴν κτίσιν σὺν τά χει πολλῷ περινοστήσας, καὶ τὴν φύσιν τὴν ἀνθρω πείαν εἰς μέσον παραγαγὼν, ὑπέδειξεν ἐν ἑκάστῳ μορίῳ, καὶ τῆς κτίσεως, καὶ τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ τὴν πρόνοιαν ἐναργῶς μάλα προφαινομένην.
 [00879]  Μὴ ὑψοῦτε κέρας, μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν,» ἀκυβέρνητον καταλιπεῖν αὐτὸν φάσκοντες ἣν πεποίη κε κτίσιν.
 [01084]  μίμησαι τοὺς τρεῖς ἐκείνους παῖδας, οἳ καμίνῳ παραδοθέντες, καὶ τὴν ἄψυχον κτίσιν εἰς κοινωνίαν τῆς δοξολογίας ἐκάλεσαν, καὶ τὸν ὠμῶς τῇ καμίνῳ παραδεδωκότα τύραννον, εἰς θεωρίαν τοῦ θαύματος εἵλκυσαν, καὶ τὸν πολε μηθέντα Θεὸν προσκυνῆσαι τῇ θαυματουργίᾳ κατ ηνάγκασαν.
 [01087]  Εἰ δέ μοι πείθοιο, τὴν γλῶτταν εὐσεβείᾳ κοσμήσεις, καὶ τὴν μὲν κτίσιν ἐπαινέσεις, τὸν δὲ Κτίστην ὑμνήσεις, καὶ τὴν παροῦσαν αὐτοῦ πανταχοῦ προμήθειαν προσκυ νήσεις, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας.
 [01564]  Καὶ οἱ μὲν ἀνῴμωζον ἐμπιπράμενοι, οἱ δὲ ἔνδον ὑμνοῦντες ἐχόρευον, καὶ τὴν κτίσιν ἅπασαν εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκά λουν, καὶ τοῖς ὑπὸ τῶν ἀνοήτων προσκυνουμένοις στοιχείοις ὑμνεῖν τὸν εὐεργέτην ἐκέλευον.
 [01742]  τοῖς ἐμοῖς ὀφθαλμοῖς κεχρημένη, ἥλιον ὁρῶσα καὶ σελήνην, καὶ τὸν τῶν ἀστέρων χορὸν, καὶ οὐρανὸν, καὶ γῆν, καὶ θά λασσαν, καὶ πᾶσαν τὴν ὁρωμένην κτίσιν, πρὸς τὴν σὴν θεωρίαν ἐποδηγεῖτο, καὶ ἐκ τοῦ μεγέθους καὶ ἐκ τοῦ κάλλους τῶν ὁρωμένων, σὲ τὸν ∆ημιουρ γὸν ἐφαντάζετο.
 [01920]  Τοσαύτη δὲ ἡ τῆς ἀγάπης ὑπερβολὴ, ὡς τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ὁμοούσιον, τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθέντα, ᾧ συνεργῷ κεχρημένος τὴν κτίσιν ἐδημιούργησεν, ἰατρὸν ἡμῖν ἀποφῆναι καὶ Σωτῆρα, καὶ δι' αὐτοῦ τῆς υἱοθεσίας ἡμῖν τὸ δῶρον χαρίσασθαι.
 [01921]  Ἐπειδὴ γὰρ εἶδε τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς πρὸς τὸν πικρὸν αὐτομολήσασαν τύραννον, καὶ εἰς αὐτὸ τῆς κακίας καταπεσοῦσαν τὸ βάραθρον, καὶ τοὺς τῆς φύσεως νόμους ἀδεῶς πατουμένην, καὶ τὴν κτίσιν φαινομένην τε καὶ φθεγγομένην, καὶ τὸν ∆ημιουργὸν κηρύττουσαν, πεῖσαι δὲ οὐ δυναμένην τοὺς εἰς ἀναλ γησίαν ἐσχάτην ἐκπεπτωκότας, σοφῶς καὶ δικαίως τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν.
000-00-00 Serial Number=0850906134
De sancta trinitate Ante [Go Back]  
 [00211]  Τῷ εἰπεῖν «οὐδεὶς,» τὴν κτίσιν ἐδήλωσεν·
 [00270]  Πᾶσαν ὁμοῦ τὴν κτίσιν ὁρωμένην τε καὶ ἀόρατον ἐν ἑαυτῷ περιγράφει ὁ τῶν ὅλων Θεὸς, μᾶλλον δὲ ἐν τῇ χειρὶ κατέχει·
 [00274]  «Τίς ἐμέτρησεν τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ, καὶ τὸν οὐρα νὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί;» Πᾶσαν μὲν οὖν, ὡς ἔφην, τὴν κτίσιν ἐν τῇ χειρὶ κατέχει τῶν ὅλων ὁ ποιητής·
000-00-00 Serial Number=0832272470
Eranistes Ante [Go Back]  
 [00112]  {ΟΡΘ.} Τὴν κτίσιν ὁ ποιητὴς ὡς ἂν ἐθέλῃ μετασκευάζει·
 [00141]  ὅπου τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ ἀόρατον (τοσοῦτον γάρ, μᾶλλον δὲ καὶ πολλῷ πλέον, τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος), πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προ τέραν μεῖναι προσηγορίαν;
 [00639]  Καί, συλλήβδην εἰπεῖν, ἀμφότεροι διδάσκουσιν ὅτι θεὸς ὢν καὶ θεοῦ υἱός, καὶ τὴν τοῦ πατρὸς περικείμενος δόξαν, καὶ τὴν αὐτὴν ἔχων καὶ φύσιν καὶ δύναμιν τῷ γεννήσαντι, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν, καὶ τὴν κτίσιν δημιουργήσας, μορφὴν ἔλαβε δούλου.
000-00-00 Serial Number=0040700316
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [02217]  ἐν γὰρ ἓξ ἡμέραις ὁ τῶν ὅλων Θεὸς τὴν κτίσιν ἐδημιούργη σεν ἅπασαν.
 [02721]  Καὶ ἵνα δείξῃ πάντων αὐτὴν δυνατωτέραν, καὶ τῶν ὁρωμένων, καὶ τῶν ἀοράτων, τὴν μὴ οὖσαν κτίσιν ἀναπλάττεται τῷ λόγῳ, καὶ ταύτῃ πάλιν παρ εξετάζει, καὶ δείκνυσι ταύτης τὴν περὶ τὸν Θεὸν ἀγάπην ἰσχυροτέραν.
000-00-00 Serial Number=0145336211
Graecarum affectionum curatio Ante [Go Back]  
 [00728]  Τὸ δέ γε ἀγαθὸς καὶ δίκαιος καὶ φῶς καὶ ζωὴ καὶ δημιουργὸς καὶ τῶν ὅλων πρύτανίς τε καὶ κυβερνήτης καὶ τὰ τούτοις προσόμοια, ὧν ἔχει τε καὶ ἐνεργεῖ, τὴν κτίσιν ἰθύνων καὶ [2.103] τῶν ἀνθρώπων τὴν φύσιν εὐεργετῶν, ὑπάρχει σημαντικά.
 [00773]  [3.3] Ταῦτα δὲ οὐ τηνάλλως ἀδολεσχῶ, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων δεικνύναι τὰ θεῖα πειρώμενος καὶ ἀξιῶν ὑμᾶς, ὦ ἄνδρες, καὶ ἐπ' ἐκείνων τόνδε διατηρῆσαι τὸν ὅρον καὶ ὑγιεῖς μὲν καὶ ἀρτίους ἀποκαλεῖν τοὺς τὴν ἀληθῆ θεολογίαν ἀσπαζομένους, ἣν καὶ ἡ φύσις ἐξ ἀρχῆς παραδέδωκε, καὶ τὰ θεῖα ὕστερον ἐκράτυνε λόγια, ἀναπήρους δ' αὖ προσαγορεύειν μὴ μόνον ἐκείνους, οἳ οὐδένα θεὸν εἶναι νομίζουσιν, ἀλλὰ καὶ τούτους, οἳ εἰς πολλὰ τὸ θεῖον κατεμέρισαν σέβας καὶ τῷ δημιουργῷ τῶν ὅλων τὴν κτίσιν ξυν [3.4] έταξαν.
 [00822]  Εἶτα πάσης ἀναξίους εἶναι ξυγγνώμης φησὶ τοὺς τὴν μὲν κτίσιν τεθεαμένους, τὸν δὲ ταύτης οὐκ ἀγασθέντας δημιουργόν, ἀλλ' αὐτῇ τὸ θεῖον [3.21] ἀπονείμαντας σέβας·
 [01260]  Ἐν τούτοις δὲ ἡμᾶς ἐδίδαξεν, ὡς οὐ μόνον διὰ τοῦ Λόγου τὴν κτίσιν πεποίηκεν ὁ Θεός, ἀλλ' ὅτι καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες σώματά τέ εἰσι γενητὰ καὶ παρὰ τοῦ Θεοῦ τὸ εἶναι εἰλή φασιν.
 [01324]  ἀλλ' ὅμως οὐ τῇ δυνάμει τὴν κτίσιν ἐμέτρησεν, ἀλλ' ὅσαπερ ἠθέλησεν ἐδη [4.54] μιούργησεν.
 [01744]  Καὶ γὰρ τὴν κτίσιν οἱ μὲν ὁρῶσι καὶ τὸν ποιητὴν ἀνυμνοῦσιν, οἱ δὲ πλεῖον ἢ δεῖ θαυμάζοντες ἠλιθίως θεοποιοῦσι·
 [03312]  Πῶς γὰρ ἄν τις ὁρατὸς ὢν ὁμοιωθείη τῷ ἀοράτῳ, καὶ βραχὺς ὢν καὶ τόπῳ σμικρῷ περιγεγραμμένος τῷ ἀπεριγράφῳ καὶ τὴν κτίσιν ξυνέχοντι, καὶ αὖ πάλιν τῷ αἰωνίῳ πρόσφατος ὤν, καὶ τῷ τὰ πάντα τεκτηναμένῳ μηδὲ πηχυαῖον οὐρανὸν δημιουργῆσαι δυνά [11.10] μενος;
000-00-00 Serial Number=0079170227
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00097]  κατ εληλυθέναι δὲ ἀλλοιούμενον, ὥστε μὴ γνωσθῆναι τοῖς τὴν κτίσιν οἰκονομοῦσιν ἀγγέλοις·
 [00163]  κτίσιν ἔφησε γεγε [83.352] νῆσθαι·
 [01465]  ἀδελφὴν γὰρ ἔχει τὴν κτίσιν, καὶ ἅπαντα τὰ τῆς κτίσεως μόρια.
 [01775]  Οἱ δὲ τὴν κτίσιν κακίζοντες, καὶ τὴν παναρμόνιον δημιουργίαν διαβάλλειν ἐπι χειροῦντες, καὶ τούτου χάριν τὸν περὶ τῆς ὕλης ἐπεισάγοντες λόγον, ἀκουσάτωσαν τῶν θείων βοών των λογίων·
 [01876]  Οἱ δὲ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τὸν Θεὸν εὐλογοῦν τες, πᾶσαν μὲν τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμν ωδίας ἐκάλεσαν, πρώτους δὲ τοὺς ἀγγέλους.
 [02028]  Τῶν γὰρ ἄγαν ἀτοπωτάτων, πεποιηκέναι μὲν αὐτὸν τὰ σύμπαντα λέγειν, οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ μό νην φιλανθρωπίαν, ἀμελεῖν δὲ ὧν ἐποίησε, καὶ πε ριορᾷν τὴν κτίσιν οἷόν τι σκάφος ἀνερμάτιστόν τε καὶ ἀκυβέρνητον ὑπὸ τῶν ἐναντίων ἀνέμων τῇδε κἀκεῖσε πεμπόμενον, καὶ σκοπέλοις καὶ ῥάχεσι προσρηγνύμενον.
000-00-00 Serial Number=0221943080
Historia ecclesiastica Ante [Go Back]  
 [00093]  ἑώρα δὲ τὴν Ἑλληνικὴν πλάνην δήλην γεγενημένην καὶ φωραθέντα τὰ ποικίλα τῶν δαιμόνων τεχνάσματα, καὶ τὴν μὲν κτίσιν παρὰ τῶν πλείστων οὐκ ἔτι προσκυνουμένην, τὸν δὲ ποιητὴν ἀντὶ ταύτης ὑμνούμενον.
 [00095]  καὶ διὰ τούτων πολλοὺς εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, οὐ τὴν κτίσιν πάλιν προσκυνεῖσθαι παρασκευάσας, ἀλλὰ τὸν ποιητὴν καὶ δημιουργὸν συν ταχθῆναι τῇ κτίσει κατασκευάσας.
000-00-00 Serial Number=0898299813
Interpretatio in Danielem Ante [Go Back]  
 [00935]  Πανταχοῦ γὰρ, φασὶν, εἶ, καὶ τὰ σύμπαντα πληροῖς, καὶ πᾶσαν περιέχεις τὴν κτίσιν.
000-00-00 Serial Number=0742703736
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04379]  ∆ιά τοι τοῦτο καὶ τοῖς προσ κυνουμένοις γλυπτοῖς, καὶ τοῖς προσκυνοῦσιν αὐτὰ, τὸν ὄλεθρον ἀπειλεῖ, καὶ τὴν κτίσιν πᾶσαν ἐπὶ τῇ πανωλεθρίᾳ ταύτης εὐφραίνεσθαι λέγει·
000-00-00 Serial Number=0026569605
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00884]  οὐ πρόβατα καὶ βόας ἁπάσας, ἀλλὰ πᾶσαν τὴν ὁρω μένην καὶ ἀόρατον κτίσιν.
 [04215]  Κἄν τινα ἴδῃς πονηρὰ προαιρούμενον, καὶ τοῦ σκοποῦ μὴ διαμαρτάνοντα, ἀλλὰ κατὰ ῥοῦν φερόμενον, μὴ δυσχέραινε, μηδὲ δυσφόρει, ὡς μηδενὸς τὴν κτίσιν ἰθύνοντος.
000-00-00 Serial Number=0411239088
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03109]  Ἅπα σαν, φησὶ, τὴν κτίσιν εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλῶ·
 [05122]  καὶ τῆς μὲν τῶν εἰδώλων πλάνης ἀπαλλαγῆναι, μαθεῖν δὲ τῇ πείρᾳ, ὡς αὐτός ἐστι μόνος καὶ Θεὸς καὶ ∆εσπότης, ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ πᾶσαν κυβερνῶν καὶ πρυτανεύων τὴν κτίσιν, [ἧς τὴν σωτηρίαν ἐπραγματεύσατο ὁ ἐκ Θεοῦ Θεὸς, ὁ μονογενὴς Υἱὸς μετὰ τὴν ἀκατάληπτον αὐτοῦ ἐνανθρώπησιν.]
000-00-00 Serial Number=0485929370
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00961]  Σὲ, φησὶν, ἱκετεύω τὸν τῶν ἁπάντων [80.1632] Θεὸν καὶ ∆εσπότην, καὶ τὴν κτίσιν ἰθύνοντα, καὶ τὴν ἀξίαν τιμωρίαν τοῖς ἀδίκοις ἐπάγοντα, ἐπακοῦ σαι, καὶ τὴν ἔντευξιν δέξασθαι.
 [01123]  ἐν τῇ χειρὶ περιέχει τὴν κτίσιν, τὴν ὑγρὰν οὐσίαν, καὶ τὴν ξηρὰν αὐτὸς ἐδημιούργησε λόγῳ·
 [01806]  Τὴν μὲν οὖν κτίσιν μεταῤῥυθμίζεις ὡς ἐθέλεις, ὦ ∆έσποτα·
 [04961]  οὐ γὰρ ἀφέστηκας, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν.
 [05788]  διὰ γὰρ οὐ ρανοῦ καὶ γῆς καὶ πᾶσαν τὴν κτίσιν περιέλαβε·
 [06818]  Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ' ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μα κρόθυμον, καὶ πολυέλεον.
 [06930]  Συντόμως ἅπα σαν τὴν ὁρωμένην καὶ ἀόρατον τῷ λόγῳ περιέλαβε κτίσιν.
 [07106]  Ὕμνος δὲ καὶ οὗτος ἕτερος τὴν κτίσιν ἅπασαν, νοητήν τε καὶ αἰσθητὴν, λογικήν τε καὶ ἄλογον, ἔμψυχόν τε καὶ ἄψυχον, εἰς μίαν συμ φωνίαν τῆς ὑμνῳδίας διεγείρων.
000-00-00 Serial Number=0763262331
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01703]  Καὶ εἰκὸς μὲν τῷ ὄντι ταῦτα γενέσθαι, τοῦ Θεοῦ τῶν ὅλων πᾶσαν κατ' αὐτῶν τὴν κτίσιν κινήσαντος.
 [05891]  Οὐδὲ γὰρ θεασάμενοι συγκινουμένην τὴν κτίσιν ἐπὶ τῷ τολμήματι τοῦ σταυροῦ, τὰ τῆς μετα μελείας προσεδέξαντο φάρμακα.
000-00-00 Serial Number=0864552021
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01765]  Εἰ τέλειον τότε νοοῦμεν τὸ τέλειον, ὅτε πάντα κέκτηται τέλεια, τέλειον δὲ ἄκρως τὸ καθοτιοῦν προσθήκην ἢ αὔξησιν μὴ δεχόμενον, πῶς ὁ θεὸς μὲν προϋπάρχων τῆς κτί σεως, ὕστερον δὲ τὴν κτίσιν ποιησάμενος, οὕτω θεὸς τὸ δημιουρ γὸς ὄνομά τε καὶ πρᾶγμα προσέλαβε καὶ ἐκ τοῦ θεὸς εἰς τὸ καὶ δημιουργὸς εἶναι τὴν αὔξησίν τε καὶ τὴν γένεσιν δέδεκται;
 [01769]  καὶ καθάπερ τὸ ἀρχὴν εἶναι ἀριθμοῦ οὐδὲν συν τελεῖ τῷ ἑνὶ πρὸς τὴν αὐτοῦ τελειότητα, καὶ γὰρ μὴ ὄντος αὐτοῦ ἀρχῆς ἀριθμοῦ τέλειον ἦν, καὶ γενομένου αὐτοῦ ἀρχῆς ἀριθμοῦ οὐκ ηὐξήθη οὕτω καὶ ὁ θεὸς πρὸ τῆς κτίσεως ἦν τέλειος καὶ μετὰ τὴν κτίσιν οὐκ ηὐξήθη.
 [01770]  οὐδὲν οὖν τῶν διὰ τῆς κτίσεως αὔξει θεόν σὺ γάρ φησιν ὁ αὐτὸς εἶ , ἀλλὰ τὴν [117] σχέσιν ἣν ἔχει πρὸς τὴν κτίσιν πολυτρόπως (σφόδρα, φησίν, ὑπε [117] ρυψώθης ὑπὲρ πάντας τοὺς θεούς), καὶ γὰρ ὡς πατὴρ καὶ δεσπό της καὶ κριτὴς καὶ ποιμὴν καὶ τὰ τούτοις ὅμοια.
 [02038]  Ὁ μὲν δεσπότης θεὸς ἐν ταῖς ἓξ ἡμέραις πᾶσαν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε καὶ τῇ [137] ἑβδόμῃ ἡμέρᾳ κατέπαυσε τοῦ κατὰ τὰς οἰκείας ἀρχὰς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν ἔτι τινά.
 [02041]  καὶ τὴν μὲν δύναμιν, καθ' ἣν τὴν κτίσιν πεποίηκεν ὁ θεός, ἀιδίως εἶχε καὶ ἔχει·
000-00-00 Serial Number=0448317230
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00017]  ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν.
 [00160]  καὶ οἱ τρισμα κάριοι δὲ παῖδες πᾶσαν τὴν κτίσιν εἰς ὑμνῳδίαν καλέσαντες, τῇ ἡμέρᾳ τὴν νύκτα συνέζευξαν, καὶ φωτὶ τὸ σκότος συνήρμοσαν
 [00371]  ὅτι τὴν κτίσιν τὴν αἰσθητήν τε καὶ νοητὴν πεποιηκὼς ὁ τῶν ὅλων Θεός, τὸν ἄνθρωπον διέπλασεν ἔσχατον, οἷόν τινα εἰκόνα ἑαυτοῦ ἐν μέσῳ τεθεικὼς τῶν ἀψύχων τε καὶ ἐμψύχων, καὶ αἰσθητῶν καὶ νοη τῶν·
 [00422]  ἐπειδὴ τοίνυν μέχρι ταύτης σύμπασαν τὴν κτίσιν ἐδημιούργησε, δέδωκεν ἀντὶ δημιουρ γίας τῇ ἑβδόμη ἡμέρᾳ τὴν εὐλογίαν, ἵνα μὴ μόνη παρὰ τὰς ἄλλας ἀγέρασ τος διαμείνῃ.
 [01870]  καθάπερ δὲ πάλιν οἱ ἰατροὶ τοὺς ἀνηκέστως διακειμένους πολλῶν παρόν των τέμνουσιν, οὐκ ἐκείνοις τοσοῦτον ἐπικουροῦντες ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον , ἀλλὰ τοὺς φοιτητὰς τὸν τῆς ἰατρείας διδάσκοντες τρόπον, οὕτω καὶ τὸν Φαραὼ ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώ μῃ ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός, πάντας ὡς ἐπίπαν διδάσκων ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν, καὶ τοῖς μὲν ἀδικου μένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐν δίκῃ.
 [02615]  Ἐπειδὴ κατὰ τοῦτον τὸν καιρὸν τὴν κτίσιν ἐδημιούργησε, καὶ μαρτυρεῖ [152] τῷδε τῷ λόγῳ τῶν δένδρων ἡ βλάστησις·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»