Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κριτήριον [42]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κριτήριον


000-00-00 Serial Number=0184644580
Commentaria in Isaiam Ante [Go Back]  
 [06360]  Τὸ γὰρ παράνομον τῶν Ἰουδαίων κριτήριον ταύτην ἐξήνεγκε κατ' αὐτοῦ τὴν ψῆφον.
 [06622]  Συμβουλεύσας γὰρ ὁ προφητικὸς λόγος ἔχεσθαι δικαιοσύνης καὶ ἀκλινὲς ἔχειν τῆς ψυχῆς τὸ κριτήριον, συνῆψε τῆς σωτηρίας τὴν πρόρρησιν καὶ τοῦ ἐλέου τὴν ἀποκάλυψιν.
000-00-00 Serial Number=0901491702
De providentia orationes decem Ante [Go Back]  
 [00538]  γλώττῃ δὲ, χυμοὺς δικάζειν ἐπίστευσε, καὶ διάκονον τῶν οἰκείων ὠδίνων ἐχειροτόνησεν, ὀσμῶν δὲ κριτήριον ἀπέφηνε τὰς ῥῖ νας, καὶ λόγοις ἔξωθεν φερομένοις τὰς ἀκοὰς ἀνεπέ
000-00-00 Serial Number=0746738911
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00030]  Ὁ μὲν οὖν θεσπέσιος Παῦλος, ὡς ἔφην ἤδη, τὸ θεῖον ἀναμένειν κελεύει κριτήριον.
 [00262]  Πάλαι γὰρ ἂν αὐτόματος ἀπέστην, εἰ μὴ τὸ θεῖον ἐδεδίειν κριτήριον.
 [00545]  διὰ ταύτην καὶ τὸν μέλλοντα πεφρί καμεν βίον, τὸ ἀδέκαστον ἐκεῖνο κριτήριον φανταζόμενοι.
 [00666]  Τὸ γὰρ προσμένειν ἐκεῖνο τὸ κριτήριον, καὶ δειμαίνειν, καὶ συνηγόρους περισκο πεῖν, καὶ προϋφαίνειν ἀπολογίαν, κηρύττει σαφῶς τῆς ψυχῆς τὴν περὶ τὰ θεῖα σπουδήν.
 [01083]  Μόνον γάρ μοι φοβερὸν τὸ θεῖον κριτήριον.
 [01370]  Εἰ δὲ καὶ συγχωρήσοι τὸν χειμῶνα νικῆσαι, τὸ μὲν ὑμέτερον μέγεθος τέλειον ἀπολήψεται τὸν μισθόν, ἡμεῖς δὲ τὸν κλύδωνα στέρξομεν, καὶ ἔνθα ἂν ἡμᾶς ἐξώσῃ, μετὰ ψυχαγωγίας διάξομεν, τὸ θεῖον κριτήριον ἀναμένοντες, καὶ τὴν ὀρθὴν ἐκείνην καὶ δικαίαν προσμένοντες ψῆφον.
 [01441]  Ἐκεῖνο γὰρ προσμένομεν τὸ κριτήριον, τὸ μὴ δεόμενον λόγων, ἀλλὰ δῆλα ποιοῦν τὰ τέως λανθάνοντα.
 [01483]  Ἐγὼ δὲ τῶν ἄλλων ἕνεκα πάντων τοῦτο δεδιὼς τὸ κριτήριον, ἐν τοῖς καθ' ἡμῶν λεγομένοις ἐκ τῆς τούτου μνήμης λαμβάνω τῆς ψυχαγωγίας τὰς ἀφορμάς.
 [01725]  Ὁ γὰρ τῆς Ἀλεξανδρέων <πόλεως> δικαιότατος πρόεδρος οὐκ ἠρκέσθη τῇ ἀνόμῳ ταύτῃ καὶ ἀδικωτάτῃ καθαιρέσει τοῦ ἁγιωτάτου καὶ θεοφιλεστάτου τῆς Κωσταντινουπολιτῶν ἐπισκόπου τοῦ κυρίου Φλαβιανοῦ, οὐδὲ ἐνέπλησεν αὐτοῦ τὸν θυμὸν τῶν ἄλλων ἐπισκόπων ἡ παραπλησία σφαγή, ἀλλὰ κἀμὲ τὸν ἀπόντα ὁμοίως καλάμῳ κατέσφαξεν, οὔτε καλέσας εἰς κριτήριον, οὔτε παρόντα κρί νας, οὐκ ἐρωτήσας τίνα φρονῶ περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆ ρος ἡμῶν ἐνανθρωπήσεως.
 [01738]  καὶ ἱκετεύω, καὶ ἀντιβολῶ τὴν σὴν ἁγιότητα, ἐπαμῦναί μοι τὸ ὀρθὸν ὑμῶν καὶ δίκαιον ἐπικαλουμένῳ κριτήριον, καὶ κελεῦ σαι δραμεῖν παρ' ὑμᾶς, καὶ ἐπιδεῖξαί μου τὴν διδασκαλίαν τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένην.
 [01745]  Κἂν κελεύσητε τοῖς καταψηφισαμέ νοις ἐμμεῖναι, ἐμμενῶ καὶ οὐδενὶ ἀνθρώπων ἐνοχλήσω λοιπόν, ἀλλὰ μενῶ τὸ ἀκλινὲς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν κριτήριον.
 [01813]  καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους, καὶ τοὺς τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνάς, εἰσάγουσι πρότερον εἰς τὸ κριτήριον, καὶ τοῖς κατηγόροις ποιεῖσθαι κελεύουσι τὰς γρα φάς, καὶ τὸν τῶν μαρτύρων σκοπὸν ἐξετάζουσιν, εἰ μὴ πρὸς χάριν μαρτυροῦσι τῶν διωκόντων, εἰ μὴ τῶν φευγόντων εἰσὶ δυσμενεῖς, καὶ πρὸς τούτοις ἀπολογεῖσθαι τοῖς κατηγόροις κελεύουσι.
 [01946]  μετὰ δὲ τῶν ἀποστολικῶν δογμάτων τὰς χαλεπὰς νομιζομένας προσμένομεν ἐξορίας, ἀρκοῦσαν ἔχοντες παραψυχὴν τὸ τοῦ ∆εσπότου κριτήριον.
 [02288]  Ἐγγὺς γὰρ τὸ τοῦ ∆εσπότου κριτήριον, ἔνθα οὐ ζητεῖται σχημάτων ὑπόκρισις, ἀλλὰ πραγμάτων ἀλήθεια.
000-00-00 Serial Number=0911131561
Graecarum affectionum curatio Ante [Go Back]  
 [00287]  Καὶ γὰρ δὴ τὴν πίστιν Ἀριστοτέλης κριτήριον ἐπιστήμης ἐκάλεσεν·
 [00419]  καὶ Παρμενίδης δὲ ὁ τούτου ἑταῖρος ὁ Ἐλεάτης ὡσαύτως τόνδε τὸν λόγον ἐκράτυνε, ψεῦδος δὲ ἀπέφηνε τῶν αἰσθήσεων τὸ κριτήριον, ἥκιστα λέγων [2.11] ἐφικνεῖσθαι τοῦτο τῆς ἀληθείας·
000-00-00 Serial Number=0255050778
Historia ecclesiastica Ante [Go Back]  
 [01330]  διόπερ εἰ δοκεῖ σου τῇ εὐσεβείᾳ, κριτήριον συσταθῆναι κέλευσον·
 [02708]  Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη [254] μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυρι ζόμενος·
000-00-00 Serial Number=0899501622
Interpretatio in Danielem Ante [Go Back]  
 [02045]  Ποταμὸς πύρινος εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐ τοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ κριτήριον ἐκά θισε, καὶ βίβλοι ἠνεῴχθησαν.
 [02046]  Ἐκεῖνα μὲν, φησὶν, ἅπαντα ἐτόλμα τὸ κέρας τὸ λαλοῦν τὰ μεγάλα καὶ ἀλαζονικὰ καὶ ὑπέρογκα, καὶ τοῖς ἁγίοις πολεμοῦν, ἕως ἐκάθισε τὸ κριτήριον.
 [02182]  Ἀλλὰ τὸ κριτήριον, φησὶν, ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ μεταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
 [02207]  καὶ τὸ κριτήριον ἐκάθισε, καὶ τὴν ἀρχὴν αὐτοῦ με ταστήσουσι, τοῦ ἀφανίσαι καὶ τοῦ ἀπολέσαι ἕως τέλους.
 [02233]  ∆ιὸ καὶ τὸ κριτήριον ἐκάθισεν·
 [02248]  Μετὰ δὲ τὴν ἐκείνου κατάλυσιν, ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀναφανήσεται παρουσία, καὶ τὸ πάντων ἀνθρώπων γενήσεται κριτήριον, καὶ ἀνοιγήσονται μὲν αἱ βί βλοι, τῶν ἑκάστῳ βεβιωμένων αἱ μνῆμαι.
000-00-00 Serial Number=0375023603
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00981]  Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κἀν τῷ μέλλοντι τὸ φρικῶδες αὑτοῦ δείξει κριτήριον, πᾶσιν ἀνθρώποις δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ.
000-00-00 Serial Number=0409334123
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00413]  καὶ αὐτὸς γὰρ τὸ μέλλον προαγορεύει κριτήριον, καὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν.
 [00455]  ∆ιὰ μὲν τῶν προειρημένων τὸ φοβερὸν αὐτοῦ κριτήριον ἔδειξε·
 [02092]  Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδε μονίας γενόμενοι, τὸ θεῖον κριτήριον ἔδεισαν.
000-00-00 Serial Number=0861273170
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01010]  Ὁ γὰρ μικρὰν παιδείαν κατὰ τὸν παρόντα βίον δεχόμενος, πραότερον ἕξει τὸ μέλλον κριτήριον·
 [01279]  Προθεσπίζει δὲ ὅμως ὁ ψαλμὸς καὶ τὴν προτέ ραν, καὶ τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τῶν ἐθνῶν τὴν θεογνωσίαν, καὶ τὸ μέλλον κριτήριον.
 [01304]  κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.
000-00-00 Serial Number=0028344214
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01701]  Κοιλάδα δὲ δίκης τὴν Ἰωσαφὰτ ὠνόμασε φάραγγα, ὡς τὸ κριτήριον καὶ τὴν κατ' αὐτῶν δεξα μένην ψῆφον.
 [02623]  Ἐπειδὴ δὲ τοῦ προφήτου κατήγορος καὶ μάρτυς ὁ κλῆρος ἐγένετο, ἄγεται εἰς τὸ κριτήριον, καὶ δρῶσιν οἱ ναῦται τὰ δικαστῶν, καὶ ἀπαιτοῦσιν εὐθύνας τῶν βεβιωμένων τὸν Ἰωνᾶν.
 [03269]  Ταύτην κατ' αὐτοὺς ἐξενεγκὼν τὴν ἀπόφασιν, ἄγει πάλιν αὐτοὺς εἰς κριτήριον, καὶ τοῖς ἀψύχοις ὄρεσιν ἐπιτρέπει τὴν κρίσιν·
 [03797]  Εἰδότες τοίνυν τοῦ Κρι τοῦ τὸ δίκαιον, δείσωμεν τὸ κριτήριον, ἵνα τὴν ἐκεῖ θεν ἐκφερομένην κατὰ τῶν παρανομούντων διαφύγω μεν ψῆφον, καὶ τῶν αἰωνίων ἀπολαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0395966530
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00695]  διὸ ἀνάξιον ἔκριναν οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελλόντων τὸ τοιοῦτον σωματικὸν κίνημα.
000-00-00 Serial Number=0374093235
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00835]  ἐνταῦθα αἰνίττεται τὴν ἀνάστασιν, οὐχ ὡς τὰ θηρία παράξων εἰς τὸ κριτήριον καὶ δίκας τῆς ἀνθρωποφαγίας εἰσπραξάμενος, ἀλλ' ὡς τὰ ὑπὸ τούτων καταναλωθέντα σώματα συνάξων τε καὶ ἀναστήσων·
 [01463]  ἐντεῦθεν ἐστι γνῶ ναι σαφῶς τὸ ἀκλινὲς τοῦ συνειδότος κριτήριον·
 [04133]  καὶ ἔνθα δὲ εἶπον οἱ ἑβδομήκοντα, ἄξεις αὐτὸν εἰς τὸ κριτήριον , οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον ἄξεις αὐτὸν πρὸς τοὺς θεοὺς ἡρμήνευσαν, θεοὺς τοὺς κριτὰς ὀνομάσαντες·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»