Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καταλαμβάνει [15]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καταλαμβάνει


000-00-00 Serial Number=0543081701
De incarnatione domini Ante [Go Back]  
 [00492]  φεύγει τὸν Ἡρώδην μετὰ τῆς μητρὸς καὶ τοῦ κηδεμόνος, καταλαμβάνει τὴν Αἴγυπτον, ἐπανέρχεται πάλιν, ἀγωνιᾷ, εἰς τὴν Ναζαρὲτ παραγίνεται, ἡλικίᾳ καὶ σοφίᾳ προκόπτει, τοῖς γονεῦσιν ὑποτάσσεται, πάσης τιμῆς ἀξιοῖ οὐ μόνον τὴν μητέρα, ἀλλὰ καὶ τὸν τῆς μητρὸς πάλαι μὲν μνηστῆρα, μετὰ ταῦτα δὲ κηδε μόνα καὶ φύλακα, τὰς ἐννόμους ἑορτὰς ἑορτάζει, τῷ ἱερῷ προσεδρεύει, τὴν Ἰουδαϊκὴν ἐλέγχει παχύτητα·
000-00-00 Serial Number=0894112468
De providentia orationes decem Ante [Go Back]  
 [00395]  Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκεί νην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφ ικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μό ριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας.
000-00-00 Serial Number=0127580225
Historia religiosa Ante [Go Back]  
 [00411]  καὶ πᾶσιν ἐρρῶσθαι φράσας, καταλαμβάνει τῆς ἐρήμου τὸν ὀμφαλὸν καὶ, σμικρὸν οἰκίσκον δειμάμενος οὐδὲ τῷ σώματι σύμμετρον, καὶ ἄλλῳ σμικρῷ τινὶ θριγκίῳ περιβαλὼν καθεῖρκτο διηνεκῶς, πάσης μὲν ἀνθρωπίνης συνουσίας κεχωρισμένος, τῷ δὲ τῶν ὅλων δεσπότῃ διαλεγόμενος καὶ τῆς γλυκείας ἐκείνης ἐπαΐων φωνῆς.
 [00708]  Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός.
 [00781]  [6.4] Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον , ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν.
 [00868]  [8.2] Ἐκεῖθεν δὲ καταλαμβάνει τὴν Ἀντιόχειαν ὑπὸ τῆς αἱρετικῆς ζάλης χαλεπῶς κυκωμένην καὶ πρὸ τοῦ ἄστεως ἔν τινι καταχθεὶς φροντιστηρίῳ φιλοσοφίας καὶ τῆς ἑλλάδος φωνῆς μαθὼν ὀλίγα ἄττα ῥημάτια εἷλκε μὲν ὅτι πλείστους εἰς τὴν τῶν θείων λογίων ἀκρόασιν·
 [00959]  Εὐσεβὴς δὲ ὢν καὶ κατὰ τὴν πίστιν ἐρρωμένος, μεσούσης ἡμέρας, καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον καὶ τὸ πάθος εἰπὼν καὶ τὴν πίστιν δηλώσας ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον.
 [01494]  Θείᾳ δὲ προμηθείᾳ τῆς ἀσθενείας ἐκείνης ἀπαλλαγείς, κινδύνους εἰσενεγκεῖν εὐσεβεῖς ἀντὶ τῆς θείας χάριτος ἐβουλήθη καὶ καταλαμβάνει τὸν Λίβανον, κώμην τινὰ μεγίστην κατέχεσθαι τῷ τῆς ἀσεβείας ζόφῳ μεμαθηκώς·
 [02545]  ∆ιανηχόμενος δὲ καταλαμβάνει τὸν ἀγαπώμενον, καὶ ἆθλον λαμβάνει τοῦ δρόμου, τὴν τῶν ἄλλων προτίμησιν·
000-00-00 Serial Number=0004996777
Interpretatio in Danielem Ante [Go Back]  
 [02308]  εἶτα κἀκείνην τὴν βασι λείαν παραλαβὼν, τὴν Περσίδα καταλαμβάνει, καὶ τὴν μεγίστην αὐτῶν καταλύει βασιλείαν.
 [02752]  Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως ∆αρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ' ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ·
 [03165]  ἀπειλήσας δὲ τοῖς Ἰουδαίοις καταλαμβάνει τὴν Ἀλεξάνδρειαν, καὶ ποιεῖν ἐκεῖνα ἐπιχειρεῖ, ἃ ἡ ἱστο ρία διδάσκει.
000-00-00 Serial Number=0326787651
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02145]  [80.996] ἑσπέραν καταλαμβάνει, παντὶ ζώῳ μεταδιδοὺς τῆς οἰκείας θερμότητος.] Καὶ οὐκ ἔστιν ὃς ἀποκρυ βήσεται τῆς θέρμης αὐτοῦ.
000-00-00 Serial Number=0436793447
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01935]  Εἶτα πάλιν κινδύνῳ περιπεσὼν, καὶ τοῦτον διαφυγὼν, καταλαμβάνει τὴν ἔρημον.
000-00-00 Serial Number=0068140805
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02710]  μαθὼν δὲ τῇ πείρᾳ τὴν ζημίαν ἣν φέρει τὸ ἀντιτείνειν Θεῷ, ποιεῖται τὴν πορείαν ὡς προσετάχθη, καὶ καταλαμβάνει τὴν Νινευΐ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»