Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καταγώγιον [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καταγώγιον


000-00-00 Serial Number=0531363904
De providentia orationes decem Ante [Go Back]  
 [01345]  Ἐπειδὴ γὰρ ὧν ᾔτησεν ἔλαβε πλείονα, οὐ γὰρ μόνον ὕδωρ ἔδωκεν ἡ κόρη, ἀλλὰ καὶ καταγώγιον δώσειν αὐτομάτως ἐπηγγείλα το, καὶ τροφὴν καὶ αὐτῷ καὶ ταῖς καμήλοις παρέξειν ὑπέσχετο, καὶ τὴν συγγένειαν, ἣν οὐκ ᾔτησε, μεθ' ὧν ᾔτησεν εἶδε παραχθεῖσαν, ὕμνοις οἷς ἠδύνατο, τὸν τῆς χάριτος ἠμείβετο χορηγὸν, καὶ ταῖς θείαις ἐπαγγελίαις τὸ ἀψευδὲς ἐμαρτύρει.
000-00-00 Serial Number=0758367419
Historia ecclesiastica Ante [Go Back]  
 [02022]  ἐπειδὴ δὲ κατ' ἐκεῖνο τὸ χωρίον ἐγένετο ἔνθα τὸ καταγώγιον ὁ θεῖος εἶχε Μελέτιος, ἀνα βλέψας εἶδεν ἐκεῖνον ἀπὸ τοῦ δρυφάκτου διακύπτοντα καὶ δραμὼν εἵλκυσέ τε καὶ κατήγαγε, καὶ εἰς τὴν οἰκίαν ἀπαγαγὼν πρῶτον μὲν αὐτῷ μάστιγας παμπόλλας ἐπήγαγεν, εἶτα ὀβελοὺς πυρακτώσας καὶ ταῖς χερσὶ καὶ τοῖς ποσὶ καὶ τοῖς νώτοις ἐπέθηκεν, ἔπειτα καθείρξας ἐν τῷ θαλάμῳ καὶ κλεῖθρα ἔξωθεν ἐπιθεὶς εἰς τὴν ∆άφνην ἀνῆλθε.
000-00-00 Serial Number=0047510684
Historia religiosa Ante [Go Back]  
 [00361]  καὶ πρὸ τῶν ποδῶν καλινδουμένη τὴν οἰκίαν αὐτῆς γενέσθαι καταγώγιον ἠντιβόλει.
 [00440]  Ἐπειδὴ δὲ ἔδει πλείονας τῆς ὠφελείας ταύτης μεταλαχεῖν, ἕτερον πόρρωθεν οἰκοδομηθῆναι καταγώγιον παρεγγυήσας, ἐν ἐκείνῳ διάγειν τοὺς βουλομένους ἐκέλευεν.
 [00566]  [3.20] Τῆς τούτου φιλοσοφίας ἀπώνατο καὶ Βασίλειος ὁ θαυμάσιος ὁ πολλοῖς ὕστερον χρόνοις παρὰ τὴν Σελευκόβηλον πόλις δὲ αὕτη τῆς Συρίας τὸ μοναχικὸν δειμάμενος καταγώγιον καὶ λάμψας μὲν ἐν πολλοῖς καὶ ἄλλοις εἴδεσιν ἀρετῆς, λάμψας δὲ διαφερόντως ἐν τῷ θεοφιλεῖ τῆς ἀγάπης κτήματι, καὶ τῷ θείῳ τῆς φιλοξενίας κατορθώματι.
 [00722]  [5.4] Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι ἓν πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο.
 [00732]  Καὶ παρ' ἐκεῖνο τὸ καταγώγιον ἕτερον οἰκοδομήσας ἐκεῖ τούτους διάγειν ἐκέλευσε, νεών τινα θεῖον κατασκευάσας εἰς ὃν καὶ τούτους κἀκείνους συνιέναι προσέταξεν ἀρχομένης τε καὶ ληγούσης ἡμέρας ἵνα καὶ τὴν ἑσπερινὴν καὶ τὴν ἑωθινὴν ὑμνῳδίαν κοινῇ προσφέρωσι τῷ θεῷ, διχῇ μὲν διῃρημένοι καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες.
 [00959]  Εὐσεβὴς δὲ ὢν καὶ κατὰ τὴν πίστιν ἐρρωμένος, μεσούσης ἡμέρας, καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον καὶ τὸ πάθος εἰπὼν καὶ τὴν πίστιν δηλώσας ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον.
 [01085]  καὶ οὐ πρότερον ἀφῆκε δεσμῶν ἕως τὸ τῶν εὐσεβῶν γυναικῶν ὑπέδειξε καταγώγιον.
 [01089]  καὶ εἰς τὸν θάλαμον αὐτὸς μὲν εἰσῄει, ἐκείνη δὲ ἔνδον φυλαττομένη παραυτίκα ἐξῄει καὶ φροῦδος ἦν καὶ τὸ τριπόθητον αὐτῇ κατελάμβανε καταγώγιον.
 [01142]  Ἀλλ' ὅμως μὴ πόλεως, μὴ κώμης ἐκεῖνοι φεισάμενοι, ἀλλὰ πάσας ὅσας ἑλεῖν ἠδυνήθησαν ληϊσάμενοι καὶ πυρὶ παραδόντες, ἐκείνην τὴν φιλοσοφίαν ᾐδέσθησαν καὶ ἄρτους μόνους αἰτήσαντες καὶ εὐχὰς ἐπαγγείλαντες, ἀλώβητον τὸ ἀσκητικὸν ἐκεῖνο κατέλιπον καταγώγιον καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς πεποιήκασιν.
 [01146]  Ἐπειδὴ δὲ εἰς τὴν Ἀντιόχου ἀφίκετο, ᾤκησε μὲν καταγώγιον τῷ ποταμῷ παρακείμενον, πάντας δὲ πρὸς ἑαυτὸν εἵλκυσε τοὺς τὰ τοιαῦτα τρυγᾶν ἐπισταμένους.
 [01212]  Εἶτα ἠρόμην ὅπου εἴη τὸ τοῦ θαυμασίου Ζήνωνος καταγώγιον·
 [01225]  <εἶτ'> εἰς τὸ καινὸν ἐκεῖνο καταγώγιον ἐπανῄει, οὐ κλειδίον ἔχων, οὐ κλεῖθρον, οὐ φύλακα καταλιμπάνων ἄβατον γὰρ ἦν τοῖς κακούργοις καὶ παντελῶς ἄσυλον , μόνον ἔχων ἐκεῖνον τὸν φορυτόν.
 [01515]  Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς ἕτερον τῶν συνόντων ἀντ' αὐτοῦ προβληθῆναι παρασκευάσας πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον.
 [01916]  Ἐν τούτῳ τὸ ἀσκητικὸν ἐδείματο καταγώγιον Θαλάσσιος ὁ θαυμάσιος, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κατακοσμηθεὶς ἀγαθοῖς, ἁπλότητι δὲ ἤθους καὶ πρᾳότητι καὶ φρονήματος μετριότητι τοὺς ἐπ' αὐτοῦ γε ἀνθρώπους ὑπερβαλλόμενος.
 [02004]  πλὴν γὰρ σπυρίδος μικρᾶς τὸν βρεκτὸν ἐχούσης φακὸν οὐδὲν ἔχει τὸ καταγώγιον.
 [02082]  [26.4] Ἐκεῖθεν ἀναστὰς ἀσκητῶν τινων γειτονευόντων κατέ λαβε καταγώγιον.
 [02337]  Κοινωνῆσαι δὲ αὐταῖς τοῦδε τοῦ βίου τὰς παρθένους προθυμηθείσας, ἔξω τοῦδε τοῦ περιβόλου σμικρὸν δειμάμεναι καταγώγιον, ἐν ἐκείνῳ διάγειν ἐκέλευσαν.
000-00-00 Serial Number=0707119465
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00966]  Οὐκ ἀνέξομαι δὲ οὐδὲ τὸν ἀφιερωμένον μοι οἶκον λῃστῶν εἶναι καταγώγιον.
 [01973]  Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, παρακε λεύεται τῷ προφήτῃ εἰς τὸ τοῦ κεραμέως εἰσελθεῖν καταγώγιον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»