Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum κατέλαβεν [22]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum κατέλαβεν


000-00-00 Serial Number=0477763593
Commentaria in Isaiam Ante [Go Back]  
 [06732]  εἰσάγει γὰρ τὰς γυναῖκας αὐτῶν καὶ αὐτοὺς λέγοντας ὅτι, ἐξ οὗ ἀπέστημεν τῆς τῶν εἰδώλων δουλείας, κατέλαβεν ἡμᾶς τὰ κακά.
000-00-00 Serial Number=0094949603
Eranistes Ante [Go Back]  
 [01396]  {ΟΡΘ.} Τὴν παλαιὰν γενεαλογίαν συγγράφων ὁ θεσπέσιος Μωϋσῆς ἐδίδαξεν ἡμᾶς, ὡς Ἀδὰμ ἐτῶν τοσῶνδε γενόμενος ἐγέννησε τὸν Σήθ, καὶ ἐπιζήσας ἔτη τοσάδε τοῦ βίου τὸ τέρμα κατέλαβεν.
 [04183]  Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν, ὥς φησιν ὁ θειότατος Ἰωάννης.
000-00-00 Serial Number=0510420382
Graecarum affectionum curatio Ante [Go Back]  
 [01739]  Οὗ δὴ χάριν καὶ ὁ προφήτης ἐφ' οἷς μὲν κατέλαβεν, ὕμνησεν, ἐφικέσθαι δὲ τῶν ἐν ἡμῖν θεω ρουμένων ἁπάντων οὐ δυνηθείς, τὴν ἧτταν σαφῶς ὡμολόγησεν, ἀρκεῖν νομίσας εἰς ὑμνῳδίαν ἀξίαν τὴν τοιαύτην ὁμολογίαν.
000-00-00 Serial Number=0900421619
Historia ecclesiastica Ante [Go Back]  
 [00742]  καὶ ὁ μὲν Αἰδέσιος τὴν Τύρον κατέλαβεν.
 [01417]  Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβεν.
 [01977]  τὴν ∆άφνην κατέλαβεν, ἐπικουρῆσαι σπουδάζων τῷ παρ' αὐτῶν προσκυνουμένῳ θεῷ.
 [02359]  ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν σὺν τάχει κατέλαβεν.
 [02499]  ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἦν καὶ θρήνων μεστά.
 [03084]  τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα καὶ πολλοῖς εἴδεσιν ἀρετῆς ἠγλαϊσμένον, ἐνιδρῦσαι τοῖς ἱερατικοῖς ἐθελήσας θώκοις, ὁ μέγας Εὐσέβιος τὴν ∆ολιχὴν κατέλαβεν.
 [03309]  χρόνου δὲ συχνοῦ διελθόντος (ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες), κατέλαβεν ἡ τοῦ σωτῆρος ἡμῶν γενέθλιος ἑορτή·
 [03335]  ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών, πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος (ἐν δὲ τῷ ἀσπαστικῷ οἴκῳ οὗτος καθῆστο) ἐλιπάρει λυθῆναί οἱ τὸν δεσμόν.
 [03614]  ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ' οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν·
000-00-00 Serial Number=0508677185
Historia religiosa Ante [Go Back]  
 [00171]  Ἐπειδὴ δὲ ὁ σύλλογος ἐκεῖνος ὁ ἱερὸς διελύθη καὶ τὴν οἰκίαν κατέλαβεν ἕκαστος, ἐπανῆκε καὶ οὗτος οἷά τις ἀριστεὺς νικη φόρος τοῖς τῆς εὐσεβείας τροπαίοις ἐπαγαλλόμενος.
 [00192]  Θανάτου δὲ ψῆφον κατὰ τούτων ἐξενεγκών, διέλυσε τὴν στρατιὰν καὶ τὰ οἰκεῖα βασίλεια κατέλαβεν ὅτι τάχιστα.
 [00749]  Οὕτω καὶ τὴν προεδρίαν κοσμήσας καὶ τὴν ἀρετὴν ἐπαυξήσας μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα κατέλαβεν.
 [01008]  ἐκεῖθεν ἱστορίας εἵνεκεν τὴν Παλαιστίνην κατέλαβεν ἵνα τοὺς τὰ σωτηρία παθήματα δεξαμένους θεασάμενος τόπους ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ θεόν, οὐχ ὡς τόπῳ περιγραφόμενον ἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον , ἀλλ' ἵνα καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικόν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς.
 [01417]  ταύτῃ δὲ ἑαυτὴν καὶ τὸ παιδίον ἐνθεῖσα τὸν θεῖον ἐκεῖνον κατέλαβεν ἄνθρωπον καὶ ὀλοφυ ρομένη καὶ τῆς φύσεως ὑποδεικνῦσα τὸ πάθος ἐπαμῦναι ἱκέτευεν.
 [01471]  τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην·
 [01942]  Ἐπεὶ δὲ κόρον ἔλαβε τῆς μανίας πλείονα γὰρ αὐτῷ ἢ δέκα προσενήνοχε δήγματα , τὸ μὲν ἀπέστη καὶ τὸν χηραμὸν τὸν οἰκεῖον κατέλαβεν, ὁ δὲ πάντοθεν πικραῖς ὀδύναις ἐβάλλετο.
 [02083]  ∆ύο δὲ αὐτοῖς συνδιαγαγὼν ἔτη καὶ τῆς τελειοτέρας ἀρετῆς ἐρασθεὶς Τελεδὰν ἐκείνην τὴν κώμην κατέλαβεν, ἧς καὶ πρόσθεν ἐμνήσθημεν, παρ' ἣν οἱ μεγάλοι καὶ θεῖοι ἄνδρες Ἀμμιανὸς καὶ Εὐσέβιος τὴν ἀσκητικὴν παλαίστραν ἐπήξαντο·
000-00-00 Serial Number=0286632657
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03783]  Τοῦ Σαοὺλ τὴν πικρὰν γνώμην καὶ βάσκανον θεασάμενος ὁ θεῖος ∆αβὶδ, καὶ συμβούλῳ χρησάμενος τῷ θαυμασίῳ Ἰωνάθαν, ἀπέδρα, καὶ Νομβὰν τὴν πόλιν κατέλαβεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»