Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum καθαρὰν [26]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum καθαρὰν


000-00-00 Serial Number=0676672041
De providentia orationes decem Ante [Go Back]  
 [00395]  Οὕτως ἀκραιφνῶς καθαρὰν τὴν τροφὴν ἐκεί νην γενομένην, καὶ ὁμοιωθεῖσαν τῷ ἥπατι, καὶ εἰς αἵματος μεταβᾶσαν φύσιν, ἡ κοίλη παραλαβοῦσα φλὲψ, χορηγεῖ μὲν τῇ καρδίᾳ τὴν χρείαν, ἄνεισι δὲ ἄνω, καὶ εἰς πολλὰς διασχιζομένη φλέβας, τρέφει μὲν τὸν θώρακα, τρέφει δὲ ὤμους, καὶ χεῖρας, ἀφ ικνεῖται δὲ μέχρις ὀνύχων, περιπλέκεται τῷ τραχήλῳ, καταλαμβάνει τὴν κεφαλὴν, κάτεισιν εἰς γλουτοὺς, καὶ μηροὺς, καὶ γόνατα, καὶ σκέλη, καὶ πόδας, καὶ ἁπαξαπλῶς, ἅπαν τὸ τοῦ σώματος περινοστεῖ μό ριον, καὶ οὐδὲν τῶν ζώντων μελῶν ταύτης ἀποστερεῖ τῆς ἀρδείας.
 [01566]  Οὕτως ὁ μέγας ∆ανιὴλ τὴν αὐτὴν τούτοις συμφορὰν ὑπομείνας, καὶ δορυάλωτος γεγονὼς, καὶ μετὰ βαρ βάρων βιοτεύειν ἠναγκασμένος, τὸν πατρῷον ἀκρι βῶς διεφύλαττε νόμον, καὶ κατ' ἐκεῖνον πολιτευόμε νος, καθαρὰν καὶ ἀκίβδηλον ἐφύλαττε τὴν ψυχὴν, καὶ τοσαύτην ἠφίει τῆς ἀρετῆς τὴν αἴγλην, ὡς καὶ τὸν θηριώδη τύραννον ταῖς τοιαύταις ἀστραπαῖς κα ταπλῆξαι·
000-00-00 Serial Number=0104303360
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00072]  Μετὰ γὰρ δὴ τῆς παναγοῦς ἑορτῆς καὶ τὸν τριπόθητον ἔδωκεν ὑετόν, ἵνα καθαρὰν ἀθυμίας τὴν πανήγυριν ἀποφήνῃ.
 [00123]  Φωστῆρά σε τῆς οἰκουμένης φανότατον ἀπέφηνεν τῶν ὅλων ὁ Ποιητής τε καὶ Πρύτανις καὶ τὴν βασιλείαν σκοτο μήνην εἰς καθαρὰν μετέβαλε μεσημβρίαν.
 [01369]  Συνεργήσει γὰρ δήπουθεν τῶν Ἐκκλησιῶν ὁ ∆εσπότης καὶ Κυβερνήτης τῇ τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδῇ, καὶ διαλύσει τὸ νέφος τὸ σκυθρωπόν, καὶ καθαρὰν αἰθρίαν χαριεῖται τοῖς τροφίμοις τῆς πίστεως.
 [01382]  Λύσατε τοίνυν ἡμῖν, ὦ φιλόχριστοι, τὸν χειμῶνα καὶ τὴν σκοτομήνην εἰς αἰθρίαν καθαρὰν μεταβάλετε, καὶ τὰς καθ' ἡμῶν κινηθείσας χαλινώσατε γλώττας.
 [01691]  Ταῦτα ἐγὼ καὶ πόρρωθεν ὤν, στένων καὶ θρηνῶν γράφω καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολῶ τὸ στυγνὸν τοῦτο διαλῦσαι νέφος καὶ καθαρὰν ἡμῖν αἰθρίαν χαρίσασθαι.
 [01804]  καὶ διαφερόντως τῆς ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθείσης ὑπερμαχῆσαι πίσ τεως, καὶ ἄσυλον τὸν πατρῷον κλῆρον διαφυλάξαι, καὶ τὴν ἐπικειμένην ὀμίχλην ἀποσκεδάσαι, καὶ ἀντὶ τῆς σκοτομήνης καθαρὰν αἰθρίαν ἐργάσασθαι, καὶ τὴν καθ' ἡμῶν ἀδίκως γεγε νημένην ἐξελέγξαι σφαγήν.
000-00-00 Serial Number=0289121807
Eranistes Ante [Go Back]  
 [00981]  Ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ πάσῃ γενομένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστός, καὶ τὸ οἰκεῖον διώρθωσε σκεῦος.
000-00-00 Serial Number=0269029260
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01192]  καθαρὰν ἔχεις σὺ τὴν διά νοιαν·
000-00-00 Serial Number=0913718522
Graecarum affectionum curatio Ante [Go Back]  
 [02416]  Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἀπαλλαττόμενοι ὥσπερ δεσμω τηρίου, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι.
 [03376]  Οἳ δ' ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως διαβιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοι καὶ ἀπαλ λαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι.
000-00-00 Serial Number=0663915873
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00164]  τὸν δὲ Κύριον Ἰησοῦν ἐκ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας γεννηθῆναι τοῖς ἄλλοις ἀνθρώποις πα ραπλησίως, ἀρετῇ δὲ αὐτὸν διαπρέψαι, καὶ καθαρὰν ἐσχηκότα ψυχὴν, καὶ μεμνημένην τῆς μετὰ τοῦ ἀγεν νήτου διαγωγῆς.
000-00-00 Serial Number=0048028409
Historia ecclesiastica Ante [Go Back]  
 [00797]  ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος.
000-00-00 Serial Number=0929077029
Historia religiosa Ante [Go Back]  
 [00348]  Καὶ σώματος καὶ ψυχῆς καὶ ζωῆς καὶ τοῦ βίου παντὸς ἡ τοῦ θεοῦ μοι θεραπεία τιμιωτέρα, καὶ πειρῶμαι ὡς ἂν δύνωμαι καθαρὰν αὐτῷ ῥύπου τὴν λειτουργίαν προσφέρειν, καὶ διὰ πάντων ἀρέσκειν.
 [00476]  καὶ Μαρκιανὸς ἐν Βεροίᾳ τὰ δικαστῶν εἰργάζετο δημίοις τισὶ κατὰ τοῦ δαίμονος χρώμενος, καὶ τὸν ἀλιτήριον ἐξελαύνων, καὶ τὴν κόρην καθαρὰν τῆς ἐνεργείας ἀποφαίνων ἐκείνου.
 [02070]  Ἔφη τοίνυν τῆς εὐαγγελικῆς ἀκηκοέναι φωνῆς μακαριζούσης μὲν τοὺς κλαίοντας καὶ πενθοῦντας, ἀθλίους δὲ τοὺς γελῶντας ἀποκαλούσης καὶ ζηλωτοὺς ὀνομαζούσης τοὺς τὴν ψυχὴν καθαρὰν κεκτημένους καὶ τὰ ἄλλα ὅσα τούτοις συνέζευκται·
000-00-00 Serial Number=0373272479
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01481]  Ἀδωρότατος δὲ ἔστω δικάζων, καὶ καθαρὰν δώρων ἐκφερέτω τὴν ψῆφον.
000-00-00 Serial Number=0216162205
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00686]  Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
 [05553]  Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφρο σύνην ἔχει, καὶ θυμηδίαν.
000-00-00 Serial Number=0848564804
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00043]  Ἡ γὰρ ἐν οὐρανοῖς πολιτεία, πάσης ἀθυμίας κεχωρισμένη, τὴν ἀκραιφνῆ καὶ καθαρὰν εὐφρο σύνην ἔχει, καὶ θυμηδίαν.
 [03498]  Τῆς θείας τοίνυν δυνάμεως καὶ τοῦτο τεκμήριον, τὸ γυμνασίας μὲν εἵνεκα συγχωρεῖν προσβάλλειν τοῖς δικαίοις τὰ λυπηρὰ, διαλύειν δὲ τούτων τὸ νέφος, καὶ καθαρὰν αἰθρίαν χαρίζεσθαι.
 [05347]  Ὁμωνύμους τοιγαροῦν ἔχει τοὺς ὁμοτρόπους, καὶ καθαρὰν πίστιν κεκτημένους καὶ ψυχήν.
000-00-00 Serial Number=0405641675
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04544]  Τῶν τε γὰρ εἰδώλων ὁ Θεός σε καθαρὰν ἀπέφηνε, καὶ τῆς τῶν δηλητηρίων δαιμόνων ἠλευθέρωσε δου λείας.
 [06080]  Οὕτως Ἰουδαίοις προαγορεύσας τῆς νομικῆς ἱερουργίας τὴν παῦλαν, τὴν καθαρὰν καὶ ἀναίμακτον τῶν ἐθνῶν προκηρύττει θυσίαν.
 [06091]  Οἱ γὰρ πᾶσαν οἰκοῦντες τὴν γῆν, ἣν ἥλιος ἀνίσχων τε καὶ δυόμενος καταλάμπει, καὶ θυμίαμά μοι προσοίσουσι πανταχοῦ, καὶ τὴν θυσίαν ἱερεύσουσι τὴν καθαρὰν καὶ φίλην ἐμοί.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»