Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum εὐαγγελίων [28]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum εὐαγγελίων


000-00-00 Serial Number=0175093889
Commentaria in Isaiam Ante [Go Back]  
 [00448]  Καὶ ἄλλα πολλὰ τοιαῦτα εὕροι τις ἂν τῶν θείων εὐαγγελίων ἀναγινώσκων τὴν ἱστορίαν.
 [01050]  Καὶ καθάπερ τὴν ἁγίαν παρθένον τὸ τῶν εὐαγγελίων δεξαμένην παράδοξον καὶ πυθομένην·
 [02111]  Μαρτυρεῖ τῇ προφητείᾳ τῶν ἱερῶν εὐαγγελίων ἡ ἱστορία·
 [03577]  Μαρτυρεῖ τούτοις τῶν ἱερῶν εὐαγγελίων ἡ συγγραφή·
 [05323]  ∆ῆλον τοίνυν ὡς καὶ ἡ προφητεία τὴν μίαν κηρύττει θεότητα καὶ ἀτεχνῶς ἔοι κε τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ.
 [05928]  Μαρτυρεῖ τούτοις καὶ τῶν θείων εὐαγγελίων ἡ ἱστορία·
 [05970]  Ταῦτα πάντα διδάσκει τῶν θείων εὐαγγελίων ἡ ἱστορία.
 [06347]  Τοῦτο καὶ ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει·
000-00-00 Serial Number=0413908422
Eranistes Ante [Go Back]  
 [01624]  Σὺ δέ γε ὁ μίαν λέγων μετὰ τὴν ἕνωσιν γεγενῆσ θαι φύσιν, προσάρμοσον ταύτῃ τὰ τῶν εὐαγγελίων προοίμια.
 [01890]  {ΕΡΑΝ.} Ταῦτα ἡ τῶν θείων εὐαγγελίων ἱστορία διδάσκει, καὶ ἀντιλέγειν οὐχ οἷόν τε.
 [02926]  {ΟΡΘ.} Ὅταν ἀκούσωμεν τῆς τῶν θείων εὐαγγελίων ἱστορίας διηγουμένης, ὅτι προσήνεγκαν τῷ κυρίῳ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, τῆς ψυχῆς τὴν λύσιν τῶν μορίων εἶναι λέγομεν ἢ τοῦ σώματος;
 [04259]  Ἡ δὲ τῶν εὐαγγελίων ἱστορία καθεύδοντα δείκνυσιν ἐν τῷ πλοίῳ τὸν δεσπότην Χριστόν.
 [04272]  τοιγαροῦν ἐναντία ἡ προφητεία τῇ τῶν εὐαγγελίων ἱστορίᾳ.
000-00-00 Serial Number=0133194804
Graecarum affectionum curatio Ante [Go Back]  
 [00691]  Καὶ μὲν δὴ καὶ τῶν θείων εὐαγγελίων ὅ τε Πλούταρχος καὶ ὁ Πλωτῖνος ἐπήκουσαν.
 [01971]  Ἤκουσε γὰρ πάντως τῆς τῶν θείων εὐαγγελίων διδασκού σης θεολογίας, ὡς διὰ τοῦ λόγου πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
 [02064]  Οὐ γὰρ ξυνέχεε τὰς φύσεις ἡ ἕνωσις οὐδὲ πεποίηκεν ὑπὸ χρόνον τῶν χρόνων τὸν ποιητὴν οὐδέ γε τὸ ἐν χρόνῳ γενόμενον ἀπέφηνε προαιώνιον, ἀλλ' ἑκατέρα φύσις μεμένηκεν ἀκραιφνής, ἡ μὲν τῶν τῆς φύσεως παθημάτων ἀνεχομένη, πείνης λέγω καὶ δίψης, ὕπνου καὶ κόπου καὶ σταυροῦ καὶ θανάτου, ἡ δὲ ἐνεργοῦσα τὰ θεῖα καὶ ξυνήθως θαυματουργοῦσα, βαδίζειν ἐπὶ θαλάττης σώματος πόδας παρα σκευάζουσα καὶ πέντε ἄρτους κόρῳ πολλῶν χιλιάδων ἐξαρκέσαι κελεύουσα καὶ τὸν τότε πρῶτον γενόμενον οἶνον δωρουμένη τῷ γάμῳ καὶ τὰ πεπηρωμένα θεραπεύουσα σώματα, καὶ οὓς μὲν ἡ φύσις ἐν τῇ μήτρᾳ διαπλάττουσα παρέλιπεν ὀφθαλμοὺς πηλῷ δημιουργοῦσα, λόγῳ δὲ τὰ παρειμένα μέλη σφίγγουσα καὶ τοὺς τάφους ἀνοίγουσα καὶ τοὺς κειμένους καλοῦσα καὶ τρέχειν παρα σκευάζουσα καὶ τἄλλα ποιοῦσα, ὅσα αἱ τῶν θείων εὐαγγελίων ἱστορίαι διδάσκουσιν.
 [02259]  μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἐκεῖνα μὲν ἔσβεσται ἅπαντα, οἱ δὲ θεῖοι τῶν εὐαγγελίων πολιτεύ [7.46] ονται νόμοι.
 [02631]  ἀλλ' ὥσπερ τῶν δρυτόμων τὰ δένδρα τεμνόντων, πολλῷ πλείους τῶν τεμνομένων ἐκ τῶν ῥιζῶν παραφυάδες βλαστάνουσιν, οὕτω δὴ τηνικαῦτα τῶν εὐσεβῶν ἀναιρουμένων, πολλαπλάσιοι τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ προσῄεσαν, καὶ τὸ αἷμα τῶν ἐκτμηθέντων ἀρδεία τοῖς νεοφύτοις ἐγίνετο.
 [03291]  Προύργου δὲ οἶμαι δεῖξαι καὶ νῦν ἐκ παραλ λήλου τῶν φιλοσόφων τὰς δόξας καὶ τῶν θείων εὐαγγελίων τὰ δόγματα, ἵνα γνῶτε, τί μὲν ἐκεῖνοι τέλος ὡρίσαντο, τί δὲ οἱ θεῖοι ἐπαγγέλλονται λόγοι.
 [03482]  Ὥρα δὲ λοιπὸν ὑμᾶς [11.48] καὶ τὰ θεοπρεπῆ τῶν ἱερῶν εὐαγγελίων δόγματα θεωρῆσαι.
000-00-00 Serial Number=0855645716
Historia ecclesiastica Ante [Go Back]  
 [00242]  εἰς μόνον ἀγέννητον πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου καὶ προφητῶν καὶ εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων καὶ ἁπάντων ἁγίων κύριον·
 [01027]  Τούτῳ συνεργῷ κεχρημένοι Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεό δωρος ὁ Περίνθιος (ἐλλόγιμος δὲ διαφερόντως ὁ Θεόδωρος ἦν καὶ δὴ καὶ τῶν θείων εὐαγγελίων τὴν ἑρμηνείαν συνέγραψεν, Ἡρακλεώ την δὲ αὐτὸν ὀνομάζουσιν οἱ πολλοί), οὗτοι συνεχῶς ἅτε δὴ γειτο νεύοντες τὸν βασιλέα ὁρῶντες, τὴν ἀπὸ τῆς ἐξορίας ἐπάνοδον Ἀθα νασίου παμπόλλων ἔλεγον αἰτίαν γεγενῆσθαι κακῶν, καὶ οὐ μόνον τὴν Αἴγυπτον μεταλαγχάνειν τοῦ κλύδωνος, ἀλλὰ καὶ τὴν Παλαιστί νην καὶ τὴν Φοινίκην καὶ τὰ ἄλλα ὅμορα ἔθνη.
 [03742]  ὁπόσης γὰρ ἄξιον τιμωρίας τὸ κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει.
000-00-00 Serial Number=0484862804
Historia religiosa Ante [Go Back]  
 [00639]  Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν θείων εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων παρεγύμνου τὴν ἔννοιαν.
 [02316]  [28.4] Πρὸς τοῦτον ἀφικόμενος ηὗρον μὲν αὐτὸν τῶν θείων εὐαγγελίων τὴν ὠφέλειαν καρπούμενον καὶ λίαν ἐπιμελῶς τὴν ἐκεῖθεν ὠφέλειαν συλλέγοντα.
000-00-00 Serial Number=0895002067
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01611]  Εἰ μελέτῃ λογικὸς ἅπας τὴν γνῶσιν κομίζεται, γνώσεως δὲ νόμος τῶν μειζόνων προτάττειν τὰ ἥσσονα ὅπερ κρατῆσαν ἐπὶ τῶν Ἰουδαίων σαφέστερον δείκνυται πρότερον τὰ τοῦ νόμου, εἶθ' οὕτως τὰ εὐαγγελικὰ παρειληφότων μαθήματα, [104] πῶς ἡμεῖς οὐκ ἀνακολούθως μανθάνομεν πρὸ τῶν ἡσσόνων τὰ μείζονα μανθάνοντες, λέγω δὲ τὰ τοῦ νόμου ἥσσονα, τὰ δὲ τῶν εὐαγγελίων μείζονα;
000-00-00 Serial Number=0708712697
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04521]  ὥσπερ τοίνυν Μωϋσῆς μὲν ἐξήγαγε τὸν λαὸν ἐξ Αἰγύπτου, Ἰησοῦς δὲ αὐτὸν εἰς τὴν ἐπηγγελμένην εἰσήγαγε γῆν, οὕτως ὁ νόμος μὲν τῆς ἀσεβείας ἀπαλλάττει τοὺς πειθο μένους, ἡ δὲ τῶν εὐαγγελίων χάρις εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐ ρανῶν.
 [04736]  τοῖς γὰρ τὴν μωσαϊ κὴν δεξαμένοις περιτομὴν τὴν πνευματικὴν προσήνεγκαν περιτομὴν τῶν εὐαγγελίων οἱ κήρυκες·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»