Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διδάσκειν [18]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διδάσκειν


000-00-00 Serial Number=0483705223
Commentaria in Isaiam Ante [Go Back]  
 [00458]  Ἐνταῦθα δοκεῖ μοι κατηγορεῖν μὲν τῶν ἱερέων καὶ διδασκάλων, τὸν δὲ λαὸν διδάσκειν, ὡς οὐ διὰ τὴν τῶν ψυχῶν ἐπιμέλειαν ἀποτρέπουσιν αὐτοὺς προσέχειν τῷ θείῳ κηρύγματι ἀλλὰ διὰ τὰς προσφερομένας αὐτοῖς ἀπαρχὰς καὶ δεκάτας ἃς ἀνάγκην ἐπιτιθέντες εἰσέπραττον.
 [00892]  Οὐδαμοῦ μετὰ τοῦ παιδὸς ὁ προφήτης ἐκελεύσθη θεσπίσαι, ἐνταῦθα δὲ μόνον παραλαβεῖν τὸν υἱὸν προσετάχθη, ἐπειδὴ μέλλει τοῦ Ἐμμανουὴλ προαγορεύειν τὴν γέννησιν καὶ τὸν Ἄχαζ διδάσκειν, ὡς διὰ τὸν ἐξ αὐτοῦ τεχθησόμενον τῆς θείας ἀπολαύσεται κηδεμονίας αὐτὸς διὰ τὴν οἰκείαν παρανομίαν τιμωρίας ἄξιος ὤν.
 [05371]  ξύλον γάρ φη σίν ἐστιν ὑπὸ τέκτονος εἰργασμένον οὔτε σῴζειν οὔτε διδάσκειν ἢ προλέγειν δυνάμενον.
000-00-00 Serial Number=0337134480
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01322]  Εἰ δέ τις ἕτερα διδάσκειν ἡμᾶς παρὰ ταύτην ἰσχυρίζεται, μὴ ἐρήμην κατηγορείτω, ἀλλὰ παρόντας ἐξελεγξάτω.
000-00-00 Serial Number=0253836453
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01216]  Ἐν ταύτῃ λόγων ἐλευθερίων μετρίως μετεσχηκὼς, φωνήν τε ὅτι καλ λίστην καὶ μεγίστην ἀσκήσας, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ προϊὼν εἰσεφθάρη, καὶ τῷ καταλόγῳ τῶν πρε σβυτέρων ἐναρίθμιος γεγονὼς, τόν τε τοῦ Θεοῦ λαὸν διδάσκειν πεπιστευμένος, ἔδειξεν εὐθὺς ἐν προοι μίοις, οἷος παρὰ πάντα τὸν βίον γενήσεται.
000-00-00 Serial Number=0510261297
Historia ecclesiastica Ante [Go Back]  
 [00236]  φασὶ γὰρ ἡμᾶς οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν δύο, δυοῖν θάτερον δεῖν εἶναι λέγοντες οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων αὐτὸν εἶναι φρονεῖν, ἢ πάντως ἀγέννητα λέγειν δύο·
 [00546]  μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ ἐξ οὐκ ὄντων καὶ τῷ ἦν ποτε ὅτε οὖκ ἦν καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν.
 [02340]  οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν, καὶ δι' ἐκείνου μὲν διδάσκειν ὡς μάλα εὐπετῶς [217] παρέχειν ἃ βούλεται δύναται, διὰ δὲ τούτου καὶ διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν.
 [03157]  Τὸ μὲν ὡς ἀγνοοῦσαν διδάσκειν τὴν ὑμετέραν εὐλάβειαν καὶ δι ηγεῖσθαι τῶν παθημάτων τὸ πλῆθος τῶν ἐπαχθέντων ἡμῖν παρὰ τῆς τῶν Ἀρειανῶν δυναστείας, περιττὸν ἴσως.
000-00-00 Serial Number=0408894479
Interpretatio in Danielem Ante [Go Back]  
 [00007]  καὶ γὰρ ὁ θεῖος παρακελεύεται νόμος, ἃ παρὰ τῶν πατέρων μεμαθήκαμεν, τοὺς ἐγγόνους διδάσκειν.
 [01903]  Ταῦτα οἱονεὶ συγγραφικῶς διηγησάμενος, ἄρχεται λοιπὸν διδάσκειν, ἃς διὰ τῶν ἀποκαλύψεων ἐδιδάχθη προῤῥήσεις.
 [02752]  Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως ∆αρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ' ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ·
000-00-00 Serial Number=0646771789
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00823]  Ἔδει τὴν τῷ Θεῷ ἀνακειμένην πόλιν, καὶ τοὺς παρανομίᾳ συζῶντας ὑποδεχομένην, εὐνομίαν διδάσκειν·
 [01170]  Τοῖς τῆς θείας ἠξιωμένοις χάριτος ἐλέγχειν κελεύει, καὶ τῆς ἐρημίας τὰς αἰτίας διδάσκειν·
 [01181]  Παρεγγυᾷ δὲ καὶ ταῖς γυναιξὶν, ὡς οὐκέτι χώραν ἐχούσης τῆς εὐφρο σύνης, διδάσκειν θρηνῆσαι τὰς θυγατέρας·
000-00-00 Serial Number=0319309294
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04220]  Τὸν παλαιὸν δεδω κὼς νόμον ὁ τῶν ὅλων Θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, προσέταξε τοῦτον διηνεκῶς ἐκπαιδεύεσθαι, καὶ τὰ τέκνα διδάσκειν·
000-00-00 Serial Number=0580688477
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02819]  Χρὴ δὲ μὴ μόνους εἰδέναι τὰς θείας θαυματουργίας, ἀλλὰ καὶ τοὺς ἀγνοοῦντας διδάσκειν, καὶ πάντας διεγείρειν εἰς ὑμνῳδίαν.
 [04685]  Βασιλέων ἴδιον τὸ διδάσκειν, τὸ δὲ διδά σκεσθαι, τῶν ἀρχομένων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»