Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum διακονίας [12]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum διακονίας


000-00-00 Serial Number=0538622856
Graecarum affectionum curatio Ante [Go Back]  
 [01953]  Ὁ μὲν γὰρ γεωργὸς στέργει τὴν τάξιν ἣν ἔλαχε καὶ ὁ οἰκέτης ὡσαύτως καὶ μέντοι καὶ ὁ χειροτέχνης ἀγαπᾷ τὴν τέχνην καὶ τοὺς πόνους οἷς ξυγκεκλήρωται, ὑμεῖς δὲ τρυφῶντες καὶ ὑπερμαζῶντες καὶ διὰ τῆς ἑτέρων διακονίας παντοδαπῆς χλιδῆς ἀπολαύοντες, λόγοις [6.56] βλασφήμοις τὸν τούτων κατατοξεύετε χορηγόν·
000-00-00 Serial Number=0932452381
Historia ecclesiastica Ante [Go Back]  
 [01551]  ἀλλὰ Φλαβιανὸς καὶ ∆ιόδωρος, τὴν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι·
 [01623]  Ἀέτιος δὲ αὐτὸς ἦν ὃν πάλαι μὲν Λεόντιος τὰς Φλαβιανοῦ καὶ ∆ιοδώρου κατηγορίας δεδιξάμενος τῆς διακονίας ἐγύμνωσε, Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων καὶ τῶν ἀνοσίων ἐγχειρημάτων·
 [01659]  καθῃρέθη γὰρ τῆς διακονίας καὶ ἠλλοτριώθη τῆς ἐκκλησίας·
 [01755]  σὺν Ἀρείῳ γὰρ καὶ τοῦτον διακονίας ἠξιωμένον ὁ μέγας Ἀλέξανδρος ἀπεκήρυξεν.
 [02003]  γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἦν τῆς τούτου μητρός.
 [02529]  Εὐόλκιον μὲν διακονίας ἠξιωμένον, εἰς Ὄασιν εἰς τὸ ἔρημον πολυθρύλητον, Ἀντίοχον δέ, καὶ τῇ Εὐσεβίου τοῦ μεγάλου συγγενείᾳ κοσμούμενον (ἀδελφιδοῦς γὰρ αὐτοῦ ἐτύγχανεν ὤν), καὶ πολλοῖς οἰκείοις κατορθώ [237] μασι λαμπρυνόμενον, καὶ μὲν δὴ καὶ ἱερωσύνης ἠξιωμένον, εἴς τινα τῆς Ἀρμενίας ἐσχατιάν.
 [03448]  ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν.
000-00-00 Serial Number=0500170350
Historia religiosa Ante [Go Back]  
 [00364]  Θορύβου δὲ περὶ τούτου, ὡς εἰκός, γενομένου, αἰσθομένη ἡ μήτηρ, ἡσυχίαν μὲν ἅπασιν ἄγειν παρακελεύεται, κάλυμμα δέ τι τῷ φρέατι ἐπιθεῖσα, τῆς διακονίας εἴχετο.
 [00819]  [6.11] Εἰ δέ τις ἀπιστεῖ τοῖς εἰρημένοις, τῆς Ἠλιοῦ τοῦ πάνυ πολιτείας καὶ τῆς τῶν κοράκων διακονίας ἀναμνη σθήτω οἳ πρωῒ μὲν ἄρτον, δείλης δὲ κρέας αὐτῷ κομίζοντες διετέλεσαν.
 [01024]  Ὁ μὲν γὰρ ∆ανιῆλος ἔλεγε τοῦτο γὰρ ἦν αὐτῷ ὄνομα ὡς τῆς καλῆς αὐτῷ ταύτης διακονίας κοινωνήσω κἀγώ·
 [01901]  Εἰ γὰρ οἰκέτης ἀνθρώπου ὁμοφυοῦς ἐτύγχανον ὤν, ἐν δὲ τῷ τῆς δεσποτικῆς διακονίας καιρῷ καταλιπὼν τὸ προσενεγκεῖν εἰς καιρὸν ἢ τὰ σιτία ἢ τὰ ποτὰ πρός τινα τῶν ὁμοδούλων ἐποιησάμην διάλεξιν, πόσας οὐκ ἂν δικαίως ἐδεξάμην πληγάς;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»