Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεσπότην [130]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεσπότην


000-00-00 Serial Number=0808493853
Commentaria in Isaiam Ante [Go Back]  
 [00730]  ἡμεῖς δὲ τῆς πονηρίας τὴν μίμησιν φύγωμεν, ἵνα καὶ τὴν τῆς τιμωρίας διαφύγωμεν κοινωνίαν καὶ μετὰ παρρησίας ἴδωμεν τὸν δεσπότην Χριστόν, ᾧ καὶ μεθ' οὗ τῷ πατρὶ σὺν <τῷ> ἁγίῳ πνεύματι δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [01099]  καὶ γὰρ Ἰουδαῖοι τοῖς ἱεροῖς παρηγγύων ἀποστόλοις τὸν δεσπότην μὴ κηρύττειν Χριστόν.
 [01631]  Αἰνίττεσθαι δέ μοι ὁ λόγος δοκεῖ οὐ μόνον τῶν θαυμάτων τὸ ὕψος ἀλλὰ καὶ τὸν σταυρὸν τὸν σωτήριον ᾧ τὸν δεσπότην προσήλωσαν.
 [02102]  οὗτος γὰρ εἰς τὸν αἰῶνα χρόνον δῶρα κυρίῳ προσφέρει καὶ τὴν τοῦ Σεναχηρὶμ παράδοξον κατάλυσιν ἐν ταῖς ἐκκλησίαις ἀκούων ὕμνοις τὸν δυνατὸν καὶ φιλάνθρωπον δεσπότην ἀμείβεται.
 [02641]  Ταῦτα δὲ διὰ τῆς πνευματικῆς χάριτος ὁ προφήτης μεμαθηκὼς πρὸς τὸν δεσπότην φησίν·
 [02963]  Καταλλάξωμέν φησι τὸν δεσπότην, παύσωμεν τὴν καθ' ἡμῶν ἀγανάκτησιν τῇ τοῦ βίου μεταβολῇ.
 [02967]  ∆ηλοῖ δὲ διὰ τούτων οὐ μόνον τὸν δεσπότην Χριστόν, ὃς ἐξ αὐτῶν κατὰ σάρκα βεβλάστηκεν, ἀλλὰ καὶ τοὺς ἱεροὺς ἀποστόλους κ αὶ καθόλου |133 b| πάντας τοὺς ἐξ Ἰουδαί ων πεπιστευκότας·
 [03042]  Τὸν ἀποστολικὸν ὑποδείξας χορὸν τὸν τούτων ὑποδείκνυσι δεσπότην·
 [03572]  Νοητέον <οὖν> βασιλέα μὲν τὸν δεσπότην Χριστόν, ἄρχοντας δὲ τοὺς ἱεροὺς ἀπο στόλους καὶ τοὺς μετ' ἐκείνους τὴν τῶν ἐκκλησιῶν ἡγεμονίαν παρειληφότας.
 [04089]  Οὐ πρὸς ὑμᾶς οὐδὲ πρὸς τὸν ὑμέτερον ἀπεστάλην δεσπότην ἀλλὰ πρὸς τὸν λαὸν τοῦτον τὸν πάσης ἄξιον ἀτιμίας.
 [04146]  Ὁ Ἀσσύριός φησιν ἕνα σε τῶν ψευδωνύμων νομίζει θεῶν, ἐγὼ δέ σε οἶδα τῶν δυνάμεων κύριον καὶ τοῦ Ἰσραὴλ δεσπότην, θρόνον ἔχοντα οὐ κάτω που καὶ ἐπὶ γῆς κείμενον ἀλλὰ τοῖς χερουβὶμ ἐπικείμενον.
 [04147]  Πάσης τῆς οἰκουμένης καὶ τῶν ἐν αὐτῇ βασιλέων οἶδά σε καὶ θεὸν καὶ δεσπότην καὶ πρὸς τούτοις τῶν ὅλων δημιουργόν.
 [04936]  καλεῖ δὲ οὕτως οὔτε Μωυσέα οὔτε ἄλλον τινὰ τῶν προφητῶν ἀλλὰ τὸν δεσπότην Χριστόν.
 [05771]  Τοῦτο κἀνταῦθα ἡ προφητεία προλέγει, ὅτι |162 a| καταγέλαστον ἐδόκει τοῖς ἀπιστοῦσι τὸ κήρυγμα καὶ οἱ ἀνθρώποις ἄρχουσι δου λεύον τες τὸν τῶν ἁπάντων κύριον δεσπότην ἔχειν οὐ κατεδέχοντο.
 [05775]  ὁρῶμεν γὰρ καὶ βασιλέας καὶ ἄρχοντας τὸν δεσπότην προσκυνοῦντας Χριστόν, ὃς τοὺς πιστεύοντας εἰς αὐτὸν ἐξελέξατο.
 [05786]  Εὑρίσκομεν δὲ κἀν τοῖς θείοις εὐαγγελίοις τὸν δεσπότην Χριστὸν ἀνθρωπίνως προσευχόμενον καὶ νῦν μὲν λέγοντα·
 [05913]  Καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν προμηθείας τὸν δεσπότην ἐσταυρω κότες.
 [06442]  Καὶ διὰ πάντων δὲ τῶν προφητῶν τοῦτο ἡμᾶς διδά σκει ὁ τῶν ὅλων θεός, ὡς ὑπερβαλλούσῃ φιλανθρωπίᾳ χρώμενος οὐ μόνον δεσπότην ἑαυτὸν καὶ πατέρα .........
 [06683]  δίκαιον γὰρ τὸν δεσπότην ὀνομάζει Χριστόν, ὃς «ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ».
 [06687]  Μετὰ γὰρ τὸν δεσπότην
 [06715]  Ἐπειδὴ γὰρ ὡς ἀντίθεον δῆθεν τὸν δεσπότην τῷ ξύλῳ προσήλωσαν ζῆλον ὡς ἐνόμιζον ὑπὲρ τοῦ τεθεικότος τὸν νόμον ὑποδεικνύ μενοι, εἰς καιρὸν αὐτοὺς τῆς δεισιδαιμονίας ἀνέμνησεν·
 [06998]  Ταῦτα δὲ ὁ προφη τικὸς διεξέρχεται λόγος, τοὺς ὠφελεῖσθαι βουλομένους πα ρακαλῶν τούτοις τοῖς λόγοις τὸν δεσπότην ἱλεοῦσθαι ὅτι ἴσμεν ἡμῶν τὰ πλημμελήματα, ἔγνωμεν τὴν ἀσέβειαν, ἐψευσάμεθά σε τὸν δεσπότην ὑποσχόμενοι μὲν φυλάττειν σου τοὺς νόμους, τούτους δὲ παραβάντες, ἀντιλέγοντές σοι διετελέσαμεν, ἄδικα φθεγγόμενοι, ἄδικα λογι ζό μενοι, τὴν σὴν οὐ δειμαίνοντες κρίσιν, πόρρω τῆς δικαιοσύνης γινόμενοι.
 [07216]  Οὕτω ταῦτα συμπεράνας πάλιν εἰς τὸν δεσπότην Χριστὸν μεταφέρει τὴν πρόρρησιν, ὃς κατὰ τὸν παρόντα βίον ταῦτα τῇ ἐκκλησί
 [07464]  Ὁ μέντοι θεῖος ἀπόστολος τοῦτο εἰς τὸν δεσπότην Χριστὸν οὐχ ὡς ἀληθῶς |180 b| ἔλαβ εν ἀλλ' ὡς τυπικῶς ἐπὶ τὴν ἀλήθειαν μετήνεγκεν·
 [07496]  ὸ σὲ μόνον καὶ δεσπότην καὶ πατέρα καλοῦμεν·
 [07511]  Οὕτω καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ τὸν |181 a| δεσπότην ἀντιβολῶν ἔλεγεν·
 [07564]  Τῆς ἀρχαίας ἀναμιμνῄσκει δημιουργίας καὶ πατέρα καλεῖ καὶ δεσπότην καὶ πλάστην καὶ τὴν ἀνθρωπείαν φύσιν ὀνομάζει πηλόν, ἵνα καὶ διὰ τούτων ἀνοίξῃ τὰς τοῦ ἐλέου πηγάς.
 [07914]  ∆ιδάσκει τοίνυν κἀνταῦθα ὡς οἱ τῆς εὐφροσύνης ἐκείνης ἀπολαύοντες τοὺς κολαζομένους ὁρῶσι τίνοντας ὧν ἐπλημμέλησαν δίκας, διαφερόντως δὲ τοὺς αὐτὸν τὸν τῆς οἰκουμένης δεσπότην τῷ ξύλῳ προσηλῶσαι τετολμηκότας.
000-00-00 Serial Number=0240271032
De incarnatione domini Ante [Go Back]  
 [00272]  τὴν δὲ μάχην πρὸς τοῦτον ἀνεδεξάμην, ὃν ἀπὸ πηλοῦ μὲν διέπλασας, κατ' εἰκόνα δὲ σὴν ἐποίησας, καὶ ἐτίμησας τῷ λόγῳ, καὶ παραδείσου πολίτην κατέστησας, καὶ γῆς καὶ θαλάττης δεσπότην ἀπέφηνας·
000-00-00 Serial Number=0474419475
De providentia orationes decem Ante [Go Back]  
 [01190]  ὁ δὲ τῶν οἰκετῶν πρω τεύων, ὁ τῶν ἄλλων ἁπάντων τὴν κηδεμονίαν πεπι στευμένος, τὸν πρωρέα μιμούμενος, διδάσκει τὸν δεσπότην ἃ νομίζει συμφέρειν.
 [01244]  Τὸν δὲ μέγαν Ἀβραὰμ τὸν πατριάρχην, τὸν ὀκτωκαίδεκα καὶ τριακοσίων οἰκογενῶν δεσπότην, αὐτουργοῦντα, καὶ τοῖς ξένοις διακονοῦντα, καὶ εἰς τὰ βουκόλια τρέχοντα, καὶ τὸ μοσχάριον ἕλκοντα, καὶ τὴν ὁμόζυγα πρὸς τὴν ἀρ τοποιίαν ἐπείγοντα·
 [01347]  ∆ίκαιος μὲν γὰρ, φησὶν, ὑπάρχεις, πλείονα τῶν εὐσεβῶν ποιούμενος ἐπιμέλειαν, καὶ τὸν σὸν μὲν εὔνουν οἰκέτην, ἐμὸν δὲ χρηστὸν δεσπότην, πάσης ἀξιῶν θεραπείας.
 [01388]  Ὡς δὲ κρεῖττον ἐφάνη τῶν δικτύων τὸ θήραμα, καὶ ῥᾳδίως τοὺς παγέντας ὑπερεπήδησε στάλικας, καὶ οὓς πο τνιωμένη προσήνεγκε λόγους ἑταιρικοὺς καὶ ἡδονῇ κεχρωσμένους, ἀπῆλθον ἄπρακτοι καὶ ἀνόνητοι, τηνικαῦτα λοιπὸν τοῖς λόγοις ἐῤῥῶσθαι φράσασα, ἔργῳ προσφέρει τὴν πεῖραν, καὶ σύμμαχον λαβοῦσα τῶν θαλάμων τὴν ἐρημίαν, κατέχει τὸν νέον, δοῦλον αὐτὸν τῶν παθῶν, ἀλλὰ οὐ δεσπότην νομίσασα.
 [01415]  Πολλὰς ὑμῖν εὐεργεσίας ὀφείλων, ὦ κεκτημένη, οὐκ ἀνέξομαι τοῖς ἐναντίοις τὸν δεσπότην ἀμείψασθαι·
000-00-00 Serial Number=0371034205
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00385]  Τούτῳ θαῤῥῶν <τῷ νόμῳ>, καὶ πρὸς τούτῳ τῇ τῆς ἱερᾶς σου ψυχῆς ἡμερότητι καὶ διαθέσει, ἧς ἄνωθεν ἡμᾶς ἠξίωσεν ἡ σὴ θεοσέβεια, ὑπερβαίνω τοὺς ὅρους, καὶ τὴν ἀδο κήτως μοι συμβᾶσαν ἀθυμίαν μετ' ἐκείνης, ἧς ἔφην, παῤῥησίας, τὸν ἐμὸν διδάσκω δεσπότην.
 [00396]  Ταῦτα ὡς υἱὸς ἀλγῶν, τὸν πάντων εἵνεκα σεβασμιώτατόν μοι πατέρα καὶ δεσπότην ἐδίδαξα, καὶ ἀπολογούμενος ὑπὲρ τῆς ἀγνοίας, καὶ ἀλγῶν διὰ τὴν ἄγνοιαν.
000-00-00 Serial Number=0321509838
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00501]  Ταύτῃ λαμπρυνομένην εἰδὼς τὴν ὑμετέραν μεγα λοπρέπειαν, θαρρῶν συνίστημι τὸν θαυμασιώτατον καὶ μεγα λοπρεπέστατον Κελεστιακόν, ἄνδρα πολλῶν χρημάτων καὶ κτημάτων δεσπότην γεγενημένον, ἔρημον δὲ τούτων ἐξαπίνης γενόμενον, φέροντα δὲ τὴν πενίαν εὐκόλως, ὡς ὀλίγοι τὸν πλοῦτον.
 [00521]  ∆ιά τοι τοῦτο συνίστημί σου τῇ ὁσιότητι τὸν θαυμα σιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν, πολλῶν μὲν χρημάτων καὶ κτημάτων πάλαι δεσπότην γεγενημένον, μετὰ μόνης δὲ τῆς ἐλευθερίας τῶν βαρβάρων τὰς χεῖρας διαφυ γόντα, καὶ πρόσοδον εἰς ἀφορμὴν βίου νῦν ἔχοντα τῶν κατὰ τὴν σὴν φιλοθεΐαν τὴν εὐσπλαγχνίαν.
 [01173]  Ὅταν δὲ καὶ αὐτὸν ἴδῃ τὸν δεσπότην Χρισ τόν, τῶν αἰώνων τὸν ποιητήν, τὸν τῶν ἁπάντων δημιουργόν, τὸν ἀληθινὸν θεὸν καὶ τοῦ ἀληθινοῦ Θεοῦ υἱὸν πλάνον ὑπὸ τῶν ἀλιτηρίων Ἰουδαίων ὠνομασμένον, οὐκέτι μόνον ψυχαγωγίαν, ἀλλὰ καὶ εὐθυμίαν καρποῦται μεγίστην, ἅτε δὴ τῆς δεσποτι κῆς ἀξιούμενος κοινωνίας.
000-00-00 Serial Number=0236623466
Eranistes Ante [Go Back]  
 [00011]  Τὸ μὲν γὰρ θεὸν μόνον ὀνομάζειν τὸν δεσπότην Χριστόν, Σίμωνός ἐστι καὶ Κέρδωνος καὶ Μαρκίωνος καὶ τῶν ἄλλων, ὅσοι τοῦ μυσαροῦ τούτου μετέχουσι γειτονήματος.
 [00231]  Καὶ κατὰ ταὐτὸν ἔδειξεν αὐτὸν καὶ τῶν ἁπάντων δημιουργὸν καὶ δεσπότην καὶ πρύ τανιν ὡς θεόν, καὶ ἐξ Ἰουδαίων βεβλαστηκότα ὡς ἄνθρωπον.
 [00454]  Προφητικοῖς γὰρ προϊδὼν ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν καὶ τὴν διὰ ταύτην γενησομένην αἰχμαλωσίαν, τῶν ἀψευδῶν ὑποσχέσεων τὸν οἰκεῖον ἀνέμνησε δεσπότην.
 [00508]  {ΕΡΑΝ.} Ἀραρότως ἡ προφητεία τὸν δεσπότην κηρύττει Χριστόν.
 [00582]  Οὐκ ἂν δὲ ῥάβδον βλαστήσασαν ἐξ Ἰεσσαὶ προσηγόρευσε τὸν δεσπότην Χριστόν, εἰ μόνον ᾔδει θεόν.
 [00586]  Ἐβου λόμην δὲ γνῶναι σαφῶς, εἰ καὶ τῶν ἀποστόλων ὁ θεῖος χορὸς ἐκ σπέρματος ∆αβὶδ βεβλαστηκέναι κατὰ σάρκα ἔφη τὸν δεσπότην Χριστόν.
 [01151]  πῶς ἡμῖν ἐγκαλεῖτε τὸν δεσπότην Χριστὸν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον ὀνομάζουσι, καὶ ταῦτα πολλῶν ἄγαν τοῦτο ποιεῖν ἀναγκαζόντων;
 [01219]  Ὁμολογοῦσι γὰρ ἄνθρωπον τὸν δεσπότην Χριστόν.
 [02476]  Ὠργίζετο ἡμῖν ὡς θεός, ἡμεῖς δὲ τῆς αὐτοῦ κατεφρονοῦμεν ὀργῆς τὸν φιλάνθρωπον δεσπότην ἀποστρεφόμενοι·
 [03162]  {ΕΡΑΝ.} Εἶτα οὔ σοι δοκεῖ βλάσφημον τὸ τράγοις τὸν δεσπότην ἀφομοιοῦν;
 [03869]  Ὥστε ὅταν ἀκούσῃς τὸν δεσπότην προδιδόμενον, μὴ καταγάγῃς εἰς εὐτέλειαν τὸ θεϊκὸν ἀξίωμα, μηδὲ τὰ σωματικὰ πάθη τῇ θείᾳ δυνάμει προσάψῃς.
 [04210]  Σπέρμα Ἀβραὰμ ὁ θεῖος ἀπόστολος τὸν δεσπότην ὀνομάζει Χριστόν.
 [04259]  Ἡ δὲ τῶν εὐαγγελίων ἱστορία καθεύδοντα δείκνυσιν ἐν τῷ πλοίῳ τὸν δεσπότην Χριστόν.
 [04360]  Πρωτότοκον ἐκ τῶν νεκρῶν τὸν δεσπότην Χριστὸν ὁ μακάριος προσηγόρευσε Παῦλος·
000-00-00 Serial Number=0129161000
Graecarum affectionum curatio Ante [Go Back]  
 [01718]  ∆ι' ἐκείνην μὲν γὰρ καὶ τῶν θείων ὀριγνώμεθα καὶ τῶν ὁρωμένων ὑπερορῶντες τὰ νοητὰ φανταζό μεθα καὶ ἐπὶ γῆς βαδίζοντες τὸν ἐν οὐρανοῖς δεσπότην ἰδεῖν ἱμειρόμεθα καὶ ἀρετῆς ἐφιέμεθα, καὶ μέντοι καὶ διαζῶμεν καὶ ἐδωδῆς μεταλαγχάνομεν καὶ ποτῶν, καὶ πρὸς τούτοις αὔξεται [5.78] διὰ τῆς ἐννόμου παιδοποιΐας τὸ γένος.
 [02300]  καὶ χρώμενοι πρεσβευταῖς πρὸς τὸν τῶν ὅλων δεσπότην, διὰ τούτων [8.11]
 [03062]  [10.63] Ταῦτα ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν δεσπότην Χριστὸν ὡς πρὸς ἄνθρωπον ἔφη, ἀπὸ τῆς ὁρωμένης φύσεως Ἰακὼβ αὐτὸν καὶ Ἰσραὴλ ὀνομάσας·
 [03117]  Ὁρῶντες τοίνυν βασιλεύοντα τῆς οἰκουμένης τὸν δεσπότην Χριστὸν καὶ πάντα τὰ ἔθνη τούτου τὴν δεσποτείαν ἀσμένως ὑμνολογοῦντα, καὶ νοήσατε [10.72] τὴν προφητείαν καὶ θαυμάσατε τὴν ἀλήθειαν.
 [03691]  Ταύτην κατορθώσας τὴν ἀρετὴν ὁ προφήτης πρὸς τὸν δεσπότην [12.12] ξὺν παρρησίᾳ βοᾷ·
 [03833]  ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών.
000-00-00 Serial Number=0725413144
Historia ecclesiastica Ante [Go Back]  
 [00809]  οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην πρᾶον, ἵλεω καὶ εὐμενῆ.
 [01559]  οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, [155] καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες.
 [02025]  ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι·
 [02165]  φασὶ δὲ αὐτὸν ποτνιώμενον καὶ τὸν φιλάν θρωπον ἀντιβολοῦντα δεσπότην ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φοράν, διαχυθῆναι δὲ καὶ θυμηδίας πλησθῆναι καὶ γανωθῆ ναι τὸ πρόσωπον καὶ τούτῳ μηνῦσαι τὴν τῆς ψυχῆς ἡδονήν.
 [02202]  ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνω ρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς.
 [02764]  οἳ τὴν τῆς βλασφημίας εἰσδεξά μενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων δεσπότην τοξεύειν ἐπιχειροῦ σιν, ἀλλὰ καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον.
 [02795]  ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὄρους συνιόντες κρηπίδα ὕμνοις τε τὸν δεσπότην ἐγέραιρον καὶ τῶν θείων λογίων ἀπήλαυον, τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν καὶ ποτὲ μὲν ὑετοῦ καὶ νιφετοῦ καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας αὐτοὺς μεταλαχεῖν συνεχώρησεν, ἀλλ' ἀποστείλας στρατιώτας ἐσκέδασεν.
 [02800]  ἀλλ' οὐδὲ τὴν ἐν τῷδε τῷ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος.
 [03086]  ὁ δὲ τελευτῶν παρηγγύησεν, ὅρκοις τοὺς παρόντας πεδή σας, μηδεμίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν, καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου δεσπότην, ὃς περὶ τῶν ἐσταυρωκότων ἔφη·
 [03353]  Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν ∆αυϊτικὴν ἀφῆκε φωνήν·
 [03447]  ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης.
 [03514]  τούτων οὕτω πιστῶς [325] εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν ᾧ τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν.
 [03670]  τὸν γὰρ τῶν ὅλων δεσπότην προμηθούμενον ἔχει.
 [03731]  Καὶ Σαήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ καὶ ἀρνηθῆναι τὸν ποιητὴν οὐκ ἀνεχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε.
000-00-00 Serial Number=0552562475
Historia religiosa Ante [Go Back]  
 [00117]  Κἀνταῦθα δὲ τὸν οἰκεῖον δεσπότην ἐζήλωσεν, ὃς δεῖξαι βουληθεὶς ὡς ἑκὼν ὑπομένει τὸ πάθος καὶ ῥᾳδίως ἂν ἐθελήσας τοὺς ἀλιτηρίους ἐκόλασεν, οὐκ αὐτοῖς ἐπήνεγκε τιμωρίαν, ἀλλὰ τὴν ἄψυχον συκῆν λόγῳ ξηράνας, τὴν οἰκείαν ἔδειξε δύναμιν.
 [00293]  Τοῦ δὲ νέου μήτε τὴν ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε, εἰ γινώσκοι, δύνασθαι ἂν βαδίσαι, τῆς ἰσχύος ὑπὸ τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν δεσπότην ἱκέτευε, δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ.
 [00312]  Οὕτω καὶ Ἰωάννης ὁ πάνυ βαπτίσαι κελευσθεὶς τὸν σωτῆρα, πρότερον μὲν καὶ τὴν οἰκείαν ὡμολόγησε δουλείαν καὶ τὸν δεσπότην ὑπέδειξεν·
 [00321]  Τοιγάρτοι πολλῶν ἡμερῶν ὁδὸν ἐξανύσαντες, καταλαμβάνουσι τὸ ποθούμενον ὄρος καί, τὸν οἰκεῖον προσκυνήσαντες δεσπότην, πολὺν ἐκεῖ διετέλεσαν χρόνον, τοῦ χωρίου τὴν ἐρημίαν καὶ τὴν τῆς ψυχῆς ἡσυχίαν τρυφὴν μεγίστην ἡγούμενοι.
 [00386]  Ὁ δὲ οὐδὲν μελλήσας παρεγένετο καί, τὸν κοινὸν ἱκετεύσας δεσπότην, ἔλυσε λόγῳ τὸ πάθος, καὶ χάριν ὁμολογεῖν τῷ θεῷ παρηγγύα.
 [00413]  προσευχόμενος δὲ καὶ τὰς ἱκετείας προσφέρων, αὐτὸς τὴν πρὸς τὸν δεσπότην ἐποιεῖτο διάλεξιν.
 [00453]  [3.8] Ὅρα μοι τοίνυν εἰ μὴ τὸν δεσπότην ὡς εὔνους οἰκέτης μεμίμηται.
 [00479]  Οὗτος οὖν τὸν δεσπότην θεασάμενος προσέφερε τῆς γεγενημένης θαυματουργίας τὰ εὐαγγέλια, πρὸ τεττάρων ἡμερῶν λέγων γεγενῆσθαι τὸ θαῦμα.
 [00636]  ∆ιηνεκῶς δὲ τῷ θεῷ προσομιλεῖν παρηγγύα καὶ μηδένα καιρὸν ταύτης ἄμοιρον τῆς ἐργασίας ἐᾶν, ἀλλὰ κοινῇ μὲν τὰς ὡρισμένας λειτουργίας ἐπιτελεῖν, τὰ δὲ ἐν μέσῳ τούτων τῆς ἡμέρας μόρια καθ' ἑαυτὸν ἕκαστον ἢ ὑπὸ σκιᾷ τινὶ δένδρου ἢ παρά τινα πέτραν ἢ ἔνθα ἄν τίς τινος ἡσυχίας ἀπολαύοι, ἢ ἑστῶτα ἢ κείμενον ἐπ' ἐδάφους, ἀντιβολεῖν τὸν δεσπότην καὶ τὴν σωτηρίαν αἰτεῖν.
 [00775]  Καθημέ νων δὲ αὐτῶν ἀφίκοντο δύο λέοντες οὐ βλοσυρὸν βλέποντες, ἀλλ' οἷόν τινα δεσπότην σαίνοντες καὶ τὴν δουλείαν ὑποση μαίνοντες.
 [00850]  Περιστοιχιζόμενος τοίνυν ὑπὸ τοσαύτης πληθύος ὁ θεσπέσιος ἄνθρωπος εἰς τὸν οὐρανὸν ἰδὼν καὶ τῇ διανοίᾳ τὸν οὐρανὸν ὑπερβὰς ἱκέτευε τὸν δεσπότην τῆς συκοφαντίας διελέγξαι τὸ ψεῦδος καὶ δήλην ἀποφῆναι τὴν κεκρυμμένην ἀλήθειαν.
 [00931]  Ὁ δὲ καὶ γὰρ εἰώθει τὸν δεσπότην μιμούμενος παραβολικῶς συλλογίζεσθαι·
 [01060]  καὶ ἔφασκεν ἐν Ἡλιουπόλει τὸν μὲν τοῦ οἰκέτου ἀρρωστῆσαι δεσπότην, τὴν δέ γε δέσποιναν τῷ ὁμόζυγι ἅτε δὴ ἀρρωστοῦντι παρακαθῆσθαι·
 [01151]  Πεποιθήσεως δὲ γέμων εἰς θεὸν καὶ θαρρῶν, ὡς εἰκός, εὐμενῆ τὸν δεσπότην κεκτη μένος καὶ πίστιν ἔχων ἀδίστακτον, νυκτὸς διεγερθεὶς ἄνεισιν ἐπὶ τὴν ἄκραν τοῦ ὑδραγωγοῦ πρὶν τοὺς θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι καὶ διὰ προσευχῆς τὸν θεὸν ἱκετεύσας, θαρρῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τῇ ῥάβδῳ ἐν ᾗ σκηρι πτόμενος ἐτύγχανεν, ἔτυψε τὴν πέτραν·
 [01245]  Ἐγὼ δὲ καὶ τοῦτον πρὸς τὸν δεσπότην ὑπὲρ ἐμοῦ πρεσβεύειν ἀντιβολήσας, εἰς ἑτέραν διήγησιν τρέψομαι.
 [01421]  [14.4] Φασὶ δὲ καὶ τὸν τῆς κώμης ἐκείνης δεσπότην ἀφικό μενόν ποτε Λητόϊος δὲ οὗτος ἦν, τῆς μὲν Ἀντιοχέων βουλῆς τὰ πρωτεῖα ἔχων, δυσσεβείας δὲ κατεχόμενος ζόφῳ σφοδρότερον ἢ ἔδει τοὺς γηπόνους εἰσπράττεσθαι τοὺς καρποὺς, τὸν δὲ θεῖον ἐκεῖνον ἄνθρωπον περὶ φιλαν θρωπίας εἰσηγεῖσθαί τε καὶ παραινεῖν καὶ τοὺς περὶ ἐλέου καὶ οἴκτου διεξιέναι λόγους, τὸν δὲ μεῖναι μὲν ἀμείλικτον, τῇ πείρᾳ δὲ γνῶναι τῆς ἀπειθείας τὴν βλάβην·
 [01503]  Ἀλλ' ὁ θεῖος ἐκεῖνος ἀνὴρ οὐδενὸς ἐκείνων τῶν εἰς αὐτοὺς γεγενημένων ἀναμνησθείς, τὸν δεσπότην μιμούμενος ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν.
 [01506]  οὐδὲ γὰρ εἶχεν ἡ κώμη δεσπότην·
 [01748]  Ὁ δὲ θεῖος ἄνθρωπος προτε θηκὼς τὸ παιδίον καὶ τὰ γόνατα κλίνας ἔκειτο πρηνὴς τὸν ζωῆς καὶ θανάτου δεσπότην ἀντιβολῶν.
 [01812]  [21.21] Καὶ ἄλλοτε δέ, ἡνίκα, ἔφη, εἰς τὴν πρώτην νύκτωρ ἀπῄεις κώμην παιδεύσων ὡς στασιαστάς, καὶ σπουδαιοτέραν τῷ θεῷ προσενεγκεῖν εὐχὴν παρηγγυήσας, ἄγρυπνος διετέλεσα τὸν δεσπότην ἀντιβολῶν·
 [01899]  Καὶ πολλὰ λίαν ἁμαρτημάτων περι κείμενος ἕλκη πολλῆς δέομαι θεραπείας καὶ τούτου εἵνεκα τὸν ἡμέτερον ἱκετεύω δεσπότην ὀρέξαι μοι τὰ τῆς κακίας ἀλεξιφάρμακα.
 [01951]  Μέσος δὲ αὐτὸς καθειργμένος καὶ τούτους κἀκείνους εἰς ὑμνῳδίαν διεγείρει καὶ ἔστιν ἀκούειν αὐτῶν διηνεκῶς τὸν δεσπότην ὑμνούντων.
 [01973]  Ἐπειδὴ δὲ τὴν διηνεκῆ στάσιν τὸ γῆρας ἀλύπως φέρειν οὐκ εἴα, ἔρεισμα τούτῳ τὴν βακτηρίαν προσέφερε καὶ ταύτῃ προσκλινόμενος καὶ ὕμνει τὸν δεσπότην καὶ ηὔχετο.
 [02188]  [26.17] Τοῦτο δὲ προσέταξε τὸν δεσπότην μιμούμενος, ὃς τῷ παραλύτῳ φέρειν τὴν κλίνην ἐκέλευσεν.
 [02394]  Ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ πέντε χιλιάδας ἀνδρῶν ἔχειν ἔνια φροντιστήρια ἐργαζομένων καὶ μεταξὺ τὸν δεσπότην ἀνυμνούντων, καὶ οὐ μόνον τὴν ἀναγκαίαν ἐκ τῶν ἔργων ποριζομένων τροφήν, ἀλλὰ καὶ ξένοις ἀφικνου μένοις καὶ πενομένοις ἐπικουρούντων.
 [02457]  ἀλλὰ τῆς ἡδίστης περιγί νονται τυραννίδος, καὶ παννύχιοι διατελοῦσι τὸν δεσπότην ὑμνοῦντες.
 [02495]  Ἀντιταλαντεύοντες γὰρ τῷ περὶ τὸν δεσπότην φίλτρῳ πάντα τοῦ βίου τὰ λυπηρά, κοῦφα λίαν εὑρίσκομεν.
 [02565]  Ἀλλὰ τῆς μὲν ἀγάπης αὐτὸν ἔχειν τὸν δεσπότην συνίστορα φάσκων, τὴν ἀκριβῆ δὲ τῶν ὅλων γνῶσιν παρ' αὐτῷ εἶναι μόνῳ τῷ ποιητῇ τῶν ὅλων ὁμολογῶν·
 [02642]  [31.18] Καὶ αὐτὸς δὲ ὁ μέγας Ἰσαὰκ τὴν αὐτὴν ἀγάπην περὶ τὸν δεσπότην ἐκτήσατο.
000-00-00 Serial Number=0910897195
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03507]  Ὁ γὰρ τὸν οἰκεῖον δεσπότην μιμούμενος φι λοτίμως θεραπεύει τοὺς ὁμοδούλους·
 [06018]  Ἅπαντας γὰρ ἐκείνους θανάτῳ καταναλώσας, τὸν Ἰσραὴλ δεσπότην τῆς ἐκείνων ἐπέφηνε γῆς.
000-00-00 Serial Number=0254044890
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00200]  Καὶ τίς οὐκ ἂν εἰκότως ἐκπλαγείη τὴν θείαν φιλανθρωπίαν, ὃς Θεὸς ὢν, καὶ ποιητὴς, καὶ Κύριος, ἄνδρα ἑαυτὸν, ἀλλ' οὐ δεσπότην ἀποκαλεῖ;
 [00201]  Ἐπειδὴ γὰρ πλείων τῆς γυναικὸς ἡ περὶ τὸν ἄνδρα φιλοστοργία, ἢ δούλοις πρὸς δεσπότην, ταύτην ἐνθεῖναι τοῖς ἀνθρώποις βουλόμενος τὴν διά θεσιν, νυμφίον ἑαυτὸν καὶ ἄνδρα προσαγορεύει.
000-00-00 Serial Number=0157646239
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00542]  τὸ δὲ τὸν δεσπότην Χριστὸν ὀνομασθῆναι υἱὸν τοῦ Ἰωσὴφ δύο πατέρας ἐσχηκότος, τὸν μὲν κατὰ φύσιν τὸν δὲ κατὰ νόμον, ἡ θεία χάρις ᾠκονόμησεν, ἵνα, ὅταν ἀκούωμεν τὸν Χριστὸν υἱὸν μὲν ὄντα τοῦ Ἰωσήφ, μὴ γεννηθέντα δὲ ἐξ αὐτοῦ, μὴ ξενισθῶμεν·
 [00551]  Ἐπειδὴ ὁ Ἡσαΐας εἰς τὸν δεσπότην Χριστὸνπροφητεύων φησί τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται, ἐπὶ δυσδιη [29] γήτου ἆρα ἢ ἀδιηγήτου λέγει, καὶ ἐπὶ τῆς θεότητος ἢ ἐπὶ τῆς σαρκὸς ταύτην ἐκληπτέον τὴν δόξαν;
 [01367]  καὶ εἰ ταῦτα ὑπὸ θεοῦ ὡς φαῦλα μεμί σηνται, διατί ἐκ τῆς μοιχαλίδος τὸ γένος ὁ θεὸς τοῦ προφήτου συνέστησε καὶ τὸν δεσπότην Χριστὸν ἐξ αὐτῆς γενεαλογεῖσθαι ἐποίησε;
 [01846]  Εἰ ἀναθεματισμὸν μόνον ἐπὶ τῶν ἀτόπων ἡ παλαιά τε καὶ νέα διαθήκη ἐπίσταται, πῶς ὁ μακάριος Πέτρος ἐν τῷ πάθει τὸν δεσπότην ἀρνούμενος καταθεματίζειν ἤρξατο;
 [01984]  Εἰ διὰ τὴν εἰς Χριστὸν οἱ Ἰουδαῖοι ἀπείθειαν ὑποχείριοι τοῖς Χριστῷ πειθομένοις ἐδόθησαν, οἱ δὲ τὸν ἀληθῆ Χριστὸν μὴ γινώσκοντες χριστιανοὶ ἀληθῶς οὐ δύνανται εἶναι, κἂν χριστιανοὶ ὀνομάζονται, οἷά ἐστι τῶν αἱρετικῶν τὰ συστήματα, πῶς οἱ τοιοῦτοι οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ [τῶν] τὸν ἀληθῆ Χριστὸν δεσπότην τοῦ παντὸς γνωριζόντων ἐκράτησαν καὶ μυρίοις δεινοῖς περιέβαλον, τοῦ ἀληθοῦς χριστιανισμοῦ οὐ μόνον Ἰουδαίων, ἀλλὰ καὶ τῶν ψευδοχριστιανῶν διὰ τὸ ἀληθὲς δεσπόζειν ὀφείλοντος;
000-00-00 Serial Number=0085208893
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00997]  ἐδίδαξε δὲ καὶ τῆς ἀναβολῆς τὴν αἰτίαν, ἵνα μή τις τοπάσῃ διὰ τὸ πλῆθος τῶν ἐνοικούντων μὴ δυνηθῆναι τὸν δεσπότην Θεὸν τῆς γῆς αὐ τοῖς ἐκείνης παραδοῦναι τὴν δεσποτείαν·
 [01598]  καὶ εὐήνιον ἀπέφηναν τὸν ἀδάμαστον πῶ λον, καὶ ἐπεκάθισαν αὐτῷ τὸν δεσπότην καὶ προσέδησαν αὐτὸν τῇ ἀμ πέλῳ, τουτέστιν ἑαυτοῖς·
 [02042]  καὶ ἡμῖν δὲ ὁ δεσπότης ἐκέλευσεν ἔχειν τὰς ὀσφύας περιεζωσμένας, καὶ τοὺς πόδας ὑποδεδεμένους, καὶ τοὺς λύχνους καιομένους, ὡς οἰκέτας δεσπότην προσμένοντας.
 [02581]  ἠντιβόλησε δὲ μὴ δοῦναι αὐτοῖς ὁμόδουλον ἡγεμόνα, ἀλλ' αὐτὸν αὐτῶν ἡγήσασθαι τὸν δεσπότην.
 [03219]  ἤρετο δὲ τῇ ὑστεραίᾳ Μωϋσῆς τὸν δεσπότην Θεὸν τί χρὴ παθεῖν τὸν ἀλάστορα.
 [03527]  ἀλλ' οὐδὲ οὗτος ἐτόλμησεν ἀποκρί νασθαι ἕως τὸν δεσπότην ἠρώτησε.
 [03776]  τὸν μέντοι κατακαίοντα τὴν δάμαλιν ἀκάθαρτον μέχρις ἑσπέρας φησὶν εἶναι, εἰς τύπον τῶν τὸν δεσπότην ἐσταυρωκότων Χριστόν.
 [03828]  Ἐπειδὴ τῶν ἀπαγγελθέντων χρημάτων ὁ Βαλαὰμ ἐρασθείς, ἤρετο πάλιν, εἰ χρὴ τοῖς ἀποσταλεῖσιν συναπελθεῖν, νομίσας μεταμελείᾳ κεχρῆσθαι τὸν δεσπότην Θεόν, ἐπέτρεψεν ἀπελθεῖν, μονονουχὶ λέγων·
 [03982]  ὡς χαλεπῆναι μὲν τὸν δεσπότην Θεὸν ἀποφή νασθαι δὲ κατὰ πασῶν ἐκείνων τῶν μυριάδων, ὥστε μηδένα ἐκείνων εἰς ἐκείνην τὴν γῆν εἰσελθεῖν, πλὴν Χαλὲβ υἱοῦ Ἰεφωνῆ.
 [04542]  εἶτα τὴν τάξιν ὑπερβάς, τῷ Ἰούδα τὴν εὐλογίαν προσφέρει, διὰ τὸν ἐκεῖθεν κατὰ σάρκα βεβλαστηκότα δεσπότην.
 [04831]  καὶ δέον ἔρεσθαι τὸν δεσπότην Θεόν, εἶθ' οὕτως τὰς πρὸς αὐτοὺς συνθήκας ποιήσασθαι·
 [04979]  τῆς γὰρ θείας γυμνωθέν τες κηδεμονίας, ὑπεβλήθησαν τῷ τῆς δουλείας ζυγῷ, καὶ δεσπότην ἔσχον τὸν τῶν μωαβιτῶν βασιλέα.
 [05083]  μετ' ἐκεῖνον τῇ πείρᾳ τὴν τοῦ Θεοῦ δι δαχθῶσι κηδεμονίαν, καὶ διὰ τὴν πολεμικὴν ἀνάγκην τὸν δεσπότην κα λῶσιν εἰς συμμαχίαν·
 [05373]  Πρῶτον διὰ τὸν δεσπότην Χριστόν·
 [05405]  ἔδει μὲν οὖν καὶ διὰ τὸν δεσπότην ἀνάγραπτον γενέσθαι τῆς Ῥοὺθ τὸ διήγημα·
000-00-00 Serial Number=0074920833
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00952]  Οὕτω τοὺς ὀφθέντας τῷ Ἀβραὰμ ἀγγέλους, καὶ τὸν ἐκείνων δεσπότην, ἄνδρας ὠνό μασεν·
 [01358]  Εἶτα ἀξιοῖ τὸν Μεμφι βαὰλ θεραπείας, πάντων μὲν αὐτὸν ἀποφήνας εἶναι τῶν τοῦ Σαοὺλ κτημάτων δεσπότην·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»