Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δεῖν [29]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δεῖν


000-00-00 Serial Number=0275320888
De providentia orationes decem Ante [Go Back]  
 [01321]  Τοῦ δὲ Ἀβραὰμ ἀπαγο ρεύσαντος, καὶ φήσαντος μὴ δεῖν ἀπάγειν, ἀλλὰ τῷ Θεῷ τῷ κεκληκότι θαῤῥεῖν, καὶ τοῖς ἐκείνου πηδα λίοις πιστεύειν, ἀπαίρει μὲν ὁ παῖς ἐκ τῆς δεσποτι κῆς οἰκίας, πολλοὺς δὲ σταθμοὺς ὁδεύσας, εἰς τὴν [83.689] Χαῤῥὰν ὀψὲ τῆς ἡμέρας παρεγένετο·
000-00-00 Serial Number=0435126841
Graecarum affectionum curatio Ante [Go Back]  
 [00867]  Ὅτι δὲ δὴ τὰ περὶ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ' ἂν εἰ ἦν ἀληθῆ, δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι' [3.39] ἀπορρήτων ἀκούειν.
 [00962]  ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ ζῴων αἱ θεαγω [3.67] γίαι ἐκτελοῦνται.
 [01430]  ἐπιμελεῖσθαι γὰρ σώματος δεῖν φησι ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς [5.15] βιοῦν, καταγγέλλοντας τῆς ἀληθείας τὸ κήρυγμα.
 [01511]  Μίαν γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις μετρίοις ἕκα [5.31] στον·
 [01871]  Βούλει δὲ καὶ ἡμεῖς τοῖς πρόσθεν ὡμολογη μένοις ξυμφωνήσωμεν, ὡς ταῦτα οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ ξυγκινδυνεύσωμεν καὶ μετασχῶμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς [6.33] φῇ ταῦτα μὴ οὕτως, ἀλλ' ἀτάκτως ἔχειν;
 [02024]  σώζεσθαι γὰρ ἐκ πολέμων φησὶ δεῖν ὁ νόμος ἀνδριζομένους, ἀλλ' οὐκ εὐχομένους·
 [02231]  Οὗτος περὶ τοῦ δεῖν ἐμψύχων ἀπέχεσθαι πολλοὺς λόγους ξυγγεγραφώς, εἰσήγαγε τὸν Θεόφραστον λέγοντα, ὅτι οἱ πάλαι ἄνθρωποι οὔτε λιβανωτὸν οὔτε ἄλλο θῦμα προσέφερον, ἀλλὰ χλόης οἷόν τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι κατέκαον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς [7.39] τῇ θυσίᾳ δεξιούμενοι.
 [02666]  Ταὐτὰ δὲ καὶ περὶ θηλειῶν ὁ ἐμὸς λόγος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρέ νων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν.
 [02845]  Τοῦ δὲ Κλεομβρότου σιγῶντος καὶ κάτω βλέποντος, ὁ ∆ημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοῖν ἁπάντων ἔκλειψιν ὁρῶντας.
000-00-00 Serial Number=0728841305
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01228]  Γίνεται δὲ αὐτῷ πρῶτον τῆς καινοτο μίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τὸν τοῦ Θεοῦ Λόγον τεκοῦσαν ἐξ αὐτῆς σάρκα λαβόντα, Θεοτόκον ὁμολογεῖν, Χριστοτόκον δὲ μόνον·
000-00-00 Serial Number=0215800941
Historia ecclesiastica Ante [Go Back]  
 [00236]  φασὶ γὰρ ἡμᾶς οἱ φληνάφων ἐφευρεταὶ μύθων, ἀποστρεφομένους τὴν ἐξ οὐκ ὄντων ἀσεβῆ καὶ ἄγραφον κατὰ Χριστοῦ βλασφημίαν, ἀγέννητα διδάσκειν δύο, δυοῖν θάτερον δεῖν εἶναι λέγοντες οἱ ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων αὐτὸν εἶναι φρονεῖν, ἢ πάντως ἀγέννητα λέγειν δύο·
 [00578]  ἀλλ' ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακα [57] ρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν.
 [01219]  ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον.
 [01244]  Κωνστάντιον δὲ οἱ ἄγοντες οὗπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γε γενημένης διαφορᾶς, καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φύσεως δεσμὰ διαρ ρήξαντες πόλεμον ἂν κατ' ἀλλήλων ἐκίνησαν.
 [01490]  τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι.
 [03607]  οὕτω πέφυκεν ἀρετὴ καται δεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους.
000-00-00 Serial Number=0588112950
Historia religiosa Ante [Go Back]  
 [00740]  Ἐπειδὴ δέ, ὡς ἔφην, ὁ μὲν ἐξεδή μησεν, αὐτὸς δὲ τὴν προστασίαν παρέλαβεν, τοσούτοις ἐκόμησεν ἀγαθοῖς ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς προτέρους τῇ φήμῃ·
 [02172]  ἄλλη δὲ παροῦσα φυλὴ ἀντέλεγε, μὴ δεῖν ἐκείνῳ τὴν εὐλογίαν ἐκπεμφθῆναι λέγουσα, ἀλλὰ τῷ ἑαυτῆς ἡγεμόνι·
 [02176]  Ἀλλὰ καὶ οὗτοι ἔλεγον μὴ δεῖν ἐκεῖνον ταύτης τυχεῖν, κἀκεῖνοι ταύτης ἀποστερεῖν ἐπειρῶντο τὸν ἕτερον.
000-00-00 Serial Number=0159104168
Interpretatio in Danielem Ante [Go Back]  
 [03651]  Πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·
000-00-00 Serial Number=0819848776
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00209]  Τοῦτο δὲ, τῷ τῶν ἐθνῶν προσώπῳ προσκείμενον ὑποβάλλει νοεῖν ὡς Ἰουδαίων τῷ Πιλάτῳ τὸν Ἰησοῦν οἷόν τινα τύραννον προσαγαγόντων, καὶ δεῖν αὐτὸν ἀναιρεθῆναι πολλά κις εἰρηκότων, ἄκων ἐκεῖνος τὴν θανατηφόρον ἐξ ενήνοχε ψῆφον, δείσας ὡς εἰκὸς ἀπολῦσαι, μή τις ἐντεῦθεν γραφὴ κατ' αὐτοῦ τυρευθῇ.
000-00-00 Serial Number=0403960168
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03587]  Ἐγὼ μέν τοι μικροῦ δεῖν τῆς οἰκείας ἐξετράπην ὁδοῦ.
 [03709]  Εὐσεβεῖς, φησὶν, ἔχων τοὺς λογισμοὺς, μικροῦ δεῖν ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν.
000-00-00 Serial Number=0890090346
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04617]  καὶ αὐτῆς γάρ με μικροῦ δεῖν ἐστέρησαν τῆς ζωῆς.
 [06346]  Ἀλλ' ὁ μὲν, φησὶν, οὗτος ὁ ἐξελαύνων με, μικροῦ δεῖν ὑπεσκέλισέ μου τῆς εὐσεβείας τὰ διαβήματα.
000-00-00 Serial Number=0903806746
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [05540]  Ἐν μεγίστοις γὰρ ἀπο ληφθέντες κινδύνοις, καὶ μικροῦ δεῖν τὴν σωτηρίαν ἀπαγορεύσαντες (τοῦτο γὰρ στενὴν ἐκάλεσε θάλασ σαν), τὰ τῶν δυσμενῶν ἐπάταξαν κύματα καὶ οἷόν τινας βαθεῖς ποταμοὺς ξηροὺς ἀπέφηναν, τοὺς ἐκεί νων καταναλώσαντες λόχους.
000-00-00 Serial Number=0883836746
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00021]  Γίνεται δὲ αὐτῷ πρῶτον τῆς καινοτομίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τοῦ Θεοῦ Λόγου κατὰ σάρκα μητέρα, Θεοτόκον ὁμολογεῖν, Χρι στοτόκον δὲ μόνον, τῶν πάλαι καὶ πρόπαλαι τῆς ὀρ θοδόξου πίστεως κηρύκων κατὰ τὴν ἀποστολικὴν παράδοσιν Θεοτόκον διδαξάντων ὀνομάζειν τε καὶ πιστεύειν τὴν τοῦ Κυρίου μητέρα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»