Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δείξωμεν [16]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δείξωμεν


000-00-00 Serial Number=0927814126
De incarnatione domini Ante [Go Back]  
 [00301]  ἡμεῖς δὲ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν, καὶ δείξωμεν τὴν τοῦ Σωτῆ ρος ἡμῶν οἰκονομίαν ἀναγκαίως γεγενημένην.
000-00-00 Serial Number=0689317048
De providentia orationes decem Ante [Go Back]  
 [00023]  ἀλλ' ἵνα καὶ τὴν περὶ αὐτὸν εὔνοιαν δείξωμεν, καὶ τῶν ὁμοδούλων τὸ θράσος, εἰ μὲν δυνατὸν, καταλύσωμεν·
 [01129]  Φέρε τοίνυν, ταῖς ἰατρικαῖς μεθόδοις χρησάμενοι, δείξωμεν αὐτοῖς ἥδιστα τὰ τέως αὐτοὺς ἀποκναίοντα.
 [01364]  Φέρε τοίνυν, τὸ ψεῦδος αὐτῶν διελέγξωμεν, καὶ δείξωμεν ὡς αὐθαίρετος καὶ τῆς ἀρετῆς καὶ τῆς κακίας ἡ κτῆσις, καὶ τὸν οὐ βουλόμενον οἰκέτην κακίᾳ συζῇν, οὐδεὶς ἂν πονηρὸς ἀναγκάσειε δεσπότης.
 [02113]  Ἵνα δὲ δείξωμεν, οὐκ ἐκ μεταμελείας ταῦτα τὸν Θεὸν οἰκονομήσαντα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς οὕτω ταῦ τα διαταξάμενον, φέρε, τὴν θείαν Γραφὴν εἰς μέσον παραγάγωμεν, καὶ ἀκούσωμεν πρῶτον αὐτοῦ τοῦ ∆εσπότου Χριστοῦ, ἐν τοῖς Εὐαγγελίοις λέγοντος·
000-00-00 Serial Number=0081260920
De sancta trinitate Ante [Go Back]  
 [00184]  Ἵνα δὲ δείξωμεν Πατρὸς καὶ Υἱοῦ τὴν ἰσότητα, ἐπ' αὐτὴν ἔλθωμεν τὴν τοῦ Κυρίου διδασκαλίαν·
000-00-00 Serial Number=0563571393
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00075]  Τ' ἄλλα τοίνυν καταλιπόντες, φέρε δείξωμεν τὸν τῶν ὅλων Θεὸν, καὶ ἐν τῇ Παλαιᾷ, ὡς γυναικὶ τῇ τῶν Ἰουδαίων πληθύϊ διαλεγόμενον, καὶ τοιούτοις ὀνόμασι μελῶν κεχρημένον, ὁποίοις ὁ Σολομὼν περὶ ταύτης τῆς νύμφης συγγράφων ἐχρήσατο.
000-00-00 Serial Number=0079713702
Graecarum affectionum curatio Ante [Go Back]  
 [01437]  ἵνα δὲ τὴν πολλὴν αὐτῶν καταμάθωμεν ἔριν, φέρε πάλιν ἐπι δείξωμεν, τίνα περὶ ψυχῆς οἱ πολυθρύλητοι τῶν φιλοσόφων ἐδό ξασαν, καὶ ὅπως αὐτοὺς ἡ κενὴ δόξα, κατὰ τὸν Τίμαιον, ἔριδι ξυνέηκε μάχεσθαι.
 [03126]  [10.73] Ἀλλ' ἵνα καὶ τοὺς ἄλλους προφήτας ξυνῳδὰ προθεσπίσαντας δείξωμεν, ἀκούσατε Ἱερεμίου βοῶντος·
000-00-00 Serial Number=0829565585
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01341]  Ἐπειδὴ τοίνυν τὸ τοῦ ψεύδους ἐπεδείξαμεν αἶσχος, καὶ τοὺς αἱρετικοὺς ἐγυμνώσα μεν μύθους, καὶ δῆλον αὐτῶν γεγένηται καὶ τὸ δυσ σεβὲς, καὶ τὸ ἀτερπὲς καὶ ἀπίθανον, φέρε τούτοις τὴν εὐαγγελικὴν παραθέντες διδασκαλίαν, δείξωμεν φωτὸς καὶ ζόφου διαφορὰν, καὶ ὑγείας ἄκρας καὶ νόσου χαλεπωτάτης.
 [01513]  Ἐπὶ τὴν προκειμένην τοίνυν μεταβῶμεν διδασκαλίαν, καὶ δείξωμεν, ὅτι τὸν αὐτὸν καὶ Κύριον, καὶ Μονογενῆ, καὶ τὸν Θεὸν εἶναι Λόγον, καὶ Σωτῆρα, καὶ Ἰησοῦν ἐδιδάχθημεν.
 [02190]  Ἐπειδὴ τοίνυν τὴν τῆς θείας ἐνανθρωπήσεως μεμαθήκαμεν αἰτίαν, φέρε δείξωμεν, ταῖς τῶν θείων λογίων χρώμενοι μαρτυρίαις, ὅτι τὸ σῶμα τὸ ἀνθρώ πειον ἐνανθρωπήσας ὁ Θεὸς Λόγος ἀνέλαβε.
 [02326]  Ἐπειδὴ δὲ Μαρκίων ὁ βδελυρὸς ἕτερον λέγει τὸν δίκαιον, ὃν καὶ ∆ημιουργὸν ὀνομάζει, ἕτερον δὲ τὸν ἀγαθὸν, ὃν Χριστὸν Ἰησοῦν εἶναί φησι, φέρε καὶ περὶ τούτου μικρὸν διεξέλθωμεν, καὶ δείξωμεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ ∆ημιουργὸν καὶ Σωτῆρα, καὶ ἀγαθὸν τὸν αὐτὸν καὶ δίκαιον.
000-00-00 Serial Number=0122673512
Historia religiosa Ante [Go Back]  
 [00587]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ τόπῳ περιγεγράφθαι τὴν ἀρετὴν καὶ μόνην εἶναι τὴν ἔρημον εἰς τοιαύτης προσόδου φορὰν ἐπιτηδείαν, φέρε λοιπὸν εἰς τὴν οἰκουμένην μεταβῶμεν τῷ λόγῳ καὶ δείξωμεν τῇ τῆς φιλοσοφίας κτήσει ἥκιστα ταύτην ἐμποδὼν γιγνομένην.
 [01284]  Ἐπειδὴ τοίνυν ἐν κεφαλαίῳ καὶ τὸν τῆς ψυχῆς ἐδείξαμεν χαρακτῆρα, φέρε καὶ τὴν ἀπὸ τῆς ἀρετῆς αὐτοῦ δείξωμεν παρρησίαν.
000-00-00 Serial Number=0302859008
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [03203]  Ἐπειδὴ δὲ τύπος τῆς νέας ἡ παλαιὰ, φέρε τῇ σκιᾷ παραθέντες τὸ σῶμα, τὴν ὁμοιότητα δείξωμεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»