Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum δύνασθαι [52]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum δύνασθαι


000-00-00 Serial Number=0495391548
Commentaria in Isaiam Ante [Go Back]  
 [05424]  Τοσαύτη δὲ αὐτῶν ἡ ἀσθ ένεια ὡς μηδὲ τοῖς ἀνθρώποις παραπλησίως δύνασθαι φεύγειν ἐν πολέμου καιρῷ.
 [07503]  Ἀνεξικα κ ί ᾳ γὰρ πολλῇ καὶ μακροθυμίᾳ χρησάμενος βατράχοις αὐτὸν καὶ σκνιψὶ καὶ μυίαις κατ' ἀρχὰς ἐ μασ τίγωσεν, ὁ δὲ ὑπέλαβε τὸν θεὸν μὴ δύνασθαι μείζοσιν αὐτὸν ὑποβάλλειν τιμ ωρίαις.
000-00-00 Serial Number=0112622380
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00237]  Ποιήσει γὰρ, φησί, σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν .
 [00956]  Ἀλλὰ πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπ ενεγκεῖν .
000-00-00 Serial Number=0495732129
Eranistes Ante [Go Back]  
 [00684]  Τὸ οὖν, Ὁ λόγος σὰρξ ἐγένετο, ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν, οὐκ εἰς ταῦτα τοῦ κυρίου μεταποιηθέντος (πῶς γάρ;), ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος.
 [00921]  Τὸ γὰρ μὴ δύνασθαι ἀσθενείας ἐστίν.
 [02178]  Εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεό τητα προσθήκην λαμβάνειν.
 [02287]  Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ ὑπάρχειν φημί.
 [02661]  Κατὰ τὴν ἐνέργειαν, φησί, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
 [02823]  Οὐκοῦν ὅσα τούτοις συμβαίνει, καὶ τῇ ἀκηράτῳ φύσει πρέπειν δύνασθαι ἔφη τῷ τῶν ὅλων θεῷ;
 [02842]  {ΟΡΘ.} Ἀλλ' ὁρατὴν αὐτὴν οὐκ ἂν εἴποιμεν δύνασθαι γενέσθαι ποτέ.
 [02870]  Οὕτω τ' ἄλλα πάντα σκεψάμενος εὑρή σεις τὸ μὴ δύνασθαι δυνάμεως τῆς ἄκρας ἐμφαντικόν.
 [02871]  Οὕτως ἐπὶ τοῦ θεοῦ τὰ τοιαῦτα μὴ δύνασθαι καὶ ὁ θεῖος ἀπόστολος νενόηκέ τε καὶ τέθεικεν.
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
000-00-00 Serial Number=0079496145
Graecarum affectionum curatio Ante [Go Back]  
 [01500]  Πάλιν δ' αὖ οἱ μὲν αὐτῶν αὐτοκράτορα τὸν νοῦν ἔφασαν εἶναι καὶ ἄγειν δύνασθαι, ᾗ ἂν ἐθέλῃ, τὰ πάθη·
 [02017]  Τοῦτο δὲ δυνάμεως μεγίστης, καλῶς καὶ τοῖς κακοῖς χρήσασθαι δύνασθαι καὶ τοῖς ἀμόρφοις γενομένοις εἰς ἑτέρας μορφὰς χρήσασθαι ἱκανὴν εἶναι.
000-00-00 Serial Number=0816424310
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00499]  ὑπολαβὼν ἐξ ἀνάγκης εἶπε τοῦτο ποιεῖν, διὰ τὸ ἑτέρως μήτε ζῇν δύνασθαι, μήτε τελεῖν τὰ μυστήρια.
 [01741]  Ἐπειδὴ γὰρ πᾶσα τέχνη παρὰ ἀνθρώποις ὕλης ὑποκειμένης προσδεῖται, καὶ κεραμευτικὴ μὲν πηλοῦ, οἰκοδομικὴ δὲ λίθων καὶ πλίνθων, ξύλων δὲ ἡ τεκτονικὴ καὶ ναυπηγικὴ, καὶ ἐρίων ἡ ὑφαντικὴ, καὶ ἡ σκυτοτομικὴ δὲ δερμάτων, καὶ ζωγραφία καὶ γυψοποιητικὴ χρωμάτων, καὶ συλλήβδην εἰπεῖν ἑκάστη τέχνη τῶν προσφόρων ὑλῶν, ὑπέλαβον οἱ ἀνόητοι καὶ τὸν Θεὸν μὴ δύνασθαι ὕλης δίχα δημιουρ γεῖν, καὶ οὐ συνεῖδον ὅσον ἀνθρώπου καὶ Θεοῦ τὸ διάφορον, καὶ ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν ὅσα τὸ ἀρχέτυπον, καὶ ὅτι ἄνθρωπος μὲν, ὡς εἰκὼν ἐξ ὄντων δημιουργεῖ, Θεὸς δὲ καὶ ἐξ ὄντων καὶ ἐκ μὴ ὄντων.
 [02437]  Ὥσπερ γὰρ ᾠήθησαν ὕλης δίχα μὴ δύνασθαι δημιουργεῖν τὸν Θεὸν, οὕτως αὐτὸν ἐνόμισαν ἥκιστα δύνασθαι τὸ καθάπαξ διαλυθὲν, καὶ εἰς κόνιν ὀλίγην μεταβληθὲν, καὶ τῷ χρόνῳ δαπανηθὲν, εἰς τὴν προτέραν ἐπαν αγαγεῖν αὖθις ἰδέαν.
000-00-00 Serial Number=0078479171
Historia ecclesiastica Ante [Go Back]  
 [00164]  ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν , ἀλλὰ καὶ τὰ ἄστρα φησὶν ὁ θεὸς τῷ Ἀβραὰμ ἀριθμῆσαι μὴ δύνασθαι, καὶ ἔτι ἄμμον θαλασσῶν καὶ σταγό [14] νας ὑετοῦ , φησί, τίς ἐξαριθμήσει ;), πῶς ἂν περιεργάσαιτό τις τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν, ἐκτὸς εἰ μὴ μελαγχολικῇ διαθέσει ληφθεὶς τυγχάνοι;
 [00394]  οὐχ οὕτως δὲ πιστεύομεν ὡς ἀν θρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου.
 [00525]  μηδὲ γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι, θείοις δὲ καὶ ἀπορρήτοις λόγοις προσήκειν τὰ τοιαῦτα νοεῖν.
 [01096]  αἰσχυνόμενοι γὰρ ἃ δεδράκασι, διὰ τὸ μὴ δύνασθαι ἔτι ταῦτα κρύ πτεσθαι ἀπήντησαν εἰς τὴν Σαρδέων πόλιν, ἵνα διὰ τῆς ἀφίξεως ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι.
 [01147]  καὶ εἰ ζητοῖεν, τίς τοῦ υἱοῦ ἡ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη [ἦν] ἡ μόνη τοῦ πατρὸς ὁμολογουμένη, καὶ μηδέ ποτε πατέρα χωρὶς υἱοῦ μηδὲ υἱὸν χωρὶς πατρὸς γεγενῆσθαι μηδὲ εἶναι δύνασθαι ὅ ἐστι [114] λόγος πνεῦμα.
 [01149]  πατέρα χωρὶς υἱοῦ μήτε ὀνομάζεσθαι μήτε εἶναι δύνασθαι, ἔστιν αὐτοῦ τοῦ υἱοῦ μαρτυρία·
 [03223]  Εἴ τις μὴ εἴπῃ ἀληθινὸν θεὸν τὸν υἱὸν τοῦ θεοῦ, ὡς ἀληθινὸν θεὸν τὸν πατέρα αὐτοῦ, καὶ πάντα δύνασθαι καὶ πάντα εἰδέναι, καὶ τῷ πατρὶ ἴσον, ἀνάθεμα ἔστω.
 [03228]  Εἴ τις μὴ εἴπῃ πάντα δύνασθαι τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντα [301] εἰδέναι καὶ πανταχοῦ παρεῖναι, ὡς καὶ τὸν υἱὸν καὶ τὸν πατέρα, ἀνάθεμα ἔστω.
000-00-00 Serial Number=0061296523
Historia religiosa Ante [Go Back]  
 [00293]  Τοῦ δὲ νέου μήτε τὴν ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε, εἰ γινώσκοι, δύνασθαι ἂν βαδίσαι, τῆς ἰσχύος ὑπὸ τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν δεσπότην ἱκέτευε, δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ.
 [02199]  Τοῦ δὲ θεοῦ αὐτὸν δι' ἐλέγχου πρὸς ἐπιστροφὴν ἐνεγκεῖν ἐθελήσαντος καὶ τὸν ἑαυτοῦ τιμῆσαι θεράποντα μάρτυρα τῆς παραβαθείσης γενόμενον ὑποσχέσεως, εἰς λίθου φύσιν ἡ σὰρξ τῆς ὄρνιθος μετεβάλετο, ὥστε μηδὲ βουλόμενον δύνασθαι λοιπὸν ἐσθίειν αὐτόν.
 [02200]  Πῶς γὰρ οἷόν τε ἦν ἀποπετρωθέντος οὗπερ εἰς βρῶσιν ἐπείληπτο σώματος ἐσθίειν δύνασθαι;
 [02346]  [29.4] Σιδηροφοροῦσι δὲ καὶ τοσοῦτον φέρουσι φορτίον ὡς τὴν Κύραν, ἀσθενέστερον σῶμα λαχοῦσαν, μέχρι τῆς γῆς κατακάμπτεσθαι καὶ ἀνορθοῦν τὸ σῶμα ἥκιστα δύνασθαι.
000-00-00 Serial Number=0243398666
Interpretatio in Danielem Ante [Go Back]  
 [00203]  ἄνθρωπος γὰρ ἦν πνευματικῆς χάριτος οὐ γεγευμένος, ἀνθρωπίνως δὲ σκοπῶν τὰ ἀνθρώπεια, καὶ ἡγούμενος ἐκ μόνης δύνασθαι τῆς τῶν ἐδεσμάτων πολυτελείας τρέφεσθαί τε καὶ ἀνθεῖν τὰ σώματα, δέδοικε μὴ τῶν μὲν πολυτελῶς τρεφομένων, τούτων δὲ ἀσκητικῶς βιοτευόντων, δια φορά τις ἐν τοῖς προσώποις φανῇ, καὶ τιμωρίαν ἐσχάτην ὑπομείνῃ παρὰ τοῦ τἀναντία προστεταχό τος βασιλέως.
 [01601]  Τοσαύτην, φησὶν, ἔλαβε παρὰ τοῦ Θεοῦ τὴν ἐξουσίαν, ὡς δύνασθαι καὶ τοὺς ἐν ὕψει ὄντας ταπεινοὺς ἀποφαίνειν, καὶ τοὺς ἀφανεῖς λίαν καὶ εὐτελεῖς περιβλέπτους ποιεῖν.
 [03049]  Τοσαύτην γὰρ ἀσθένειαν ἐκ τοῦ δέους ἐδεξάμην, ὡς μηδὲ συνήθως ἀναπνεῖν δύνασθαι τὸν ἀέρα·
 [03227]  Ῥᾴδιον γὰρ, φησὶ, λοιπὸν ἑκάστῳ καταφρονεῖν αὐτοῦ, τῷ μὴ δύνασθαι ἀνταγωνίζε σθαι, καὶ τῶν ἐναντίων περιγενέσθαι.
000-00-00 Serial Number=0992929637
Interpretatio in Jeremiam Ante [Go Back]  
 [05243]  Ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἐῤῥίφθησαν σὺν τοῖς ἐνδύμασιν αὐτῶν.
000-00-00 Serial Number=0794324517
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01117]  Ἀτεχνῶς δὲ τοῦτο ἔοικε τοῖς ἀποστολικοῖς ῥητοῖς, Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
 [04363]  Ἐπειδὴ γὰρ πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν δύνασθαι τὸν Θεὸν χορηγῆσαι τὴν τροφὴν, καὶ τὴν παιδείαν ἐπήγαγε, διδάσκων ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν.
000-00-00 Serial Number=0427676499
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03815]  Εὐλογητὸς ὁ Θεὸς, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι παρακα λεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ·
000-00-00 Serial Number=0852510691
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00958]  ἕλκει δὲ ὁ πατὴρ πρὸς τὸν υἱὸν τῷ δοῦναι τῷ υἱῷ τὴν ἐξουσίαν τε καὶ δύναμιν τοῦ δύνασθαι πάντας ἕλκειν πρὸς ἑαυτόν·
 [00974]  Οὐ τῷ σώματι παρέσχεν ὁ δαίμων τὴν δύ ναμιν πρὸς τὸ δύνασθαι συντρίβειν καὶ διαρρήσσειν τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, ἀλλ' αὐτὸς ὁ δαίμων συνέτριβε καὶ διέρρησσε τὰ δεσμὰ καὶ τὰς ἁλύσεις, εἰ καὶ ἡ θεία γραφὴ τῷ δαιμονιῶντι προσῆψε τὰ τοῦ δαίμονος ἔργα.
 [01005]  ἐκ ταύ της δὲ τῆς ὀπτασίας ψυχαγωγίαν τινὰ ἐντίθησι τοῖς Ἰσραηλίταις τοῖς πρὸς τὴν κραταιάν τε καὶ ἰσχυρὰν σφόδρα τῶν Βαβυλωνίων δυναστείαν ἀποβλεψαμένοις, ἐν ἀπογνώσει καθεστῶσι τοῦ μὴ δύνασθαι ἔτι ἐκ τῆς τοιαύτης αἰχμαλωσίας τυχεῖν ἐλευθερίας.
 [01019]  δείκνυσιν οὖν τῷ προφήτῃ ταύτην τὴν ὀπτασίαν ὁ θεός, προηγουμένως μὲν μη νύων δι' αὐτῆς τὴν ἐσομένην διὰ Χριστοῦ πανδημικὴν ἀνάστασιν τῶν νεκρῶν, ἔπειτα δὲ πρὸς τὴν ψυχαγωγίαν τῶν Ἰσραηλιτῶν, ἀπογνόντων ἑαυτοὺς τοῦ δύνασθαι ἔτι ἐλευθεροῦσθαι τῆς τῶν βαβυλωνίων δουλείας·
 [01192]  ἔστι δὲ τὸ περὶ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου διήγημα ὑποτύπωσις λόγου διδασκαλίαν ἔχοντος τοῦ μὴ δύνασθαι μετὰ τὴν ἐκ τοῦ σώματος ἔξοδον τῆς ψυχῆς κατὰ πρόνοιάν τινα ἢ σπουδὴν ὠφελείας τινὸς τυχεῖν τοὺς ἀν θρώπους.
 [01652]  τὸ ἐξ ἔργων νόμου [107] οὐ δικαιωθήσεται πᾶσα σάρξ, οὐ διὰ τὸ μὴ δύνασθαι τὰ ἀδύ νατα λέγει, ἀλλὰ διὰ τὸ μὴ βούλεσθαι τὰ δυνατά·
 [01655]  τοῦ δὲ διὰ τὸ μὴ αἱρεῖσθαι καὶ οὐ διὰ τὸ μὴ δύνασθαι ἁμαρτάνομεν οἱ ἄνθρωποι, ἔστι τοῦτο σημεῖον, τὸ μὴ πάντας ἀνθρώπους πᾶσι τοῖς τῆς ἁμαρτίας εἴδεσιν ἐμπεσεῖν, ἀλλὰ τινὰς μὲν τούτῳ τῷ εἴδει τῆς ἁμαρτίας, τινὰς δὲ ἑτέρῳ, καὶ τινὰς μὲν πλείοσι, τινὰς δὲ ἐλάττοσι, τινὰς δὲ οὐδενί, κατὰ τοὺς προειρημένους δικαίους·
 [01693]  ὡσαύτως δὲ καὶ οἱ λίαν μεγαλοκέφαλοι, οἱ λεγόμενοι βαρυκέφαλοι, καὶ οἱ ἄγαν μικροκέ φαλοι, διὰ τὸ μὴ σῴζειν σύμμετρον ἀναλογίαν πρὸς τὰ ἄλλα μέρη τοῦ σώματος, διὰ τὴν ὑπερβολὴν μικρότητος ἢ μεγέθους, καὶ αὐτοὶ ἀνεπιτήδειοί εἰσι τοῦ δύνασθαι εἶναι γεννητικοί τε καὶ ἐπιδεκτικοὶ νοημάτων.
 [02031]  καὶ χρῄζουσιν οἱ κτώμενοι τῆς θείας διὰ προσευχῆς βοη θείας πρὸς τὸ δύνασθαι πονεῖν.
000-00-00 Serial Number=0290837705
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01791]  οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατε φρόνει μαστίγων.
 [01829]  τοῦ θειοτάτου δὲ Μωϋσέως εἰρηκότος μὴ δύνασθαι τοῦτο δρᾶσαι διὰ τοὺς αἰγυπτίους·
000-00-00 Serial Number=0774867892
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00151]  Οὕτω γὰρ ἦν ἄγαν νέος, ὡς τὴν περὶ τοῦ Θεοῦ διδασκαλίαν μηδέπω δύνασθαι δέξασθαι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»