Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum βλέπε [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum βλέπε


000-00-00 Serial Number=0856990576
Commentaria in Isaiam Ante [Go Back]  
 [04153]  Ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ κλῖνον τὸ οὖς σου καὶ τῆς βλασφημίας ἐπάκουσον καὶ τὰ ὀνείδη βλέπε τε καὶ δίδαξον αὐτόν, ὡς οὐχ εἷς εἶ τῶν καλουμένων θεῶν.
 [05126]  Βλέπε τὴν διαφορὰν τοῦ ὄντος καὶ τῶν εἰδώλων , βλέπε τὴν ἐκείνων ἀσθένειαν καὶ τὴν ἐμὴν δύναμιν, τὰς παντοδαπάς μου εὐεργεσί ας κατάμαθε, μὴ ἐπιλάθῃ ὧν ἀπέλαυσας ἀγαθῶν.
 [06484]  Ἀναμνή σθητί φησι τῶν γεγενημένων μοι συνθηκ ῶν πρὸς τὸν Νῶε καὶ βλέπε τούτων τὸ ἀληθές·
000-00-00 Serial Number=0481987894
De providentia orationes decem Ante [Go Back]  
 [00294]  Καὶ ὅτι ταῦθ' οὕτως ἔχει, μετάβηθι πάλιν ἐπὶ τὴν θάλατταν, καὶ βλέπε ταύτης τὰ κύτη, τὰ μεγέθη, τὴν εἰς πελάγη διαίρεσιν, τὰς ἀκτὰς, τοὺς ὅρμους, τὰς ἐν μέσῳ νήσους, τῶν ἰχθύων τὰ γένη, τὰ εἴδη, τὰ σχήματα, τὴν ποικιλίαν, τὴν πρὸς τὴν χέρσον φιλίαν, τὰ τῶν κυμάτων σκιρτήματα, τὸν ἐπικείμενον αὐτοῖς τῆς προνοίας χαλινὸν, δι' ὃν τὴν ἤπειρον ἐπικλύζειν οὐ δύναται, ἀλλ' ὁρμῶντα κατὰ τῆς ψάμμου φοβεῖται τοὺς ὅρους, καὶ τὸν θεῖον ἐκεῖ νόμον γεγραμμένον ὁρῶντα, οἷόν τις γαῦρος ἵππος ἀγχόμενος ὑπὸ πωλοδάμνου, ἀνακλᾷ τὸν αὐχένα, καὶ εἰς τοὐπίσω χωρεῖ, ὥσπερ μεταμελόμενα ὅτι καὶ τῇ ψάμμῳ προσέψαυσε.
 [00427]  ἀνά βλεψον μόνον, καὶ βλέπε τὴν πρόνοιαν.
 [00463]  Ἐπειδὴ δὲ εἰς αὐτὴν ἥκομεν τὴν κεφαλὴν, βλέπε αὐτὴν ὥσπερ ἀκρόπολίν τινα τῆς τοῦ σώματος πόλεως ἐν ὕψει καθημένην, καὶ οἷόν τινα πλοῦτον καὶ θησαυ ρὸν ἐν ἰσχυροτάτῳ φρουρίῳ φυλάττουσαν τὸν ἐγκέ φαλον.
 [00491]  βλέπε πόσους ἔχει χιτῶ νας·
 [00492]  βλέπε τὴν ἔξωθεν εὐμορφίαν·
 [00493]  βλέπε τὴν τῆς κόρης λεπτότητα, τὴν περικειμένην ἶριν, ἢν στεφά νην ὀνομάζομεν, τὸν κερατοειδῆ κύκλον, τὸν ῥαγοει δῆ χιτῶνα, τὴν κρυσταλλοειδῆ σφαῖραν τὴν ὑπὸ τούτῳ κειμένην, καὶ διὰ μέσου διακύπτουσαν, τὸ περὶ ταύ την διακεχυμένον ὑελοειδὲς ὑγρὸν, τὸ ἀμφιβλη στροειδὲς περιβόλαιον, τὴν ἀδενώδη ἕδραν, ἐφ' ἧς ἅπας ἐρήρεισται, τὴν ἐκ τοῦ ἐγκεφάλου δι' ἀγγείου λεπτοτάτου χορηγουμένην τροφὴν, τὴν διὰ τῶν καν θῶν τοῦ περιττώματος ἐκροήν.
 [00506]  βλέπε πῶς μυρίας δεχομένη φωνὰς οὐ κορέννυται, οὐ πληροῦ ται, οὐκ ἴσως ἅπαντα δέχεται, ἀλλ' οἶδεν ὀξείας καὶ βαρείας φωνῆς τὸ διάφορον·
 [00570]  Ἐπειδὴ δ' ὁ λό γος εἰς τὰ δοκοῦντα μέλη τοῦ σώματος, κατὰ τὸν θεῖον Παῦλον, ἀτιμότερα ὑπάρχειν, οὐκ οἶδ' ὅπως ἐξελθεῖν ἐβιάσθη, βλέπε πάλιν τὴν ἄῤῥητον τοῦ Ποιη τοῦ φιλανθρωπίαν.
 [01007]  βλέπε δὲ καὶ τὰ τικτόμενα, ὁμοίως γυμνὰ προϊόντα·
 [01132]  ∆εῦρο τοίνυν παρὰ ταύτην ἡμῶν τὴν πρώτην διάπλασιν, καὶ βλέπε ἕνα μὲν ἄνδρα πλαττόμενον ἀπὸ γῆς, γυναῖκα δὲ ὁμοίαν οὐκέτι ὁμοίως ἀπὸ γῆς.
 [01469]  Βλέπε ῥημάτων φιλοσοφίαν, βλέπε διανοίας μεγαλοψυχίαν, βλέπε φρόνημα ἀδού λωτον καὶ ἀκατάπληκτον, βλέπε ψυχὴν τὴν αὐτὴν ἀεὶ, καὶ μήτε ἐν εὐημερίαις ἐπαιρομένην, μήτε ἐν δυσκλη ρίαις ταπεινουμένην, ἀλλὰ πάντα γελῶσαν καὶ τὰ λυπηρὰ τοῦ βίου, καὶ τὰ τερπνὰ, μόνην δὲ ἀρετὴν θαυμάζουσαν, καὶ ταύτης μετιέναι σπουδάζουσαν.
 [01474]  Ὅτι δὲ οὐ δεσποτεία πονηρίας διδάσκαλος, οὔτε πλοῦτος κακίας δημιουργὸς, βλέπε τοῦτον αὐ τὸν, τῆς μὲν δουλείας ἀπαλλαττόμενον, καὶ τῆς βα [83.705] σιλείας τὰ δεύτερα λαμβάνοντα, καὶ τοῖς θρόνοις οὐκ ἐπαιρόμενον, ἀλλὰ τὴν ἀρχὴν ἠπιότητι κεραννύντα, καὶ τὴν ἡγεμονίαν κηδεμονίαν δεικνύντα, καὶ τοὺς ἀδελφοὺς ὁρῶντα μὲν φόνον ἀρτύοντας, οὐ φονῶντα δέ·
 [01533]  Ἐνταῦθά μοι βλέπε τὴν τῶν θείων μειρακίων ἐκείνων εὐγένειαν·
 [01813]  Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
000-00-00 Serial Number=0087647796
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00329]  βλέπε τοῦ ἔρωτος τὸν πυρσόν.
000-00-00 Serial Number=0016212523
Interpretatio in Danielem Ante [Go Back]  
 [01373]  Βλέπε τοῦ φρονήματος τὸν ὄγκον, βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν.
 [02627]  ∆έξαι, φησὶ, τοῦ δούλου σου τὴν δέησιν, ∆έσποτα, καὶ βλέπε τὴν ἐρήμωσιν τοῦ ἁγιασθέντος ὑπὸ σοῦ τόπου, καὶ τῆς σῆς αὐτὸν αὖθις πλήρωσον χάριτος.
000-00-00 Serial Number=0431385040
Interpretatio in Jeremiam Ante [Go Back]  
 [04937]  Ὡς ἐθεάσω, φησὶ, τὴν ἐμὴν παρανομίαν, βλέπε καὶ τὴν ἐκείνων ἀσέβειαν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»