Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum αἴγλην [39]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum αἴγλην


000-00-00 Serial Number=0087758005
Commentaria in Isaiam Ante [Go Back]  
 [00768]  ἐκάλυπτον γὰρ τὰ πρόσωπα ὡς οὐδὲ τὴν αἴγλην ἰδεῖν δυνάμεναι τὴν ἐκ τῆς δεσποτικῆς ἀπαστράπ τουσαν θέας, κατέκρυπτον δὲ καὶ τοὺς πόδας καὶ διὰ τούτου τὴν δουλείαν σημαίνουσαι καὶ τὸ δέος ἐμφαίνουσαι καὶ τὴν λειτουργίαν εὐσχημόνως ἀποπληροῦσαι.
 [01194]  ∆ιὰ τοῦτο καὶ ἐν σκότει πορευομένους καὶ σκιᾶς θανάτου χώραν οἰκοῦντας ὀνομάζει τοὺς τῆς χώρας ἐκείνης οἰκήτορας καὶ τοῦ θείου φωτὸς ὑπισχνεῖται τὴν αἴγλην.
 [04602]  Οἱ γὰρ πάλαι πλανώμενοι τοῦ τῆς θεογνωσίας φωτὸς ἀπολαύσαντες οὐκ ἀνέχονται κρύπτειν τὴν αἴγλην ἀλλὰ πάντας εἰς κοινωνίαν καλοῦσιν.
000-00-00 Serial Number=0266431212
De providentia orationes decem Ante [Go Back]  
 [01384]  αἴγλην ὥρας ἀφιεὶς, κοσμιότητι μεμιγμένην, ἐλευθερίᾳ κεκραμένην·
 [01566]  Οὕτως ὁ μέγας ∆ανιὴλ τὴν αὐτὴν τούτοις συμφορὰν ὑπομείνας, καὶ δορυάλωτος γεγονὼς, καὶ μετὰ βαρ βάρων βιοτεύειν ἠναγκασμένος, τὸν πατρῷον ἀκρι βῶς διεφύλαττε νόμον, καὶ κατ' ἐκεῖνον πολιτευόμε νος, καθαρὰν καὶ ἀκίβδηλον ἐφύλαττε τὴν ψυχὴν, καὶ τοσαύτην ἠφίει τῆς ἀρετῆς τὴν αἴγλην, ὡς καὶ τὸν θηριώδη τύραννον ταῖς τοιαύταις ἀστραπαῖς κα ταπλῆξαι·
000-00-00 Serial Number=0491581023
Eranistes Ante [Go Back]  
 [00632]  Καὶ σάρκα γὰρ περιβεβλημένος ἐδείκνυ τὴν πατρῴαν εὐγένειαν, καὶ τῆς θεότητος τὰς ἀκτῖνας ἐξέπεμπε, καὶ τῆς δεσποτικῆς ἐξουσίας ἠφίει τὴν αἴγλην, ταῖς θαυματουργίαις ἀπο καλύπτων τὴν λανθάνουσαν φύσιν.
000-00-00 Serial Number=0970123291
Graecarum affectionum curatio Ante [Go Back]  
 [00042]  Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμί χλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην.
 [00391]  οὐδὲ γὰρ αὐτὴν [2.2] τοῦ φωτὸς ὁρῶσι τὴν αἴγλην.
 [00697]  Καὶ γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς εἰρηκὼς καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ δείξας τὸ τῆς θείας φύσεως ἀναλλοίωτον, ἐπήγαγε καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐδίδαξεν, ὡς καὶ σάρκα περικείμενος τὴν ἄρρητόν τε καὶ ἄφθαρτον ἠφίει τῆς θεότητος αἴγλην·
 [02291]  Τὰ γὰρ δὴ τούτων ξυγγράμματα, ἁπλᾶ γε ὄντα καὶ τῆς Ἑλληνικῆς γεγυμνωμένα λαμπρότητος, καὶ μὲν δὴ καὶ σμικρὰ καὶ ὀλίγα, πᾶσιν ἀνθρώποις ἐστὶν ἀξιέραστα, πλὴν ὑμῶν καὶ εἴ τις ὑμῖν παραπλησίως τὴν τῆς ἀπιστίας κατακεχυμένην ἔχων ἀχλύν, ἰδεῖν οὐκ ἐθέλει τῆς ἀληθείας τὴν αἴγλην.
 [02823]  [10.5] φέροντες, τοῦ θείου φωτὸς οὐκ ἐνεγκόντες τὴν αἴγλην.
 [02985]  ὁποῖα δὲ ὁ τῶν ὅλων προλέγει Θεός, καὶ ὅπως βιωφελῆ καὶ ὀνησιφόρα καὶ τῆς ἀληθείας ἀφιέντα τὴν αἴγλην, ἔξεστι τῷ βουλομένῳ καταμαθεῖν ἀκριβῶς, τοῖς θείοις ἐντετυχηκότι λόγοις.
000-00-00 Serial Number=0760021389
Historia ecclesiastica Ante [Go Back]  
 [00746]  καὶ τίς σου, ἔφη, ἄμεινον καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀπο σκεδάσει τοῦ ἔθνους καὶ τοῦ θείου κηρύγματος αὐτοῖς ἀποίσει τὴν αἴγλην;
 [01721]  εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ τὸ βασιλικὸν περικείμενον σχῆμα καὶ τῆς τε ἁλουργίδος τοῦ τε διαδήματος αἴγλην ἐκπεμπομένην.
 [02355]  ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθε.
000-00-00 Serial Number=0651252389
Historia religiosa Ante [Go Back]  
 [00081]  [1.1] Μωϋσῆς, ὁ θεῖος νομοθέτης, ὁ τῆς θαλάττης τὸν πυθμένα γυμνώσας καὶ τὴν ἄνικμον ἔρημον ὕδασι κατα κλύσας καὶ τὰ ἄλλα πάντα θαυματουργήσας, τῶν πάλαι γεγενημένων ἁγίων τὴν πολιτείαν συνέγραψεν, οὐ τῇ σοφίᾳ χρησάμενος, ἣν παρὰ τῶν Αἰγυπτίων παρέλαβεν, ἀλλὰ τῆς ἄνωθεν χάριτος τὴν αἴγλην δεξάμενος.
 [00482]  Εἰ γὰρ καὶ κρύπτειν ἐσπουδακὼς ἣν ἐδέξατο χάριν, τοσαύτην αἴγλην ἠφίει, ποίαν οὐκ ἂν τερατουργίαν ἐθελήσας εἰργάσατο;
 [00985]  Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικησάσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην.
 [01171]  Καὶ τούτων εἵνεκα τῆς θείας χάριτος ἠφίει τὴν αἴγλην.
 [01819]  [21.22] Καὶ Ἰωσὴφ δὲ τὸν πατριάρχην τεθεᾶσθαι ἔφη καὶ τὴν κεφαλὴν πολιὸν καὶ τὸ γένειον καὶ ἐν γήρᾳ τῆς ὥρας ἀφιέντα τὴν αἴγλην καὶ ἐν ἀρετῆς ἀκρότητι ἔσχατον ἑαυτὸν τῶν ἁγίων ὀνομάζοντα.
 [01871]  [3] Ἤκουσεν ἅμα καὶ ἔφυγεν, οὔ τε τῆς δεσποτικῆς προσηγορίας τὴν δύναμιν φέρων οὔτε τῆς οἰκετικῆς φιλοσοφίας τὴν αἴγλην βλέπειν δυνάμενος.
 [02328]  Ἐντεῦθεν ἀσεβείᾳ πάλαι κατεχόμενον ἅπαν ἐκεῖνο τὸ ἔθνος τὴν μὲν πατρῴαν ἐξαπάτην ἠρνήθη, τοῦ θείου δὲ φωτὸς τὴν αἴγλην ἐδέξατο.
000-00-00 Serial Number=0382283509
Interpretatio in Danielem Ante [Go Back]  
 [01733]  Ἀληθῶς οὐδὲν ἀμ βλύνειν δύναται τὴν εὐσέβειαν, ἀλλὰ τὰς οἰκείας πανταχοῦ ἀκτῖνας ἀφίησι, κἂν ἐν δούλῳ γένηται, κἂν ἐν αἰχμαλώτῳ, καὶ οὐδὲν ταύτης συσκιάσαι τὴν αἴγλην ἰσχύει, ἀλλὰ τὴν οἰκείαν ἀφίησιν ἀστραπήν.
 [03588]  οἱ δὲ τούτων ἐλάττους (τοῦτο γὰρ ἐσήμαινε διὰ τοῦ πολλῶν), τὰς τῶν ἀστέρων λαμπηδόνας μιμήσονται, δι' αἰῶνος ταύτην ἀφιέντες τὴν αἴγλην.
000-00-00 Serial Number=0412517786
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00065]  Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπι γραφὴν, καὶ εἴ τις κατ' ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο.
 [00477]  ἡμεῖς δὲ οἱ τῆς σῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι, καὶ ταῖς παρὰ σοῦ φωτισθέν τες ἀκτῖσι, καὶ ἐν αὐταῖς ταῖς ἐπανισταμέναις ἡμῖν συμφοραῖς ἀποχρῶσαν ἔχομεν παραψυχὴν τὴν εἰς σὲ ἐλπίδα.
 [01835]  Καθάπερ γὰρ, φησὶ, τῇ πυκνότητι τῶν νε φῶν ζοφώδης γινόμενος ὁ ἀὴρ τῆς ἀστραπῆς ἐκπέμπει τὴν αἴγλην, οὕτως ἀόρατος ὢν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἀφίησι, καὶ τῷ κολαστικῷ πυρὶ κολάζει τοὺς πο νηρίᾳ συζῶντας·
000-00-00 Serial Number=0339332044
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01437]  Ἀλλὰ τῶν μὲν τότε γενομένων ὀλίγα λέγει, τὰ δὲ πλείονα προ λέγει, τοῦ θείου Πνεύματος τὴν αἴγλην δεξάμενος, καὶ τὴν κατὰ τοῦ Σωτῆρος [Θεοῦ] ἡμῶν τῶν Ἰου δαίων προθεασάμενος λύτταν.
 [03479]  ἀλλ' εἰσὶν ἐν ἑκάστῳ οἱ τῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι.
000-00-00 Serial Number=0443838000
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [06251]  Ταῦ τα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτι ζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος.
 [07100]  Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει τὸ σέβας διηνεκῶς.
000-00-00 Serial Number=0662973940
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00329]  Ἐπειδὴ γὰρ τῷ ζόφῳ τῆς ἀγνοίας σφᾶς αὐτοὺς ἐκδεδώκασι, καὶ οὐδὲ βραχεῖαν αἴγλην τοῦ τῆς θεογνωσίας φωτὸς ὑποδέξασθαι βούλονται, εἰκότως ἀπεικάζονται νυκτὶ τοιούτῳ κατεχόμενοι σκότῳ·
 [01339]  οὔτε γὰρ συνιέναι ταῦτα δυνατὸν τοὺς τοῦ θείου Πνεύματος τὴν αἴγλην μὴ δεξαμένους, οὔτε φυλάξαι μὴ τῆς ἄνωθεν ἀπολαύοντας βοηθείας.
 [01705]  Τοῖς γὰρ ἔξω τῆς ζωῆς γενομένοις, καὶ θανάτῳ παρα δοθεῖσιν, οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε τις ἀστέ ρων, τοῦ φωτὸς καταπέμπει τὴν αἴγλην.
 [02122]  Ὥσπερ γὰρ ἐκεῖνος ζόφον, ἀλλ' οὐ φω τὸς αἴγλην, κατ' ἐκείνην ὁρᾷ τὴν ἡμέραν·
 [02557]  Ἐν τεῦθεν Ῥαὰβ ἡ πόρνη, τῆς θεογνωσίας δεξαμένη τὴν αἴγλην, ἔλεγε τοῖς κατασκόποις·
 [03391]  αὐτὸς γὰρ καὶ ἐν σκότῳ διαγού σῃ τὴν οἰκείαν αἴγλην παρέξει.
000-00-00 Serial Number=0845104694
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00270]  τοῦτο δὲ διανεμηθὲν εἰς τοὺς μικροὺς καὶ μεγάλους φωστῆρας σύμμετρον τῇ ὄψει τῶν ζῴων ἀφίησιν αἴγλην·
000-00-00 Serial Number=0467596710
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00003]  Ἐπειδὴ τῆς θείας χάριτος ἀπολαύσαντες, Μωσέως τοῦ νομοθέτου βίβλον, καὶ Ἰησοῦ τοῦ προ φήτου, καὶ τῶν Κριτῶν, καὶ τῆς Ῥοὺθ ἡρμηνεύ σαμεν, φέρε πάλιν τοῦδε τοῦ φωτὸς τὴν αἴγλην λα βεῖν ἱκετεύσαντες, τὰς τῶν Βασιλειῶν ἀναπτύξωμεν ἱστορίας·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»