Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Πυθαγόρας [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Πυθαγόρας


000-00-00 Serial Number=0355332077
Graecarum affectionum curatio Ante [Go Back]  
 [00055]  [1.12] Οἱ δὲ τῶν Ἑλληνικῶν φιλοσόφων περιφανέστατοι, ὧν ἡ μνήμη παρὰ τοῖς ἐλλογίμοις μέχρι καὶ τήμερον πολυθρύλητος, Φερε κύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Σόλων ὁ Ἀθηναῖος, καὶ μέντοι καὶ Πλάτων ἐκεῖνος, ὁ Ἀρίστωνος μὲν υἱός, Σωκράτους δὲ φοιτητής, εὐστομίᾳ δὲ πάν τας ἀποκρύψας, οὐκ ὤκνησαν ἕνεκα τοῦ τἀληθὲς ἐξευρεῖν καὶ Αἴγυπτον περινοστῆσαι καὶ Θήβας τὰς Αἰγυπτίας καὶ Σικελίαν καὶ Ἰταλίαν, καὶ ταῦτα οὐ μιᾶς βασιλείας τάδε τὸ τηνικαῦτα ἰθυνούσης τὰ ἔθνη, ἀλλὰ διαφόρων μὲν πολιτειῶν ἐν ταῖς πόλε σιν οὐσῶν, διαφόρων δὲ νόμων·
 [00181]  Καὶ γὰρ ὁ Πυθαγόρας ἐκεῖνος ὁ πολυθρύλητος, ὁ Μνη σάρχου μὲν υἱός, Φερεκύδου δὲ φοιτητής, ὁ τῆς Ἰταλικῆς αἱρέ σεως ἡγησάμενος, νόμον ἐτεθείκει τοῖς φοιτηταῖς πενταετῆ χρόνον σιγὴν ἄγειν καὶ μόνον ὑπέχειν τῷ λόγῳ τὰς ἀκοάς, ἵνα ἀναμφισβητήτως καὶ ἀδηρίτως δέχωνται τὰ λεγόμενα, πιστεύ οντες οὕτως ἔχειν καὶ μὴ πολυπραγμονοῦντες ὡς ἐνδοιάζοντες.
 [00471]  καὶ Πυθαγόρας δὲ ὁ Μνησάρχου ἀρχὴν τῶν πάντων ἔφησε τὴν μονάδα·
 [00472]  κατὰ δὲ τὸν αὐτὸν χρόνον ἐγενέσθην Ἀναξαγόρας [2.23] καὶ Πυθαγόρας.
 [00474]  καὶ Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ξυνεγε [2.24] νέσθην καὶ τὴν περὶ τοῦ ὄντος ἠρανισάσθην γνῶσιν.
 [00568]  Καὶ γὰρ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Πλάτων ὕστερον ἐκεῖθεν εἵλκυσαν σμικρὰ ἄττα τῆς ἀληθείας ἐναύσματα·
 [01146]  Καὶ τὴν ὕλην δέ γε Θαλῆς μὲν καὶ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Ἡράκλειτος καὶ ὁ τῶν Στωϊκῶνὁρμαθὸς τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ἔφασαν εἶναι·
 [01190]  ὁ δὲ Πυθαγόρας πετρῶδες σῶμα·
 [01286]  ξυνυπάρχειν γὰρ τῷ Θεῷ τὴν ὕλην καὶ οὗτος ἔφησε, καθὰ καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ οἱ τῆς Ποικίλης ἐπώνυμοι.
 [01424]  Πυθαγόρας δὲ καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσω μάτων εἰσάγουσι καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν.
 [01441]  ὁ δέ γε Πυθαγόρας ἀριθμὸν ἑαυ τὸν κινοῦντα·
 [01456]  Πυθαγόρας μὲν γὰρ καὶ Πλάτων διμερῆ ταύτην εἰρήκασι, καὶ τὸ μὲν αὐτῆς εἶναι λογικόν, τὸ δὲ ἄλογον.
 [01476]  Καὶ Πυθαγόρας μὲν καὶ Ἀναξαγόρας καὶ ∆ιογένης καὶ Πλάτων
 [01481]  Πλάτων δὲ καὶ Πυθαγόρας τὸ μὲν λογικὸν αὐτῆς ἄφθαρτον εἶναι, φθαρτὸν δὲ τὸ ἄλογον.
 [01676]  τίνα Πυθαγόρας ἢ Ἀναξαγόρας;
000-00-00 Serial Number=0190027356
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00171]  Ὁ μὲν γὰρ Πυθαγόρας τὰς ἡμαρτηκυίας ψυχὰς ἔφησεν εἰς σώματα πέμπεσθαι, ὥστε καὶ δίκας δοῦναι, καὶ καθαρθῆναι σπουδῇ.
 [01980]  Πυθαγόρας, μὲν γὰρ καὶ Πλάτων, καὶ Πλωτῖνος, καὶ οἱ τῆς ἐκεί νου συμμορίας, ἀθανάτους εἶναι συνομολογήσαντες τὰς ψυχὰς, προϋπάρχειν ταύτας ἔφασαν τῶν σωμά των, καὶ δῆμον εἶναί τινα ψυχῶν ἀναρίθμων, καὶ τὰς πλημμελούσας εἰς σώματα καταπέμπεσθαι, ὥστε τῇ τοιᾷδε καθαρθείσας παιδείᾳ, πάλιν ἐπανελθεῖν εἰς τὸν ἴδιον χῶρον·
 [02525]  Πυθαγόρας μὲν οὖν τὰς μετενσωματώσεις ἐμυθολόγησε τῶν ψυχῶν, οὐκ εἰς ἀλόγων σώματα μόνον, ἀλλὰ καὶ εἰς φυτὰ με ταβαίνειν ταύτας εἰπών.
000-00-00 Serial Number=0291837513
Historia ecclesiastica Ante [Go Back]  
 [02133]  οὐδὲ γὰρ εἰ Σωκράτης ὠνομάσθη Κριτίας καὶ Φάλαρις ὁ Πυθαγόρας προσηγορεύθη, λώβης ἂν μετέσχον τινὸς ἐκ τῆς τῶν ὀνομάτων μεταβολῆς·
000-00-00 Serial Number=0606219053
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00259]  τὴν γὰρ τῆς γενεθλιαλογίας ματαιολογίαν, οὐδὲ Πυθαγόρας, οὐδὲ Σωκράτης, οὐδὲ Πλάτων, οὐδὲ οἱ στωϊκοὶ προσεδέξαντο.
000-00-00 Serial Number=0491138399
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02040]  Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύρος, καὶ Πυθαγόρας ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλάτων ὁ Ἀθηναῖος, πρὸς τούτους ἐξεδήμησαν, καὶ θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσε σθαι παρὰ τούτων ἐλπίσαντες.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»