Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ποιητὴς [51]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ποιητὴς


000-00-00 Serial Number=0007655919
De incarnatione domini Ante [Go Back]  
 [00008]  Ἐπειδὴ δὲ καὶ τῶν θείων εὐεργεσιῶν τὸ μέγεθος ὑφάπτειν οἶδε μειζόνως τῶν φιλοθέων τὸν πόθον, καὶ θερμοτέρους αὐτοὺς καθίστησιν ἐραστὰς τοῦ Θεοῦ, ἀναγκαίως καὶ ἐπὶ τοῦτον βαδιοῦμαι τὸν λόγον, τῇ θεολογίᾳ τὴν οἰκονομίαν συνάπτων, καὶ δεικνὺς ἡλίκα καὶ ὅσα ὁ Ποιητὴς τὸ ἡμέτερον εὐ ηργέτησε γένος.
 [00044]  τὸν δὲ περὶ βρώσεως νόμον τέθεικεν αὐτῷ ὁ Ποιητὴς, ἐπειδὴ τῶν ἄλλων νόμων ἡ θέσις περιττὴ τηνικαῦτα ἦν.
 [00067]  Ἀλλ' οὐδὲ οὕτως ὁ Ποιητὴς ἣν διέ πλασεν ἀπηγόρευσεν φύσιν·
 [00151]  Τοίνυν τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς οἰκτείρας ὑπὸ τοῦ Πονηροῦ πολεμουμένην, καὶ τοῖς πικροῖς τῆς ἁμαρτίας βέλεσι βαλλομένην, καὶ τῷ θανάτῳ παρα πεμπομένην, ἐπαμύνει τῇ εἰκόνι, καὶ τοὺς πολε μοῦντας καταγωνίζεται, οὐ γυμνῇ τῇ δυνάμει χρη σάμενος τῇ θεότητι, οὐδὲ τῇ ἐξουσίᾳ τῆς βασιλείας καταπλήξας τοὺς ἀντιπάλους, οὐκ ἀγγέλους στρατεύ σας, οὐδὲ τοὺς ἀρχαγγέλους εἰς συμμαχίαν λαβὼν, οὐδὲ κεραυνοὺς ἢ πρηστῆρας κατὰ τῶν ἐναντίων ὁπλίσας, οὐδὲ μετὰ τῶν χερουβὶμ φανεὶς ἐπὶ τῆς ἠπείρου καὶ τῶν ἡμετέρων ἀντιδίκων δικαστικῶς καταψηφισάμενος [ξοδ.
 [00409]  ὁ γὰρ ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐ γίνεται κρείττων ἀγγέλων, ἀλλ' ἔστιν ἀγγέλων οὐ κρείττων μόνον, ἀλλὰ καὶ Ποιητὴς, καὶ ∆εσπότης·
 [00473]  Τοιγαροῦν τὴν οἰκείαν εἰκόνα πολεμουμένην οἰ κτείρας ὁ Ποιητὴς, καὶ θανάτῳ παραπεμπομένην, ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, οὐ τὸν τόπον ἀμεί ψας, οὐδ' ἑτέρωσε μεταβάς·
000-00-00 Serial Number=0800560713
De providentia orationes decem Ante [Go Back]  
 [00099]  Κυβερνᾷ γὰρ τὴν κτίσιν ὁ Ποιητὴς, καὶ οὐ κατέλιπεν ἀκυβέρνητον ὃ πεποίηκε σκάφος, ἀλλ' αὐτὸς ὢν καὶ ναυπηγὸς, καὶ τῆς ὕλης φυτουργὸς, καὶ κατὰ ταὐτὸν τήν τε ὕλην δημιουργήσας, καὶ τὸ σκάφος ὑφάνας, κατέχων δια τελεῖ τὰ πηδάλια.
 [00178]  Οὔτε γὰρ διχῆ τὸν ἐνιαύσιον κύκλον ἐμέρισεν ὁ Ποιητὴς, οὔτε θέρος ἡμῖν ἁπλῶς δέδωκε καὶ χειμῶνα, οὐδὲ ἀπὸ τῶν ἄκρων ἀμέσως ἐπὶ τὰ ἄκρα μεταβαίνομεν, ἀλλὰ τὸ ἔαρ καὶ τὸ μετόπωρον μέσην λαχόντα τὴν κρᾶσιν, τοῦ κρυμοῦ καὶ τοῦ φλογμοῦ μέσα γίγνεται.
 [00216]  ∆ιὸ τῶν ὅλων ὁ Ποιητὴς, οὐρανὸν καὶ γῆν δημιουργήσας, ἐν μέσῳ τοῦτον διέχεε, καὶ τού τῳ τεῖχος ἀῤῥαγὲς διὰ τῶν δύο τούτων σωμάτων μηχανησάμενος, καὶ αὐτὸν τοῖς ἐν μέσῳ τούτων ἐμ ψύχοις σώμασι ζωῆς συνεργὸν ἀποφήνας.
 [00241]  Καὶ τὰ ὄρη δὲ αὐτὰ πρὸς τὴν χρείαν τῶν ἀνθρώπων διεῖλεν ὁ Ποιητὴς, καὶ εἰς κρημνοὺς διαστήσας βα θεῖς, τοῖς χειμερίοις ὕδασι τὰς πορείας ἐμηχανή σατο, καὶ τοῖς ἀνθρώποις εὐπόρους ἐν ταῖς δυσχω ρίαις τὰς ὁδοὺς ἐτεκτήνατο.
 [00253]  Ἵνα γὰρ μὴ νομίσῃς αὐτόματον ᾄττειν ἄνω τῶν ὑδάτων τὴν φύσιν, διδάσκει σε ὁ Ποιητὴς διὰ τῶν πραγμάτων, ὡς τῷ θείῳ λόγῳ πειθόμενον τὸ ὕδωρ, καὶ τὰς ἀκρω ρείας ἀπόνως καταλαμβάνον, οὐδὲ βιαζόμενον ὑπὸ τῆς σῆς τέχνης, εἰς τὴν τῶν πεδίων ἄνεισιν ἐπιφά νειαν·
 [00297]  [83.585] ἐνθεῖναι τῇ φύσει τῶν ἀνθρώπων ὁ Ποιητὴς ἐθελή σας, ταῖς χρείαις αὐτοὺς ἀλλήλοις συνέδησε.
 [00304]  Ἵνα δὲ μὴ δυσχεραίνωσιν οἱ ταύτης ὁδῖται, οἷόν τινας σταθμοὺς κατέπηξε τὰς νήσους ὁ Ποιητὴς, ἐν αἷς καταγόμενοι, καὶ διαναπαυόμε νοι, καὶ τὰς χρείας ὠνούμενοι, πάλιν ἀπαίρουσιν ἔνθα ἂν τὴν ὁρμὴν ἔχωσιν.
 [00422]  οὕτως ὁ τῶν ἁπάντων Ποιητὴς τῆς ἡμετέρας φύσεως προμηθεῖται, καὶ οὐ διαπλάττει μόνον, ἀλλὰ καὶ διατρέφων διατε λεῖ, καὶ οὐ διατρέφει μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἡμῶν κηδεμονίαν ποιεῖται.
 [00448]  Ἐπειδὴ γὰρ οὐδὲν ἔξωθεν ὀστοῦν ὁ Ποιητὴς τῇ κοιλίᾳ περιτέθεικεν, ἵνα τὴν τροφὴν ὑποδεχομένη εὐρύνηται ῥᾳδίως, καὶ τὸν ἀρ κοῦντα τοῖς σιτίοις ὄγκον ἐργάζηται, ὄπισθεν αὐτὴν ἡ ῥάχις ὑπερείδει.
 [00449]  Ἐκ πλειόνων δὲ αὐτὴν ὀστῶν ὁ Ποιητὴς συνέθηκεν, ὅπως καὶ κάμπτηται ῥᾳδίως, κύπτειν τοῦ ζώου βουλομένου, καὶ τῇ κάμψει μὴ θρύπτηται.
 [00471]  Ἐπειδὴ δὲ ἔδει τῷ φρουράρχῳ νῷ καὶ κατασκόπων, τά τε πο λέμια καὶ τὰ φίλια προορώντων, δέδωκε καὶ τούτους ὁ Ποιητὴς, καὶ οὐχ ἑνὶ ταύτην τὴν περιωπὴν ἐνεχεί ρισεν, ἀλλὰ δύο φύλακας ἔστησε, καὶ τῷ μὲν τὰ δεξιὰ, τῷ δὲ τὰ εὐώνυμα καραδοκεῖν καὶ περισκοπεῖν ἐνο μοθέτησεν.
 [00503]  Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἅπαντας ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη [83.605] τοῦ σώματος ὑποδέχεται, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ κυριωτάτῳ μορίῳ, φημὶ δὴ τῷ ἐγκεφάλῳ, τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ὅλων Ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν αὐτοῖς ἐργασάμενος, καὶ σπογγοειδεῖς καὶ σηραγγοειδεῖς πεποιηκὼς, τὰ ὑγρὰ καὶ τὰ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῷαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντό μως τὸ βλαβερὸν ἐκφορῆται·
 [00554]  Καὶ ὡς ἔοικε, τούτου χάριν καὶ γυμνωθῆναι τούτων ἐνίας κεφαλὰς ὁ ∆ημιουργὸς συνεχώρησεν, ἵνα μά θωμεν ὅπως καὶ τούτων προμηθούμενος ὁ Ποιητὴς, οὕτω τὸ ζῶον διέπλασεν.
 [00588]  Λέουσι μὲν γὰρ, καὶ ἄρκτοις, καὶ παρδάλεσι, καὶ τοῖς ἄλλοις θηρίοις, ὀξεῖς καὶ παχεῖς καὶ μακροὺς καὶ μάλα ἰσχυροὺς ἐνέφυσεν ὁ Ποιητὴς ὄνυχας, καὶ φυσικὴν αὐτοῖς περιτέθεικε πανοπλίαν, ἐπειδὴ τῆς τεχνικῆς αὐτοὺς μεταλαχεῖν βοηθείας ἡ ἀλογία κωλύει.
 [00598]  Τούτου χάριν ὁ Ποιητὴς μόνῳ τῷδε τῷ ζώῳ τὰ τῶν χειρῶν ἐχαρίσατο μόρια, οἷον ὄργανά τινα λογικῷ πρέποντα.
 [00617]  Μᾶλλον δὲ σκόπη σον ἐξ ἀρχῆς πῶς ὑπέδειξεν ὁ Ποιητὴς τῷδε τῷ ζώῳ τὰς ἀναγκαίας χρείας.
 [00652]  Τούτου χάριν ὁ Ποιητὴς, καὶ βοτάνας πολλὰς, οὐκ ἐδωδίμους μόνον, ἀλλὰ καὶ ἀχρήστους εἰς ἐδωδὴν, τῇ γῇ βλαστῆσαι προσέταξεν, ἐπειδήπερ οὐ μόνης τροφῆς, ἀλλὰ καὶ θεραπείας ἐνδεεῖς ἐσμεν οἱ ἄνθρωποι.
 [00667]  Τούτου χάριν ὁ Ποιητὴς τοιαύτας ἡμῖν ἐτεκτήνατο τὰς χεῖρας, εἰς πέντε δακτύλους διεσχισμένας, ἀντέταξε δὲ τοῖς τέ τρασι τὸν μέγαν.
 [00686]  Ἀλλ' ἴσως ἂν εἴποιεν οἱ τὸν εὐεργέτην ὑμνεῖν οὐκ εἰδότες, συκοφαντεῖν δὲ μεμαθηκότες, ὡς οὐ μόνον τῇ φύσει τῶν ἀνθρώπων τῶν τεχνῶν τὴν εὕρεσιν ὁ Ποιητὴς ἐδωρήσατο·
 [00712]  Τῆς σῆς τοιγαροῦν προμηθούμενος ὠφελείας ὁ Ποιητὴς, φυσικοῖς τισι πλεονεκτήμασι διεκόσμησε τῶν ἀλόγων τὰ γένη, ἵν' ἔχῃς κἀντεῦθεν τὴν ὠφέ λειαν καρποῦσθαι.
 [00739]  Εὔδηλον τοίνυν ἐκ τῶν εἰρημένων, ὡς ἡμῶν χάριν ὁ Ποιητὴς καὶ ταῖς μελίτταις, καὶ τοῖς ἄλλοις ἀλό γοις ἅπασι, φυσικά τινα πλεονεκτήματα δέδωκε καὶ διένειμεν, ὡς ἂν ἡμεῖς πανταχόθεν τὴν ὠφέλειαν συλλέγωμεν.
 [00743]  Ἵνα δὲ μὴ ἀλύωμεν καὶ δυσχεραίνωμεν, ὡς κοινωνοὺς ἔχοντες τῆς τέχνης, καὶ μηδὲν τῶν ἀλόγων διαφέροντες, ἡμῖν ἔδωκεν ὁ Ποιητὴς τὸν τῆς μελιττουργικῆς φιλοπονίας καρπόν·
 [00748]  Καὶ ἀράχνῃ δὲ τῶν λεπτῶν ἐκείνων καὶ ἀφανῶν νημάτων ἐνέφυσε τὴν τέχνην ὁ Ποιητὴς, ἵνα σε διδάξῃ πῶς δεῖ θηρεύειν τῶν ὀρνίθων τὰ γένη.
 [00837]  Τούτου χάριν καὶ θῆρας ἀγρίους, καὶ ἑρπετῶν ὁ Ποιητὴς ἐδημιούργησε γένη, ὅπως σου τὸ νεανικὸν καὶ θρασὺ παιδαγωγήσῃ πρὸς ἀρετὴν, καὶ τῷ φόβῳ τῶν θηρίων, εἰς χρείαν σε καταστήσῃ τῆς θείας ἐπι κουρίας.
 [00926]  Καὶ γὰρ ὁ θεῖος λόγος οὐ καινὰ προσφέρει παιδεύματα, ἀλλὰ τῶν τῆς φύσεως νόμων ἀναμιμνήσκει, καὶ ἃ διέφθει ρεν ὁ χρόνος διὰ τὴν τῶν ἀνθρώπων ῥᾳστώνην τῆς φύσεως γράμματα, ταῦτα ὁ τῆς φύσεως Ποιητὴς διὰ τῶν οἰκείων ἀναγράφει κηρύκων.
 [00942]  Τίνος χάριν οὐ πᾶσιν ἀνθρώποις τοῦ πλούτου τὴν κτῆσιν ὁ Ποιητὴς ἐδωρήσατο, ἀλλὰ τοῖς μὲν πλοῦτον συνέζευξε, τοῖς δὲ πενίαν συνεκλήρωσε, καὶ πολλῆς ἀνωμαλίας πλήρη τὸν βίον πεποίηκεν;
 [01005]  μᾶλλον δὲ, ὁ τῆς φύσεως Ποιητὴς οὕτω κεράσας τὰ ἄνισα, καὶ τῇ μὲν ἐξ εὐ πραγίας γινομένῃ περὶ τὸν τόκον δυσκολίᾳ, τὴν ἐκ τῶν ἰατρῶν καὶ τῶν φαρμάκων παραμυθίαν προσ φέρων, τῇ δὲ διὰ τὴν πενίαν τῆς ἐπικουρίας ταύτης σπανιζούσῃ, παρέχων τῆς φύσεως τὴν βοήθειαν.
 [01059]  Ἐπειδὴ δὲ προὔθηκε μὲν πενίαν καὶ πλοῦτον εἰς μέσον, οἷόν τινας ὕλας, ὁ Ποιητὴς, χρῶνται δὲ τού τοις τινὲς μὲν εἰς ἀρετῆς κτῆσιν, τινὲς δὲ εἰς κα κίας ὑπόθεσιν, οὔτε πλουσίοις, οὔτε πένησι κακίᾳ συζῶσιν ὑπολείπεται συγγνώμης πρόφασις.
 [01131]  Ὅτι δὲ εἰς δουλείαν καὶ δεσποτείαν οὐκ αὐτὸς ὁ Ποιητὴς ἐξ ἀρχῆς τὴν φύσιν διέκρινεν, αὐτίκα δηλώσομεν.
 [01133]  Πλευρὰν γὰρ μίαν ἐξ ἐκείνου λαβὼν ὁ Ποιητὴς, οὕτω τὸ γένος τοῦτο διέπλασεν, ὅπως μὴ φύσεως ἑτέρας αὐτὴ νομίζηται διὰ τὸ τοῦ σχήματος ἑτε ροῖον.
 [01135]  Οὐ γὰρ ἐξ ἀρχῆς ὁ Ποιητὴς, τοῖς μὲν δου λείαν, τοῖς δὲ δεσποτείαν ἀπένειμεν, ἀλλ' ἓν ἁπάν των ἐδημιούργησε γένος.
 [01138]  ἀλλὰ [83.672] μόνα τὰ τῷ ὄντι δοῦλα, τῶν ἀλόγων τὰ γένη, ἃ τού του χάριν τῶν ὅλων ὁ Ποιητὴς εἰς τόνδε τὸν βίον παρήγαγεν.
 [01259]  Ἀπεδείξαμεν τοίνυν, ὡς μίαν ἐξ ἀρχῆς ὁ Ποιητὴς ἐδημιούργησε φύσιν, καὶ ταύτην αὐτεξουσίας λόγῳ τετίμηκεν·
 [01281]  Οἷον γάρ τι φάρμακον ἀλεξίκακον τοῖς τῆς ἀνομίας ἕλκεσι, τὴν τῶν ἀρχόντων οἰκονομίαν ὁ Ποιητὴς ἐπιτέθεικεν.
 [01690]  εἶτα λογιζώμεθα, ὡς δίκαιος ὢν ὁ τῶν ὅλων Ποιητὴς καὶ Κριτὴς, τοῖς οἰκείοις ἀγωνισταῖς ἀγω νοθετήσει δικαίως, καὶ οὐκ ἀνέξεται παραφθεῖραι τὸ δίκαιον ἡ τοῦ δικαίου τρυτάνη.
 [01921]  Ἐπειδὴ γὰρ εἶδε τὴν ἡμετέραν φύσιν ὁ Ποιητὴς πρὸς τὸν πικρὸν αὐτομολήσασαν τύραννον, καὶ εἰς αὐτὸ τῆς κακίας καταπεσοῦσαν τὸ βάραθρον, καὶ τοὺς τῆς φύσεως νόμους ἀδεῶς πατουμένην, καὶ τὴν κτίσιν φαινομένην τε καὶ φθεγγομένην, καὶ τὸν ∆ημιουργὸν κηρύττουσαν, πεῖσαι δὲ οὐ δυναμένην τοὺς εἰς ἀναλ γησίαν ἐσχάτην ἐκπεπτωκότας, σοφῶς καὶ δικαίως τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν.
 [02057]  ἀλλὰ κατετόλμησε τοῦ τῆς γνώσεως φυτοῦ, οὗ τὴν μετάληψιν ὁ Ποιητὴς ἀπηγορεύκει.
 [02168]  Ἄθρει τοιγαροῦν, ὅπως ἁπάντων ἀνθρώπων [83.769] ἀεὶ προὐνόησε τῶν ὅλων ὁ Ποιητὴς, καὶ οὐ μόνον τῶν ἐξ Ἀβραὰμ καταγόντων τὸ γένος, ἀλλὰ πάντων τῶν ἐξ Ἀδάμ·
000-00-00 Serial Number=0882722795
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02433]  Καὶ αὐτὸς δὲ ὁ Ποιητὴς πρὸς τὸν Ἀδὰμ ἔφη, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπ ελεύσῃ.
 [02773]  Τούτου γὰρ δὴ χάριν γυναῖκα διέπλασε τῶν ὅλων ὁ Ποιητὴς, ἀνθ' ὅτου καὶ αὐτὴν βοηθὸν προσηγόρευσεν.
000-00-00 Serial Number=0191107154
Interpretatio in Danielem Ante [Go Back]  
 [01461]  Εἰ δὲ τῶν ἁπάντων ὁ Ποιητὴς καὶ ∆εσπότης ταπεινὸν ἑαυτὸν καλεῖ καὶ διὰ τῶν πραγ μάτων δείκνυσι, ποίας ἑτέρας συμβουλῆς δεῖται ἄν θρωπος, ὁ χοῦς, ὁ πηλὸς, ἡ βῶλος, ἡ σποδὸς, ἡ μα ταιότης, τὸ ἄνθος, ὁ χόρτος;
 [01599]  Ὁ γὰρ τῶν ὅλων ∆εσπότης, τῶν ἁπάντων Ποιητὴς, ὁ σοφῶς ἅπαντα πρυτανεύων, αὐτῷ δέδωκε τὴν βασιλείαν, καὶ διὰ τὸν θεῖον ὅρον ὁ τοῦ πατρός σου φόβος τοῖς ὑπηκόοις ἐπέκειτο.
000-00-00 Serial Number=0788842261
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01128]  αὐτὸς γὰρ ἡμῶν καὶ Ποιητὴς καὶ ∆εσπότης.
 [06157]  Ταύτην δὲ ὁ Προφήτης προσεν ήνοχεν ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος μεμαθηκὼς χάριτος, ὡς τὸ χρέος τῆς φύσεως ὁ Ποιητὴς ἐκτίσει τῆς φύσεως.
000-00-00 Serial Number=0864472389
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02614]  Ἀλλ' ὁ γῆς, καὶ θαλάττης, καὶ τῶν οὐ ρανῶν Ποιητὴς, ἐγείρει κατὰ τοῦ σκάφους κλύδωνα, καὶ τὰ τῶν κυμάτων περιβάλλει τῷ πλοίῳ δεσμὰ, καὶ τῶν ἄλλων πάντων ἐξουρίων φερομένων, περὶ τοῦτο μόνον τὸ πλοῖον ἐγίνετο τῆς θαλάττης ἡ ζάλη, καὶ τὸ ῥόθιον ἔζει.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»