Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Πλάτωνα [12]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Πλάτωνα


000-00-00 Serial Number=0173649013
Graecarum affectionum curatio Ante [Go Back]  
 [00171]  ἀπε δείξαμεν δὲ καὶ τὸν Σόλωνα καὶ τὸν Πλάτωνα πλεῖστα παρὰ [1.51] βαρβάρων μεμαθηκότας·
 [00177]  ἐδείξαμεν γὰρ τὸν Σωκράτην, τῶν φιλοσό φων τὸν κορυφαῖον, τῆς Ἑλληνικῆς παιδείας ἀμύητον, καὶ τὸν Πλάτωνα πάσης ἐπιστήμης καὶ εὐγλωττίας προκρίνοντα τὴν ἀλήθειαν.
 [00184]  Πῶς δέ γε, ὦ φίλοι ἄνδρες, οὐ σχέτλιον, τὸν μὲν Πλάτωνα καὶ τοῖς ποιηταῖς ἀνενδοιάστως πιστεύειν παρεγγυᾶν, ἡμῖν δὲ χαλεπαίνειν ὑμᾶς, ὅτι δὴ τῷ Θεῷ διδάσκοντι παραινοῦμεν [1.59] πιστεύειν;
 [00442]  Καὶ μέντοι κἀν τῷ Σοφιστῇ τὰ τοιαῦτα πάλιν αὐτῶν κατηγορεῖ, οὐκ ἀπόστολος οὐδέ γε προφήτης, ἀλλὰ τῶν φιλοσόφων ὁ πρῶτος, εἴτε Πλάτωνα τὸν Ἀρίστωνος ἐθέλοι τις λέγειν, εἴτε Σωκράτην τὸν Σωφρονίσκου·
 [00639]  [2.70] Ἐφ' ἑτέραν τοίνυν μέθοδον διδασκαλίας τραπήσομαι καὶ δείξω τὸν Πλάτωνα καὶ τοὺς μετ' ἐκεῖνον ἐκ τούτων μὲν τῶν θείων ἀνδρῶν τῆς θεολογίας σεσυληκότας τινά, τοῖς δὲ σφετέροις ἐντε [2.71] θεικότας ξυγγράμμασιν.
 [00748]  Εἰ τοίνυν φαμὲν εἶναί τι ἀγέννητον καὶ ἀναίτιον, κατὰ μὲν τὸν [2.109] Παρμενίδην τὸν κόσμον, κατὰ δὲ τὸν Πλάτωνα καὶ Τίμαιον τὸν Λοκρὸν καὶ Πλούταρχον καὶ ἡμᾶς αὐτοὺς τὸν τῶν ἁπάντων δημιουργόν, πολλῷ τούτου πιθανώτερον τὸ φάναι, ἐξ ἐκείνου γε τοῦ ἀγεννήτου φῦναι τὸν Λόγον καὶ τὸ πανάγιον Πνεῦμα, τὸν μέν, ὡς λόγον, ἐκ τοῦ νοῦ γεννώμενον, τὸ δέ, ὡς πνεῦμα, ἐκπο ρευόμενον·
 [01267]  Ἐγὼ δὲ αὖθις ἐπὶ τὸν Πλάτωνα μεταβήσομαι.
 [01410]  Ὅσα μὲν οὖν ποιηταὶ περὶ τούτου μυθολογοῦσιν, ἐατέον ἐπὶ τοῦ πα ρόντος, οὐ μύρῳ τούτους, κατὰ τὸν Πλάτωνα, χρίσαντας, ἀλλὰ τῇ φερομένῃ παρ' αὐτῶν δυσοσμίᾳ τὰς αἰσθήσεις ἀποτειχίσαντας.
 [01499]  Καὶ οἱ περὶ Πλάτωνα δὲ καὶ Πυθαγόραν θύραθεν τοῦτον εἰσκρί νεσθαι λέγουσιν.
 [03741]  Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ·
 [03936]  Εἰ γὰρ δὴ κατὰ τὸν Πορ φύριον καὶ περὶ τὰ ἀφροδίσια ὁρμητικῶς εἶχε καὶ δύο γυναιξὶ κατὰ ταὐτὸν ὁμιλῶν οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ ταῖς κοιναῖς ἀνέ δην ἐχρῆτο καὶ τῶν ἐν ταῖς παλαίστραις γυμνουμένων νέων κατὰ τὸν Πλάτωνα τὴν θέαν ἠσπάζετο καὶ δυσόργητος ἦν καὶ μόγις ᾄττοντα κατέχειν ἠδύνατο τὸν θυμὸν καὶ λοίδορον εἶχε τὴν γλῶτ ταν καὶ ἀχαλίνωτον, ποῖον ἄρα εἶδος φιλοσοφίας μετῄει;
 [03957]  Καὶ ἀποδεχόμεθα τὸν Πλάτωνα τοῖς ἀγαθοῖς τὸν γάμον ξυντάξαντα καὶ ἀθανασίας ἐπίνοιαν καὶ διαμονὴν τοῦ γέ νους καλέσαντα·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»