Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Νικαίᾳ [63]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Νικαίᾳ


000-00-00 Serial Number=0882164538
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01154]  Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν·
 [01191]  Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον.
 [01250]  Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν ἐγὼ γὰρ οὐ πείθομαι , τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν.
 [01274]  καὶ πρό γε τούτων, τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων.
 [01288]  Ἐν ἐκείνῃ γὰρ τῇ βασιλευούσῃ πόλει συνελθόντες οἱ μακάριοι Πατέρες, συμφώνως τοῖς ἐν Νικαίᾳ συναθροισθεῖσι τὰς διοικήσεις διέκριναν, καὶ ἑκάστῃ διοικήσει τὰ ἑαυτῆς ἀπένειμαν, ἄντικρυς ἀπαγορεύσαντες ἐξ ἑτέρας τινὰς διοικήσεως ἑτέρᾳ μὴ ἐπιέναι, ἀλλὰ τὸν Ἀλεξανδρείας ἐπίσκοπον τὰ τῆς Αἰγύπτου μόνα διοικεῖν, καὶ ἑκάστην διοί κησιν τὰ οἰκεῖα.
 [01335]  καὶ πρὸ τούτων οἱ ἐν Νικαίᾳ συνελη λυθότες ἅγιοι Πατέρες·
 [01346]  Τοῖς γὰρ ἀποσ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν.
 [01383]  Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν.
 [01658]  Καὶ γὰρ ἐν τῇ μεγάλῃ συνόδῳ, τῇ ἐν Νικαίᾳ συναθροισθείσῃ φημί, συνε ψηφίσαντο μὲν τοῖς ὀρθοδόξοις οἱ τῆς Ἀρείου συμμορίας καὶ τῇ ἀποστολικῇ διὰ τῶν χειρῶν ἐκθέσει συνέθεντο.
 [01845]  Ἀλη θῶς γὰρ τὸν ἀποστολικὸν ἐν οἷς ἔγραψε διεφύλαξε χαρακτῆρα, καὶ τὰ παρὰ τῶν ἁγίων καὶ μακαρίων προφητῶν καὶ ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους κηρυξάντων τὸ Εὐαγγέλιον, καὶ μέντοι καὶ τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων Πατέρων, εὕρομεν ἐν τοῖς γράμμασι·
 [02473]  Τοὺς γὰρ καθ' ἕκαστον ἔτος τῷ παναγίῳ προσιόντας βαπτίσματι, τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων πίστιν ἐκμανθάνειν παρασκευάζομεν·
 [02855]  Καὶ οἱ ἐν Νικαίᾳ δὲ συνεληλυθότες τρισμακάριοι Πατέρες, εἰπόντες χρῆναι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα, ἐπήγαγον·
000-00-00 Serial Number=0232454777
Eranistes Ante [Go Back]  
 [00048]  Τοῦ θεοῦ, καὶ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ παναγίου πνεύματος, μίαν οὐσίαν φαμέν, ὡς παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν παλαιᾶς τε καὶ νέας καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων, ἢ ταῖς Ἀρείου βλασφημίαις ἀκολουθοῦμεν;
 [02259]  Καὶ οὗτός μοι λέγει συνεχῶς τῆς ἐν Νικαίᾳ συνόδου ἑαυτὸν κατέχειν τὴν ἔκθεσιν·
 [02262]  ∆ιὰ τί τοίνυν ἡμῖν τὸ μὲν τῆς ἐν Νικαίᾳ προτείνουσιν ὄνομα, εἰσάγουσι δὲ καινά, καὶ ἅπερ οὐκ ἐνεθυμήθησαν οἱ ἡμέτεροι πρόγονοι;
 [03563]  Ἡ δὲ τῶν πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονο γενῆ, τὸν ἀληθινὸν θεόν, τὸν ὁμοούσιον τῷ πατρί, παθεῖν καὶ σταυρω θῆναί φησι.
 [04333]  Ὁμοούσιον τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν παρά τε τῆς θείας γραφῆς, παρά τε τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναγερθέντων ὁμολογεῖν ἐδιδάχθημεν·
000-00-00 Serial Number=0170780838
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00990]  Τοῦτον τοίνυν τὸν Ἄρειον, ταῦτα πεφρονηκότα, οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἅγιοι Πατέρες ἄντικρυς ἀπεκήρυξαν, ὡς ἀλλότρια παντελῶς τῶν θείων λογίων καὶ ἀλλόφυλα ἐπεισ άγοντα δόγματα.
 [01124]  Τοῦτον οἱ ἐν Νικαίᾳ συνεληλυθότες ἁγιώτατοι Πατέρες τῶν τῆς Ἐκκλησίας ἀπέστησαν πηδαλίων·
000-00-00 Serial Number=0325712323
Historia ecclesiastica Ante [Go Back]  
 [00015]  Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ.
 [00025]  Ἐπιστολὴ Εὐσεβίου τοῦ Καισαρείας ἐπισκόπου περὶ τῆς ἐκτε θείσης ἐν Νικαίᾳ πίστεως.
 [00347]  Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ .
 [00423]  καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ·
 [00433]  τῇ ἁγίᾳ καὶ μεγάλῃ, χάριτι τοῦ θεοῦ, Ἀλε ξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ χαίρειν.
 [00434]  Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ [39] ἐκρατύνθη.
 [00512]  Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν ὑμᾶς καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον.
 [00824]  Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνί σατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐν τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος [81] ἀξιάγαστος.
 [00829]  Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαΐδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον·
 [00983]  Περὶ τῆς ἐν Νικαίᾳ πάλιν γεγενημένης συνόδου.
 [01425]  καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις τῶν ἐκείνου (Φίλιξ ὄνομα τούτῳ ἦν), ὃς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διε φύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει.
 [01444]  παῖδες γὰρ ἔφασαν εἶναι καὶ κληρονόμοι τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων·
 [01451]  ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάξαι καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων·
 [01508]  ἀλλ' ἐν αὐτῇ τῇ ἀρχῇ ἀπ' αὐτῶν τούτων, οἵτινες ἐν Ἀριμήνῳ ἀνανεώ σασθαι ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη, ὡς ὁμο [149] λογεῖν αὐτοὺς ἑτέρᾳ διαλέξει ὑφηρπάσθαι, ἢ ὅτι οὐκ ἐνενόησαν τῇ τῶν πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι.
 [01510]  Συνορᾷ οὖν ἡ ὑμετέρα καθαρότης ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν Νικαίᾳ κατὰ τὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη, διηνεκεῖ βεβαιότητι καθεκτέαν εἶναι, καὶ μεθ' ἡμῶν τοὺς Ἀνατολι κούς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς ἐπιγινώσκουσι, τοὺς δὲ ∆υτι κοὺς καυχᾶσθαι·
 [01518]  Τούτων δὲ οὕτως δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμη νον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας;
 [01524]  μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην.
 [01526]  Οἴδατε γάρ, ἀγαπητοί, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης Εὐδόξιός τε καὶ Αὐξέντιος (ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ ∆ημόφιλος) καθῃρέθησαν θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν, ὅτε ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν παρῃτήσαντο καὶ μᾶλλον αὐτῆς ἠθέλησαν εἶναι προστάται.
 [01527]  οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς δοῦλοι τοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες (ἦσαν δὲ ἐγγύς που διακόσιοι), ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ' ἐκείνην ζητεῖν ἢ φρονεῖν.
 [01530]  Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ' ἐκείνην.
 [01534]  οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν·
 [01537]  Ἐν Ἀντιοχείᾳ δὲ μετὰ Στέφανον, ὃς Φλάκιτον διαδεξάμενος τῶν ἐκκλησιαστικῶν ἐξηλάθη συλλόγων, Λεόντιος τὴν προεδρίαν ἐδέξατο, παρὰ τοὺς ἐν Νικαίᾳ γραφέντας ὅρους ταύτην λαβών.
 [01579]  Εὐδόξιον δὲ τῆς μὲν πόλεως ἐξελαθῆναι, δοῦναι δὲ δίκας ὧν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον.
 [01874]  ἑκάτερον γὰρ σύστημα τῆς ἐκτεθείσης ἐν Νικαίᾳ διδασκαλίας ὑπερεμάχει.
 [02303]  [212] Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον.
 [02305]  ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν.
 [02310]  θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ [213] κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν.
 [02318]  ἀλλ' ἐπειδὴ τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοι τινὲς μὲν [214] αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαν τες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ' ὅσης ἀκριβείας γέγρα πται καὶ ὅσον πλανῶνται οἱ παρ' αὐτὴν διδάσκοντες.
 [02319]  Γίγνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μέν ἐστιν ἡ ἐξ αἰῶνος κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόν τες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πάσης καὶ ∆αλματίας, ∆ακίας τε καὶ Μυσίας, Μακε δονίας καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι καὶ Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυκίαν καὶ Ἰσαυρίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον καὶ Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ τὴν Ἀνατολὴν ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων.
 [02323]  καὶ ὑπὲρ τοῦ γιγνώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό πων ὑποτάξαι.
 [02324]  ἔστι δὲ αὕτη ἡ ἐν Νικαίᾳ πίστις·
 [02331]  διὰ τοῦτο γάρ, καθὰ προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν.
 [02372]  ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν.
 [02397]  ὁμολογοῦμεν δὲ κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν υἱὸν τοῦ θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκη νωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν γενέσει καὶ πάθει καὶ ἀναστάσει καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει·
 [02421]  φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ πατέρες ἐβεβαίωσαν.
 [02720]  οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας·
 [03151]  καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας.
 [03173]  Ἡμεῖς γὰρ εἴτε διωγμούς, εἴτε θλίψεις, εἴτε βασιλείους ἀπειλάς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν ˉτˉιˉη πατέρων κυρωθείσης ὑπέστημεν.
 [03178]  Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μέρος ἐν ταῖς ἐκκλησίαις παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε καὶ τῶν ἐν Νικαίᾳ ἁγίων πατέρων ὅρος, καθ' ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας καί, εἴπερ ἐκεῖνοι βούλοιντο, σὺν αὐτοῖς τοὺς ὁμόρους πρὸς τὸ συμφέρον ποι εῖσθαι τὰς χειροτονίας·
 [03198]  ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης μάλιστα ἥτις ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ἐγγράφως ἐξετέθη, βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε·
 [03210]  Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν [298] ὥστε τολμᾶν τινας βεβήλῳ στόματι εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον πνεῦμα.
000-00-00 Serial Number=0138688862
Historia religiosa Ante [Go Back]  
 [00547]  Οὗτος κατ' ἀρχὰς ὑπό τινος ἁπλότητος ὑπαχθεὶς <ὡς> τὸ πρῶτον ἐπιτελεῖν ἠνείχετο πάσχα, ἀγνοῶν μέν, ὡς εἰκός, τὰ περὶ τούτου τοῖς πατράσιν ἐν Νικαίᾳ νενομοθετημένα, ἔθει δὲ ἀρχαίῳ δουλεύειν αἱρούμενος.
000-00-00 Serial Number=0303946257
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00071]  τοὺς γὰρ τῷ παναγίῳ προσιόντας βαπτίσματι τὴν ἐκτεθεῖ σαν ἐν Νικαίᾳ πίστιν διδάσκομεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»