Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Λόγον [78]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Λόγον


000-00-00 Serial Number=0694656849
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00015]  οὐκ ἀνειληφέναι τὸν Θεὸν Λόγον φύσιν ἀνθρωπείαν, ἀλλ' αὐτὸν εἰς σάρκα μεταβληθῆναι διδάσκων·
 [00097]  Μαρκίων μὲν γὰρ καὶ Μάνης οὔτε ἀν ειληφέναι ἀνθρωπείαν φύσιν τὸν Θεὸν Λόγον φασὶν, οὔτε ἐκ Παρθένου τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν γεγεννῆσθαι πεπιστεύκασιν·
 [00098]  ἀλλ' αὐτὸν τὸν Θεὸν Λόγον σχηματισθῆναι εἰς εἶδος ἀνθρώπειον καὶ φα νῆναι ὡς ἄνθρωπον, φαντασίᾳ μᾶλλον ἢ ἀληθείᾳ χρησάμενον.
 [00103]  Ἄρειος δὲ καὶ Εὐνόμιος σῶμα μόνον ἀνειληφέναι ἐκ τῆς Παρθένου τὸν Θεὸν Λόγον φασίν·
 [00191]  Τὸν δὲ Θεὸν Λόγον μόνον ἐκ τοῦ Πατρὸς αἱ θεῖαι Γραφαὶ γεννηθῆναι λέγουσιν·
000-00-00 Serial Number=0172846496
Commentaria in Isaiam Ante [Go Back]  
 [00328]  Λόγον γὰρ ἐνταῦθα οὐ τὸν θεὸν λόγον καλεῖ ἀλλὰ τὴν τοῦ θείου λόγου διδασκαλίαν·
 [01461]  Λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, [23ὅτι] λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.
000-00-00 Serial Number=0153499722
De incarnatione domini Ante [Go Back]  
 [00121]  διδάσκεται γὰρ ὑπὸ τοῦ θείου Παύλου τὸν λαβόντα Θεὸν Λόγον, καὶ τὴν ἀνθρωπείαν φύσιν τὴν ληφθεῖσαν, τὴν προϋπάρ χουσαν μορφὴν τοῦ Θεοῦ, καὶ ἐν τῷ τέλει τῶν αἰώνων προσληφθεῖσαν ἀπ' ἐκείνης δούλου μορφήν.
 [00209]  οὐ γὰρ τὸν Θεὸν Λόγον εἰς τὴν πρὸς τὸν διάβολον πάλην ἀπήγαγε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' ὃν ἐν τῇ Παρθένῳ διέπλασε τῷ Θεῷ Λόγῳ ναόν.
 [00261]  Ταῦτα τὴν Ἀπολιναρίου ἐλέγχει ματαιολογίαν, ὃς [75.1444] ἀντὶ νοῦ τὸν Θεὸν Λόγον ἐνοικῆσαι λέγει τῇ προσ ληφθείσῃ σαρκί.
 [00323]  Ἀλλ' ὁ τὸν ὕθλον προτιμήσας τῆς ἀληθείας Ἀπο λινάριος, καὶ τῶν εὐσεβῶν δογμάτων τὴν οἰκείαν προτάξας ἀδολεσχίαν, τὴν μὲν σάρκα τὸν Θεὸν Λόγον ἀνειληφέναι φησὶ, καὶ ταύτῃ καθάπερ τινὶ παραπε τάσματι χρήσασθαι·
 [00430]  καὶ Κύριον μὲν προσαγορεύσας, τὸν ἐνοικήσαντα Θεὸν Λόγον, τὸν τῆς οἰκείας εἰκόνος μνησθέντα, τὸν ἀῤῥήτῳ φιλαν θρωπίᾳ χρησάμενον·
 [00490]  Οὕτως τεχθεὶς ὁ ∆εσπότης Χριστὸς (οὐ γὰρ εὐαγὲς μετὰ τὸν τόκον ἢ Θεὸν Λόγον μόνον αὐτὸν προσ αγορεύειν, ἢ ἄνθρωπον γεγυμνωμένον θεότητος, ἀλλὰ Χριστὸν, ὃ ἑκατέραν φύσιν τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν δηλοῖ), πάντως τὰ ἡμέτερα πλὴν τῆς ἁμαρτίας καταδέχεται πάθη, σπαργανοῦται παραπλησίως τοῖς βρέφεσι, καὶ γάλακτι τρέφεται, καὶ τιθηνεῖται, καὶ χερσὶ περιφέρεται, καὶ κόλποις ἐντίθεται, καὶ κατὰ νόμον περιτέμνεται, καὶ καθαρ σίοις θυσίαις καθαίρεται, ἡ καινὴ καὶ μόνη τῆς οἰκουμένης θυσία, ὁ τοῦ κόσμου τὴν ἁμαρτίαν ἄρας Ἀμνός·
 [00587]  ἐπειδὴ τοίνυν τὸ Χριστὸς ὄνομα, οὐ τὸν ληφθέντα μόνον, ἀλλὰ καὶ τὸν λαβόντα Λόγον μετὰ τοῦ ληφθέν τος δηλοῖ (τοῦ Θεοῦ γὰρ καὶ τοῦ ἀνθρώπου τοῦτο σημαντικόν ἐστιν)·
000-00-00 Serial Number=0153373539
De providentia orationes decem Ante [Go Back]  
 [00053]  Τὸν γὰρ μονογενῆ τοῦ Θεοῦ Λόγον ὁμολογοῦντες Υἱὸν, ὡς ποίημα τῇ κτίσει συναρι θμοῦσι, καὶ τὸν Κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως.
 [00057]  οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν Θεὸν Λόγον, σῶμα δὲ μόνον ἀνειληφέναι.
 [01926]  Χριστὸν δὲ ὅταν ἀκούσῃς, νόει τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα μονο γενῆ Υἱὸν Λόγον, ἀνθρωπείαν περικείμενον φύσιν, καὶ μὴ νομίσῃς εὐτέλειαν τοῦ Θεοῦ τὴν κηρυττο μένην οἰκονομίαν·
000-00-00 Serial Number=0765751600
De sancta trinitate Ante [Go Back]  
 [00069]  Οὕτω θεολογεῖν ὑπὸ τοῦ θείου Πνεύματος τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐδιδάχθησαν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενό μενοι·
 [00152]  χαρακτὴρ ὑποστάσεως, ἵνα μὴ ψιλὴν ἐνέρ γειαν, ἀλλὰ ζῶσαν ὑπόστασιν τὸν Θεὸν Λόγον εἶναι πιστεύσῃς, ὅλον ἐν ἑαυτῇ τὸν γεννήσαντα δεικνῦσαν·
 [00539]  Καὶ πρὸς τούτῳ ἐδίδαξεν, ὡς οὐ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἔχει τὸν Λόγον, ἀλλὰ περὶ τοῦ ἁγίου Πνεύματος, οὗ τὴν χάριν λαμβάνουσιν οἱ πιστεύοντες.
000-00-00 Serial Number=0780118883
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00357]  ἀλλ' ὥσπερ ἕνα ἴσμεν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα, οὕτως ἕνα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [01144]  Οἱ γὰρ τὴν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος καὶ τῶν ἄλλων δοκητῶν αἵρεσιν ἐπὶ τοῦ παρόντος ἀνανεούμενοι, δυσχεραί νοντες ὅτι τὴν αἵρεσιν αὐτῶν ἄντικρυς στηλιτεύομεν, ἐξ απατῆσαι τὰς βασιλικὰς ἐπειράθησαν ἀκοάς, αἱρετικοὺς ἡμᾶς ἀποκαλοῦντες, καὶ εἰς δύο μερίζειν υἱοὺς συκοφαντοῦντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [01217]  Οὕτω καὶ ἡμεῖς τῆς μὲν αὐτοῦ σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἐπιστάμεθα, ἕνα δὲ ἴσμεν Υἱὸν τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [01239]  Λέγουσι δέ τινες τῆς συκοφαντίας αὐτοὺς λαμβάνειν τὰς ἀφορμὰς ἔκ τινων εὐαριθμήτων παρ' ὑμῖν ταῦτα φρονούντων, καὶ εἰς δύο πρόσωπα διαιρούντων τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [01259]  καὶ ὅσον πρώην ἠλγήσαμεν, ἀκούσαντες ὡς μίαν εἶναι φύσιν σαρκὸς καὶ θεότητος λέγει, καὶ ὡς ἄντικρυς τῇ ἀπαθεῖ θεότητι τὸ σωτήριον πάθος προσάπτει, οὕτως ηὐφράν θημεν τοῖς τῆς σῆς ὁσιότητος γράμμασιν ἐντυχόντες, καὶ με μαθηκότες ὡς ἀκεραίους φυλάττει τὰς τῶν φύσεων ἰδιότητας, καὶ οὔτε τὸν Θεὸν Λόγον εἰς σάρκα τετράφθαι φησίν, οὔτε τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν·
 [01454]  ἕνα δὲ ὁμολογοῦμεν Υἱόν, τὸν ἐναν θρωπήσαντα Θεὸν Λόγον.
 [01520]  Οἱ δὲ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες σῶμα μόνον ἀνειληφέναι τὸν Θεὸν Λόγον φασίν, αὐτὸν δὲ τῆς ψυχῆς ἐν τῷ σώματι πληρῶσαι τὴν χρείαν.
 [01576]  Εἰς ἕνα γὰρ ἐδιδάχθην πιστεύειν Μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον.
 [02336]  Τῷ ὄντι γὰρ παραπλησίως ὑπείληφα δυσσεβεῖς, τούς τε τὰς δύο τοῦ Μονογενοῦς φύσεις εἰς μίαν συνάγειν τολμῶντας, καὶ τοὺς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, εἰς δύο μερίζειν ἐπιχειροῦντας υἱούς.
 [02490]  Οὕτω τοίνυν καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, καὶ Υἱὸν Θεοῦ, καὶ Υἱὸν ἀνθρώπου προσαγορεύοντες, ὡς παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν, οὐ δύο φαμὲν υἱούς, ἀλλὰ τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὁμολογοῦμεν τὰς ἰδιότητας.
 [02495]  οὐδὲν δὲ τὸν Θεὸν Λόγον ἐκ τῆς Παρθένου προσειλη φέναι φασίν, ἀλλὰ πάροδόν τινα δι' αὐτῆς ὥσπερ διὰ σωλῆνος ποιήσασθαι, ἐπιφανῆναι δὲ τοῖς ἀνθρώποις φαντασίᾳ χρησά μενον, καὶ δόξας εἶναι ἄνθρωπος, ὃν τρόπον ὤφθη τῷ Ἀβραάμ, καί τισιν ἄλλοις τῶν παλαιῶν.
 [02721]  οὐκ ἐναντία ποιῶν οἷς προσετάχθη, ἀλλὰ τὸν αὐτὸν εἰδὼς καὶ Ἰησοῦν, καὶ Χριστόν, καὶ Κύριον, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον.
000-00-00 Serial Number=0120012641
Graecarum affectionum curatio Ante [Go Back]  
 [00687]  [2.85] Αὐτίκα τοίνυν τὴν Πλάτωνος διάνοιαν ἀναπτύσσοντες, καὶ ὁ Πλωτῖνος καὶ ὁ Νουμήνιος τρία φασὶν αὐτὸν εἰρηκέναι ὑπέρχρονα καὶ ἀΐδια, τἀγαθὸν καὶ νοῦν καὶ τοῦ παντὸς τὴν ψυχήν, ὃν μὲν ἡμεῖς Πατέρα καλοῦμεν, Τἀγαθὸν ὀνομάζοντα, Νοῦν δέ, ὃν ἡμεῖς Υἱὸν καὶ Λόγον προσαγορεύομεν, τὴν δὲ τὰ πάντα ψυχοῦ σαν καὶ ζωοποιοῦσαν δύναμιν Ψυχὴν καλοῦντα, ἣν Πνεῦμα ἅγιον [2.86] οἱ θεῖοι προσαγορεύουσι λόγοι.
 [00721]  ἡμεῖς δὲ τῶν μὲν ὁρωμένων θεολογοῦμεν οὐδέν, τῶν δὲ ἀνθρώπων τοὺς ἐν ἀρετῇ διαπρέψαντας ὡς ἀνθρώπους ἀρίστους γεραίρομεν, μόνον δὲ τὸν τῶν ὅλων προσκυνοῦμεν Θεὸν καὶ τὸν ἐκείνου γε Λόγον καὶ τὸ [2.99] πανάγιον Πνεῦμα.
 [00722]  Τὸν αὐτὸν δὲ καὶ Υἱὸν μονογενῆ καὶ Λόγον καὶ Ζωὴν καὶ Φῶς καὶ Ἀλήθειαν ὀνομάζομεν, καὶ ἄλλοις δὲ παμπόλλοις ὀνόμασι κεχρημένοι τὴν θείαν φύσιν ἀνυμνοῦμεν.
 [00731]  [2.104] Ἀλλὰ μὴ θορυβήσητε, καὶ ἐκ τοῦ Πατρὸς καὶ ξὺν τῷ Πατρὶ τὸν Λόγον ἀκούσαντες.
 [00732]  Τῶν γὰρ ἀτοπωτάτων Πλάτωνος μὲν ἀνέχεσθαι καὶ αἴτιον τῆς ὕλης τὸν Θεὸν λέγοντος καὶ ξυναΐδιον τοῦ Θεοῦ τὴν ὕλην ἀποκαλοῦντος καὶ τὰς ἰδέας ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ φάσκοντος εἶναι, τὸν δὲ τοῦ Θεοῦ Λόγον καὶ τὸ πανάγιον Πνεῦμα μὴ πείθεσθαι καὶ ἐκ τοῦ Θεοῦ φῦναι καὶ ξὺν [2.105] τῷ Θεῷ εἶναι.
 [00748]  Εἰ τοίνυν φαμὲν εἶναί τι ἀγέννητον καὶ ἀναίτιον, κατὰ μὲν τὸν [2.109] Παρμενίδην τὸν κόσμον, κατὰ δὲ τὸν Πλάτωνα καὶ Τίμαιον τὸν Λοκρὸν καὶ Πλούταρχον καὶ ἡμᾶς αὐτοὺς τὸν τῶν ἁπάντων δημιουργόν, πολλῷ τούτου πιθανώτερον τὸ φάναι, ἐξ ἐκείνου γε τοῦ ἀγεννήτου φῦναι τὸν Λόγον καὶ τὸ πανάγιον Πνεῦμα, τὸν μέν, ὡς λόγον, ἐκ τοῦ νοῦ γεννώμενον, τὸ δέ, ὡς πνεῦμα, ἐκπο ρευόμενον·
 [00750]  Ἀλλ' οὔτε τὸ Πνεῦμα πνοήν τινα στόματος εἶναί φαμεν ἀξύνθετον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον οὔτε τὸν Λόγον τοῦτον τὸν εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνούσιον Λόγον καὶ ἐνυπόστατον Πνεῦμα, καὶ ἐν τῷ Πατρὶ θεωρούμενα καὶ καθ' ἑαυτὰ πιστευόμενα, καὶ ξυνημμένα καὶ διῃρημένα, τῷ μὲν ταὐτῷ τῆς φύσεως ἡνωμένα, τῇ δὲ τῶν ἰδιοτήτων διαφορᾷ διῃρημένα καὶ καθ' ἑαυτὰ νοούμενα.
 [01256]  ∆είκνυσι δὲ ἡμῖν καὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ πάντα δημιουργοῦντα.
000-00-00 Serial Number=0138844550
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00138]  Ἔφησε γὰρ τὸν Ἀγέννητον Νοῦν πρῶτον γεννῆσαι, ἐκ δὲ τοῦ Νοὸς προβληθῆναι τὸν Λόγον, Φρόνησιν δὲ ἀπὸ τοῦ Λόγου, ἀπὸ δὲ τῆς Φρονήσεως Σοφίαν καὶ ∆ύναμιν, ἐκ δὲ τούτων ἀγγέλους καὶ ἀρχαγγέλους·
 [00212]  Ἐκ δὲ τοῦ Νοῦ καὶ τῆς Ἀληθείας προβληθῆναί φησι Λόγον καὶ Ζωήν·
 [00215]  Καὶ πρῶτον Αἰῶνα εἶναί φασιν, εἶτα τὸν Λόγον καὶ τὴν Ζωήν.
 [00233]  Τούτων δὲ οἱ Αἰῶνες τετυχηκότες, ὕμνη σαν μὲν τὸν Προπάτορα, κοινῇ δὲ τὰ κάλλιστα ὧν εἶχεν ἕκαστος συνεισενεγκάμενοι, προβάλλονται διὰ τούτων τὸν Ἰησοῦν, ὃν καὶ Σωτῆρα προσαγορεύουσι, καὶ Χριστὸν Λόγον.
 [00322]  Ὁ δὲ Πατὴρ προσ τέθεικε καὶ Λόγον.
 [00771]  Ἔκ τασιν δέ τινα τῆς τοῦ Πατρὸς θεότητος ἔφησεν εἰς τὸν Χριστὸν ἐληλυθέναι, καὶ ταύτην Θεὸν Λόγον ἐκάλεσε·
 [00977]  κἀκείνου τὸν Θεὸν Λόγον συναΐδιον λέγοντος τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς ἐν ἀρχῇ ὄντα, καὶ Θεὸν ὄντα Λόγον, καὶ ἀπαύγασμα τῆς δόξης·
 [01145]  Ὅθεν καὶ τὴν τοῦ Σαβελλισμοῦ κατηγορίαν ἐδέξατο, σαρκωθῆ ναί τε τὸν Θεὸν ἔφησε Λόγον, σῶμα καὶ ψυχὴν ἀνειληφότα, οὐ τὴν λογικὴν, ἀλλὰ τὴν ἄλογον, ἣν
 [01228]  Γίνεται δὲ αὐτῷ πρῶτον τῆς καινοτο μίας ἐγχείρημα, τὸ μὴ δεῖν τὴν ἁγίαν Παρθένον, τὴν τὸν τοῦ Θεοῦ Λόγον τεκοῦσαν ἐξ αὐτῆς σάρκα λαβόντα, Θεοτόκον ὁμολογεῖν, Χριστοτόκον δὲ μόνον·
 [01234]  ∆ιὰ τοῦτο Χρι στοτόκον, φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμολογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφότα Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς, κατὰ τὸ ἀκόλουθον ὁμο λογεῖν βιασθῶμεν.
 [01249]  Οὐδὲν γὰρ ἔφη τὸν Θεὸν Λόγον ἀνθρώπειον ἐκ τῆς Παρθένου λαβεῖν, ἀλλ' αὐτὸν ἀτρέπτως τραπέντα καὶ σάρκα γενόμενον·
 [01461]  Καὶ οὔτε κατὰ τοὺς Βαλεντίνου μύθους ἄλλον εἶναί φαμεν τὸν Μονογενῆ, καὶ ἄλλον τὸν Λόγον, καὶ ἕτερον τὸν Χριστὸν, καὶ αὖ πάλιν Ἰησοῦν·
 [01513]  Ἐπὶ τὴν προκειμένην τοίνυν μεταβῶμεν διδασκαλίαν, καὶ δείξωμεν, ὅτι τὸν αὐτὸν καὶ Κύριον, καὶ Μονογενῆ, καὶ τὸν Θεὸν εἶναι Λόγον, καὶ Σωτῆρα, καὶ Ἰησοῦν ἐδιδάχθημεν.
 [01519]  Ὁ δὲ θεῖος Ἰωάννης ὁ εὐαγγελιστὴς, τὸν αὐτὸν καὶ Λόγον καλεῖ προαιώνιον, καὶ μονογενῆ Υἱὸν, καὶ τῶν ἁπάντων δημιουργὸν, καὶ Χριστὸν Ἰησοῦν.
 [01559]  Ἵνα γὰρ μὴ Υἱὸν ἀκούοντες εἰς ἀνθρωπίνας καταπέσωμεν ὑπονοίας, καὶ νομίσωμεν παραπλησίως ἡμῖν γεννηθῆναι τὸν τῶν ὅλων δημιουργὸν, Λόγον αὐτὸν προσηγόρευσε·
 [02090]  Ὁ μὲν οὖν Βαλεντῖνος ἐν οἷς ἀνέπλασε μύθοις, ἄλλον μὲν ἔφη τὸν Μονογενῆ, ἄλλον δὲ τὸν Λόγον, καὶ ἄλλον τὸν Χριστὸν τὸν ἐντὸς τοῦ πληρώματος, καὶ ἕτερον τὸν Ἰησοῦν, καὶ ἄλλον πάλιν τὸν ἔξω Χριστόν.
 [02093]  Καὶ Βα σιλίδης δὲ ὡσαύτως ἄλλον τὸν Μονογενῆ, καὶ ἄλλον τὸν Λόγον, καὶ ἑτέραν εἴρηκε τὴν Σοφίαν.
 [02101]  Τὸν γὰρ αὐτὸν ἡ Ἐκκλησία, καὶ Υἱὸν, καὶ Μονογενῆ, καὶ Θεὸν Λόγον, καὶ Σωτῆρα Κύριον, καὶ Ἰησοῦν Χριστὸν ὀνομάζει.
000-00-00 Serial Number=0404309273
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02503]  Λόγον χρηματιεῖ ἐκ τοῦ τόπου αὑτοῦ, καὶ οἶδεν ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς.
000-00-00 Serial Number=0329533756
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01620]  Οἱ μὲν γὰρ σῶμα ἄψυχον τὸν Θεὸν Λόγον εἶπον ἀνειληφέναι.
 [03696]  Ἡ δὲ ἀληθὴς θεολογία τὸν Θεὸν ἡμῖν ὑποδείκνυσι Λόγον, σὺν τῷ παναγίῳ Πνεύματι, καὶ τοὺς οὐρανοὺς καὶ τὰς οὐρανίους πεποιηκότα δυνά μεις.
 [03702]  ἀλλὰ καὶ ταῦτα κἀκεῖνα τὸν Θεὸν Λόγον καὶ τὸ ἅγιον Πνεῦμα πεποιηκέναι φησί.
 [04148]  Πηγὴν γὰρ ζωῆς τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ὠνό μασεν.
 [04769]  Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ.
 [04774]  Λόγον πα ράνομον κατέθεντο κατ' ἐμοῦ, ἀντὶ τοῦ, παρα νομίας κατηγορίαν ἐποιήσαντο κατ' ἐμοῦ.
000-00-00 Serial Number=0326504350
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [02429]  οὐχ ἕτερόν τινα φορέσαντα, ἀλλ' αὐ τὸν Θεὸν Λόγον ἀτρέπτως ἐκ Παρθένου γενόμενον εἴ δομεν.] Εἶτα διὰ τῶν ἐπαγομένων ταύτην ἡμᾶς δι δάσκει σαφέστερον.
000-00-00 Serial Number=0205160439
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [05567]  Λόγον γὰρ ἐνταῦθα τὴν ἀγαθὴν ὑπόσχεσιν κέκληκε·
 [07062]  Λόγον ἐνταῦθα εὐαγγελικὸν ἐκάλεσε κήρυγμα.
000-00-00 Serial Number=0397988558
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00026]  διὰ τοῦτο Χρι στοτόκον φησὶν, ἀλλ' οὐ Θεοτόκον τὴν Παρθένον ὁμο [83.1157] λογεῖν ἀναγκαῖον, μήποτε λάθωμεν ἀρχὴν τοῦ εἶναι λέγοντες τὸν Θεὸν Λόγον ἐκ τῆς ἁγίας εἰληφέναι Παρθένου, καὶ οὕτω προγενεστέραν τὴν μητέρα τοῦ γεννηθέντος ἐξ αὐτῆς κατὰ τὸ ἀκόλουθον ὁμολογεῖν βιασθῶμεν.
 [00036]  Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παν ταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παν τὸς ∆ημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύο μεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινη θέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα (τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσει ληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον.
 [00056]  Πῶς οὖν οὐ Θεοτόκος, ὦ πάντων ἀνθρώπων, ὡς οἴει, σοφώτατε, ἡ τὸν Θεὸν Λόγον κυοφορήσασά τε γενόμενον ἄνθρωπον, καὶ γεννήσασα, καὶ μήτηρ εἶναι τοῦ γεννηθέντος ἀναγκαίως πιστευομένη;
 [00061]  Τοῦ δὲ Ἱερεμίου, καὶ αὐτοῦ θεολογοῦντος τὸν ἐνανθρωπήσαντα Λόγον, ἐν οἷς φη σιν·
 [00122]  ῞Οτι μετὰ τὸ γενέσθαι τὸν Μονογενῆ τοῦ Θεοῦ Λόγον καθ' ἡμᾶς ἄνθρωπον, μετὰ τοῦ μεῖναι Θεὸν, καὶ εἰς ἑαυτὸν διὰ τῆς τοῦ δούλου μορφῆς τὰ ἡμέτερα καταδέξασθαι πάθη, οὔτε προσηγορίαις, οὔτε τῇ φύσει λοιπὸν ἀπὸ τῆς ἰδίας μερίζεται σαρκός·
 [00123]  ἀλλὰ κἂν ἄνθρωπον εἴπῃ, τὸν Θεὸν Λόγον λέγει·
000-00-00 Serial Number=0020615041
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00005]  Ἕνα γὰρ Υἱὸν παρὰ τῆς θείας Γραφῆς προσκυνεῖν ἐδιδάχθημεν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον·
 [00077]  ἡμεῖς γὰρ ἕνα προσκυνοῦμεν Υἱὸν μονογενῆ τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»