Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Κωνσταντῖνος [24]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Κωνσταντῖνος


000-00-00 Serial Number=0785373151
Historia ecclesiastica Ante [Go Back]  
 [00086]  καὶ Κωνσταντῖνος δὲ ὁ πανεύφημος βασιλεύς, ὃς οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου ἀλλ' οὐρανόθεν κατὰ τὸν θεῖον ἀπόστολον τῆς κλήσεως ταύτης ἔτυχε, ταύτην αὐτῇ ἐπρυτάνευσε.
 [00461]  Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις.
 [00601]  [59] Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.
 [00610]  [60] Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.
 [00624]  Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ.
 [00667]  καὶ τοῦτο δῆλον βασιλεὺς Κωνσταντῖνος διὰ γραμμάτων πεποίηκεν.
 [00781]  ὁ δὲ βασιλεύς, τῆς αἰτήσεως τὴν αἰτίαν μαθών (Κωνσταντῖνος δὲ ἦν ὁ τῆς εὐσεβείας θερμότατος ἐραστής), φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν, ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε μετὰ δώρων ὅτι μάλιστα πλείστων.
 [00850]  Κωνσταντῖνος Σεβαστὸς τῇ ἁγίᾳ συνόδῳ τῇ κατὰ Τύρον.
 [01000]  ἔγραψε δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεύς, ὁ τῶν Κωνσταντίνου τοῦ μεγάλου παίδων πρεσβύτατος (αὐτὸς γὰρ τῆς πρὸς δυόμενον ἥλιον ἐβασίλευε Γαλατίας), τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε τὰ γράμματα·
 [01001]  Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων.
 [01004]  τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρα σχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρῳ προληφθείς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι.
 [01016]  ταύτην ὁ πανεύφημος Κωνσταντῖνος μετὰ τὴν τοῦ δυσ σεβοῦς ἀνδρὸς τελευτὴν παντοδαπῆς κηδεμονίας ἠξίου καὶ τῶν τῆς χηρείας ἀνιαρῶν πεῖραν οὐκ εἴα λαβεῖν, καὶ παρ' αὐτὴν δὲ τὴν τελευτὴν παρῆν αὐτῇ τὴν ἁρμόττουσαν θεραπείαν προσφέρων.
 [01018]  ὁ δὲ Κωνσταντῖνος καὶ τηνικαῦτα τοῦτο ποιήσειν ὑπέσχετο καὶ μετὰ ταῦτα πεπλήρωκε τὴν ὑπόσχεσιν·
 [01021]  ἐπειδὴ δὲ Κωνσταντῖνος εἰς τὴν ἀνώλεθρον μεθιστάμενος βασιλείαν τοῖς παισὶν ἐν διαθήκαις τὴν ἐπίκηρον ταύτην βασιλείαν διένειμεν (οὐδεὶς δὲ τούτων τελευτῶντι παρῆν), τούτῳ μόνῳ τῷ πρεσβυτέρῳ τὰς διαθή κας ἐπίστευσε, Κωνσταντίῳ ταύτας δοθῆναι κελεύσας·
 [01036]  Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος (Κωνσταντῖνος γὰρ ὁ πρεσβύτατος πολεμῶν ἐτεθνήκει), τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς ἀπωδύρετο καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλο φύρατο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε καὶ τῆς συνόδου τῆς μεγίστης ἣν ἐκεῖνος συνήλισε, καὶ ὡς τὰ παρ' ἐκείνων γραφέντα τοῦ συνεδρίου κοινωνῶν ἐκράτυνε νόμῳ.
 [01608]  [159] τὴν γὰρ ἱερὰν στολήν, ἣν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκεί νης ἀρχιερεῖ ἵνα ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπι τελῇ λειτουργίαν (ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρα κέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυ γιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι.
 [01855]  πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα·
 [01982]  καὶ τά τε ἱερὰ σκεύη τοῖς βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε καὶ τῆς μεγάλης ἐκκλησίας, ἣν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς θύρας ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν.
 [01989]  ὁ δὲ Φίλιξ τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος (Κωνσταντῖνος γὰρ καὶ Κωνστάντιος φιλοτίμως ταῦτα κατεσκεύασαν)·
 [02335]  καὶ νόμον ἕτερον ἔγραψε τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν.
 [03119]  Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν [286] Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν·
 [03418]  Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας καὶ τὴν οἰκου μένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν ἀλλ' ἀβάτους εἶναι προσέταξε.
000-00-00 Serial Number=0539308429
Historia religiosa Ante [Go Back]  
 [00145]  [1.10] Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν , ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις.
000-00-00 Serial Number=0075781405
Quaestiones in Octateuchum Ante [Go Back]  
 [05118]  αὐτίκα γοῦν Κωνσταν τίνου τοῦ βασιλέως ὁ πρῶτος υἱὸς Κωνσταντῖνος ὠνόμασται.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»