Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ῥοπῆς [40]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ῥοπῆς


000-00-00 Serial Number=0081009984
Commentaria in Isaiam Ante [Go Back]  
 [01873]  Ὁ θαυ μάσιος Ἐζεκίας εὐσεβὴς γενόμενος καὶ τῆς θείας διὰ τοῦτο ῥοπῆς ἀπολαύσας ἔπαυσε τὴν τῶν Ἀλλοφύλων θρασύτητα.
000-00-00 Serial Number=0531975567
Historia ecclesiastica Ante [Go Back]  
 [02463]  τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης.
 [02708]  Αὐτίκα ῥοπῆς οὐδεμιᾶς παρελθούσης ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη [254] μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυρι ζόμενος·
000-00-00 Serial Number=0146547079
Historia religiosa Ante [Go Back]  
 [01392]  Ἔργοις δὲ μὴ δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν προσευχῆς καὶ τὸ λειπόμενον τῆς ζωῆς κατὰ τὰς ὑποθήκας τὰς ἐκείνου βιῶναι.
 [02212]  τό γε τῶν Περσῶν ἔθνος ἐξωπλισμένον ἤδη καὶ πρὸς τὴν Ῥωμαίων ὑπάρχον ἔφοδον εὐτρεπὲς θείας ἀντιπρα ξάσης ῥοπῆς ἀνεκόπτετό τε τῆς προκειμένης ὁρμῆς καὶ οἰκείοις ἔνδοθεν ἐναπησχολεῖτο δεινοῖς.
000-00-00 Serial Number=0087927759
Interpretatio in Danielem Ante [Go Back]  
 [00210]  Τὸ γὰρ πιστεῦσαί τε καὶ θαῤῥῆσαι, ὡς τῆς θείας ῥοπῆς ἀπολαύσεται, καὶ μὴ ἐσθίων τῶν ἐσθιόντων καὶ τρυφώντων, καὶ τῆς βασιλικῆς ἀπολαυόντων χλιδῆς, εὐπρεπέστερός τε καὶ περικαλλέστερος φανήσεται καὶ μείζων, ποίαν εὐσεβείας ὑπερβολὴν καταλείπει;
 [01753]  Συνιεὶς γὰρ, ὅτι θεο φιλὴς ὁ ἀνὴρ καὶ τῆς ἄνωθεν ἀπολαύων ῥοπῆς, πᾶ σαν αὐτὸν ἐπέτρεψε τὴν βασιλείαν οἰκονομεῖν·
 [01830]  Μηδέπω γὰρ παρ' αὐτὸν τὸν λάκκον γενόμενος, ὑπὸ θερμῆς διαθέσεως βοᾷν ἠναγ κάζετο, καὶ τὸν ∆ανιὴλ καλεῖν, καὶ πυνθάνεσθαι, εἰ τῆς θείας ἀπολαύσας ῥοπῆς, κρείττων ἐφάνη τῆς τῶν λεόντων ὠμότητος.
 [01890]  Τοιαῦτα τοίνυν ἔχοντες παραδείγματα, εἰλικρινῆ τὴν περὶ τὸν Θεὸν φυλάξωμεν εὔνοιαν, ἵνα τῆς παρ' αὐτοῦ ῥοπῆς δι ηνεκῶς ἀπολαύσωμεν·
 [02366]  ἀντὶ τοῦ, μέχρις ἂν τῆς ἄνωθεν τύχωμεν ῥοπῆς, καὶ διὰ τοῦ ἐπιτεταγμένου ἀρχαγγέλου τὴν ἡμετέραν προστασίαν, τύχωμεν σωτηρίας.
 [02752]  Εἰ γὰρ ἀπὸ τῆς ἐπιφανείας τῆς παρὰ τὸν Ἰορδάνην γεγενημένης, ὁπηνίκα τοῦ κηρύττειν τε καὶ διδάσκειν καὶ θαυματουργεῖν ὁ Σω τὴρ καὶ Κύριος ἡμῶν ἤρξατο, ἀρξάμενοι τοῦ ἀρι θμεῖν ἐπὶ τὰ ἄνω χωρήσαιμεν, οὐ μόνον οὐ μέχρι Κύρου, ἀλλ' οὐδὲ ἕως ∆αρείου τοῦτον εὑρήσομεν φθά νοντα τὸν ἀριθμὸν, ἀλλὰ τῷ εἰκοστῷ ἔτει τῆς Ἀρ ταξέρξου τοῦ Ξέρξου βασιλείας συμπληρούμενον, καθ' ὃν καιρὸν ὁ Νεεμίας, οἰνοχόος ὢν τοῦδε τοῦ βα σιλέως, ζῆλον λαβὼν, καὶ τὸν Θεὸν ἀντιβολήσας, καὶ τῆς ἄνωθεν ἀπολαύσας ῥοπῆς, ἱκετεύει μὲν τὸν βασιλέα ἐπιτρέψαι αὐτῷ τὴν τῶν περιβόλων τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, τυχὼν δὲ εὐμενοῦς τοῦ βα σιλέως, καταλαμβάνει μὲν τὴν πατρίδα, σὺν πάσῃ δὲ προθυμίᾳ καὶ τὰ λείποντα τῷ θείῳ προστίθησι νεῷ·
000-00-00 Serial Number=0846000075
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00377]  Τὸ γὰρ Ἐξηγέρ θην, ὅτι Κύριος ἀντιλήψεταί μου, τοῦτο δηλοῖ, ὅτι Τῆς θείας ἀπολαύσας ῥοπῆς κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν.
 [00741]  Ὃ τοίνυν τοῖς ἄλλοις ἐνετεί λω ποιεῖν, δρᾶσον, ὦ ∆έσποτα, καὶ τῆς σῆς μοι με τάδος ῥοπῆς.
 [01447]  Ἐπειδὴ καὶ τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι προεθέσπισε τὴν σωτηρίαν ὁ πρὸ τούτου ψαλμὸς, καὶ τοῖς δορυαλώτοις ἤδη γε γενημένοις προηγόρευσε τὴν ἀνάκλησιν, εἰκότως ἐν τῷδε τῷ ψαλμῷ παραίνεσιν εἰσφέρει, καὶ ὑπο τίθεται βίον καθ' ὃν προσῆκον ἦν πολιτεύεσθαι τοὺς ὑπὸ Θεῷ τεταγμένους, καὶ τοσαύτης ῥοπῆς ἀπο λαύοντας, καὶ σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν καὶ ἀπόκρισιν·
 [01588]  Εἰ δὲ ἀγγελικῆς ἐδεήθη ῥοπῆς, ἵνα δείξῃ τὴν φύσιν τῆς τοῦ δούλου μορφῆς·
 [01659]  ἔσται δὲ τοῦτο, εἰ τῆς σῆς ῥοπῆς ἀπολαύσαιμι.
 [02782]  Ἔχω, φησὶ, τῆς ἐλπίδος ἐχέγγυον ἱκα νὸν, τοὺς ἤδη σοι πεπιστευκότας, καὶ τῆς σῆς ῥοπῆς ἀπολαύσαντας.
 [02905]  Εἰ τοίνυν, φησὶ, τῆς σῆς ῥοπῆς ἀπολαύ σαιμι, καὶ κρείττων γενοίμην τῶν δυσμενῶν, καὶ αὐτὸς ὁ Ἰσραὴλ, ἐμφύλιον πόλεμον καταλύσας, εἰρήνης τεύξεται, καὶ τοῖς σοῖς ἀγαθοῖς ἐντρυ φήσει.
 [03439]  Πολλαῖς πολλάκις περιπεσὼν συμφοραῖς, τούτων διὰ τῆς σῆς ἠλευθερώθην ῥοπῆς·
 [03737]  ∆εῖ, φησὶ, μακαρίζειν, οὐ τοὺς πλούτῳ κομῶντας, [80.1100] ἀλλὰ τοὺς τῷ Θεῷ πεποιθότας, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντας.
 [04357]  Οἱ δὲ τῆς δι καιοσύνης ἐργάται τῆς θείας ῥοπῆς ἀπολαύσονται, καὶ σωτηρίας τεύξονται, καὶ τῶν ἀδικεῖν πειρωμέ νων περιγενήσονται, ἅτε δὴ ἀκραιφνῆ τὴν περὶ αὐ τῶν ἐλπίδα κτησάμενοι.
 [04456]  Ὑπὸ τοσούτων, φησὶ, περικλυζόμενος ἀλγεινῶν, σὲ τὸν ἐμὸν Θεὸν καὶ ∆εσπότην ἀντιβολῶ, μὴ γυμνῶσαί με τῆς συν ήθους προνοίας, ἀλλὰ μεταδοῦναι ῥοπῆς, καὶ σωτη ρίαν χαρίσασθαι.
 [04948]  Οὐ μόνον δὲ αὐτὸς, ἀλλὰ καὶ οἱ τούτου παῖδες μετὰ τὴν τούτου τελευτὴν, προσευχόμενοι τοὺς πολεμίους ἐτρέποντο, καὶ τῆς θείας ῥοπῆς ἀπολαύοντες ἵστων τὰ τρόπαια.
 [04981]  Ἱκετεύομεν δὲ ἀεὶ τῆς σῆς ἀπολαῦσαι ῥοπῆς, καὶ διηνεκῶς τῶν σῶν εὐεργεσιῶν διεξιέναι τὸ πλῆθος.
000-00-00 Serial Number=0012640059
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01058]  Εἶτα εἰρηκὼς τὰ παρὰ τῶν παρανόμων, εἰς τοὺς ἀδικουμένους καὶ μὴ ἐγκαταλιμπανομένους παρὰ τῆς ἄνωθεν ῥοπῆς μετατίθησι τὸν λόγον ὁ Προφήτης.] ιζʹ.
000-00-00 Serial Number=0627649307
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01664]  Ἁρμόττει δὲ καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι.
 [03935]  Ἐλπίζω γὰρ, τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύων, τὸν ὄλεθρον τούτων ἰδεῖν ὅτι τάχιστα.
 [04760]  Οὐ δίχα δὲ τοῦτο τῆς σῆς βοηθείας κατώρθωσα, ἀλλὰ τῆς σῆς ἀπολαύσας ῥοπῆς, καὶ τῇ σῇ ἐλπίδι τρεφόμενος.
 [05159]  Ἀλλ' οἶδα ὡς ἀν θρωπίνης μὲν οὐδεμιᾶς ῥοπῆς ἀπολαύσω, ἀπόχρη δέ μοι μόνη τοῦ Θεοῦ ἡ εὐμένεια.
 [05422]  καὶ οἱ νῦν ἀσθενεῖς, καὶ σφόδρα ταλαιπωρούμενοι (τοῦτο γὰρ δηλοῖ τὸ ἐκτετιναγμένων), ἰσχυροὶ λίαν ἐσόμεθα, τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντες.
 [06098]  Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπ άνοδον, τὰ ἐπαναστάντα αὐτοῖς οἱ Ἰουδαῖοι καταλύ σαντες ἔθνη διὰ τῆς θείας ῥοπῆς, ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ.
 [06532]  διὰ δὲ τῆς σῆς ῥοπῆς τὰς τούτων διαφεύξομαι χεῖρας.
 [06647]  Ἄρτι γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόντες, καὶ ὅπλων καὶ περιβόλων ἐστερημένοι, διὰ τῆς θείας ῥοπῆς τῶν ἐπανελθόντων περιεγένοντο δυσμενῶν.
 [06660]  τῆς γὰρ σῆς ἀπολαύ σας ῥοπῆς, κρείττων ἐγενόμην τῶν πολεμίων.
 [07234]  Τοῦτον προσφέ ρειν τὸν ὕμνον παρακελεύονται οἱ μετὰ τὴν ἐπάν οδον τὰ πολλὰ ἔθνη ἐκεῖνα διὰ τῆς θείας νενικηκότες ῥοπῆς.
000-00-00 Serial Number=0125333965
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04728]  ἵν' ἐν πᾶσιν αὐτὸν θεραπεύοντες, καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύοντες, διαφύγωμεν τὰς τῶν ἀοράτων πολεμίων ἐπιβουλὰς, κατὰ δὲ τοὺς θείους αὐτοῦ πολιτευσάμενοι νόμους, τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
 [05750]  Γνώσονται γὰρ διὰ τῆς πείρας, ὡς δίχα τῆς θείας ῥοπῆς οὐδὲν κατορθῶσαι δεδύνηνται.
000-00-00 Serial Number=0541642785
Quaestiones in Octateuchum Ante [Go Back]  
 [05034]  ἵνα πολε μούμενοι καὶ δουλεύειν ἀναγκαζόμενοι, αἰσθάνωνται μὲν τῆς ἀπὸ τῆς πλάνης γεγενημένης βλάβης, προστεθῶσι δὲ τῷ σεσωκότι Θεῷ καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύωσι.
000-00-00 Serial Number=0752127945
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04261]  Ἔφη δὲ καὶ ὅπως ὁ ναὸς ᾠκοδομήθη, καὶ ὅπως Σολομὼν προσευξάμε νος ᾔτησεν, ὡς εἰ πολεμίων ἐπεληλυθότων προσ δράμῃ ὁ λαὸς τῷ ναῷ, καὶ τὸν τούτου καλέσῃ Θεὸν, τῆς ἄνωθεν αὐτοὺς ἀπολαῦσαι ῥοπῆς.
 [04402]  Σὺ δὲ τῆς ἐμῆς ἀπολαύσας ῥοπῆς, οὐ μό νον κατέκτεινας ἐκείνους, ἀλλὰ καὶ τούτους ἐξ ηνδραπόδισας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»