Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὕπνου [19]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὕπνου


000-00-00 Serial Number=0839221478
Commentaria in Isaiam Ante [Go Back]  
 [00717]  Νικῶσί φησι τῇ πολεμικῇ προθυμίᾳ τὰ πάθη τῆς φύσεως, ἀπωθοῦνται τοῦ ὕπνου τὴν προσβολήν, ἀναπαύλης ἀπολαύειν οὐ βούλονται.
 [06166]  Ἔδειξεν αὐτῶν διὰ μὲν τοῦ ὕπνου τὸ ῥᾴθυμον διὰ δὲ τοῦ λαχάνου τὸ ἄνανδρον.
000-00-00 Serial Number=0757707298
De providentia orationes decem Ante [Go Back]  
 [00821]  τῇ τούτων ἀγρυπνίᾳ θαῤῥοῦντες οἱ ποιμένες, ὕπνου μεταλαγχά νουσι·
 [01249]  Ἐν τούτοις ὁ ταύτης υἱὸς, ἅτε δὴ ταύτης υἱὸς, ὁ μέγας Ἰακὼβ, εἴκοσι διετέλεσεν ἔτη, ποιμαίνων καὶ θηρίοις παλαίων, καὶ τῶν τῆς ἀκτῖνος λυπηρῶν ἀνεχόμενος, καὶ ὕπνου κόρον λαβεῖν οὐδὲ νύκτωρ δυνάμενος·
000-00-00 Serial Number=0343253255
Eranistes Ante [Go Back]  
 [01692]  οὕτω καὶ ἀναπαύλης μετὰ πόνον ἱμείρεται, καὶ μετὰ ἐγρήγορσιν ὕπνου, καὶ τῶν ἄλλων ὡσαύτως.
 [04264]  Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, τοῖς ἄλλοις σώμασι συγγενές, τοῦ ὕπνου τὴν χρείαν δεξά μενον, καὶ ὁ τῆς συγχύσεως λόγος ἀποδέδεικται μῦθος.
000-00-00 Serial Number=0751105130
Graecarum affectionum curatio Ante [Go Back]  
 [02064]  Οὐ γὰρ ξυνέχεε τὰς φύσεις ἡ ἕνωσις οὐδὲ πεποίηκεν ὑπὸ χρόνον τῶν χρόνων τὸν ποιητὴν οὐδέ γε τὸ ἐν χρόνῳ γενόμενον ἀπέφηνε προαιώνιον, ἀλλ' ἑκατέρα φύσις μεμένηκεν ἀκραιφνής, ἡ μὲν τῶν τῆς φύσεως παθημάτων ἀνεχομένη, πείνης λέγω καὶ δίψης, ὕπνου καὶ κόπου καὶ σταυροῦ καὶ θανάτου, ἡ δὲ ἐνεργοῦσα τὰ θεῖα καὶ ξυνήθως θαυματουργοῦσα, βαδίζειν ἐπὶ θαλάττης σώματος πόδας παρα σκευάζουσα καὶ πέντε ἄρτους κόρῳ πολλῶν χιλιάδων ἐξαρκέσαι κελεύουσα καὶ τὸν τότε πρῶτον γενόμενον οἶνον δωρουμένη τῷ γάμῳ καὶ τὰ πεπηρωμένα θεραπεύουσα σώματα, καὶ οὓς μὲν ἡ φύσις ἐν τῇ μήτρᾳ διαπλάττουσα παρέλιπεν ὀφθαλμοὺς πηλῷ δημιουργοῦσα, λόγῳ δὲ τὰ παρειμένα μέλη σφίγγουσα καὶ τοὺς τάφους ἀνοίγουσα καὶ τοὺς κειμένους καλοῦσα καὶ τρέχειν παρα σκευάζουσα καὶ τἄλλα ποιοῦσα, ὅσα αἱ τῶν θείων εὐαγγελίων ἱστορίαι διδάσκουσιν.
000-00-00 Serial Number=0471580267
Historia ecclesiastica Ante [Go Back]  
 [02496]  ταῦτα εἰπὼν καὶ τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολάς, ἑνὶ θαρρήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων·
000-00-00 Serial Number=0165562570
Historia religiosa Ante [Go Back]  
 [00043]  Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν καί, τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν καὶ δέχεσθαι τὴν παρ' αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίῃ, ἀλλ' ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως.
 [02244]  οὐ γὰρ ἄν τις ταύτην ἔχων τὴν φύσιν τροφῆς δίχα καὶ ὕπνου διαβιώσειεν, ἐπιτεθῆναι μὲν τῷ κίονι κλίμακα προσέταξεν, ἀναβῆναι δὲ ἐκεῖνον ἐκέλευσε καὶ πρῶτον μὲν τὰς χεῖρας καταμαθεῖν, εἶτα εἴσω τοῦ δερματίνου περιβολαίου τὴν χεῖρα βαλεῖν καὶ ἰδεῖν μὴ τοὺς πόδας μόνον, ἀλλὰ καὶ τὸ χαλεπώτατον ἕλκος.
 [02247]  Μετὰ γὰρ ἡλίου δυσμὰς ἕως ἂν οὗτος πάλιν εἰς τὸν ἑῷον ὁρίζοντα γένηται, τὰς χεῖρας ἀνατείνων εἰς οὐρανὸν παννύχιον ἕστηκεν οὔτε ὑπὸ ὕπνου θελγόμενος οὔτε ὑπὸ πόνου νικώμενος.
000-00-00 Serial Number=0454892516
Interpretatio in Danielem Ante [Go Back]  
 [01260]  ὁ δὲ ὕπνου κρείττων σώματος ἐλεύθερος.
000-00-00 Serial Number=0660572112
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [04946]  Οὐ μόνον δὲ κατὰ τὸν τοῦ γλυκέως ὕπνου καιρὸν, ἀλλὰ καὶ παρὰ τὸν ὄρθρον, τῶν θείων νόμων ἐπεποίητο μελέτην.
000-00-00 Serial Number=0260025024
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01509]  Καὶ πολεμοῦντες γὰρ ἐν τοῖς σφοδροτέροις πολέμοις, καὶ σιδηροφοροῦντες σιτίων καὶ ὕπνου μεταλαγχά νειν εἰώθασι, τῶν πελαζόντων αὐτοῖς πολεμίων τὰς ἐφόδους δειμαίνοντες·
 [02619]  Ὑπὸ γὰρ τοῦ συνειδότος κεντούμενος, καὶ τῇ ἀθυμίᾳ βαλλόμενος, καὶ τῶν λογισμῶν τὰς ἀκίδας οὐ φέρων, ἐμηχανήσατο τὴν ὑπὸ τοῦ ὕπνου παραψυχήν.
 [03982]  καὶ ὥσπερ ἐξ ὕπνου διαναστάν τες οἱ τῆς σῆς ἐπὶ πλεῖστον ἀνασχόμενοι τυραννίδος, τὸν σὸν τυρεύσουσιν ὄλεθρον, καὶ δώσεις δίκας τῶν μυρίων σφαγῶν, καὶ τῆς πολλῆς δυσσεβείας, καὶ τῆς εἰς τὰς πόλεις παρανομίας, ἃς τῶν οἰκητόρων ἐρήμους ἀπέφηνας.
 [05061]  Προσελθὼν, φησὶν, ἐξήγειρέ με, ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὑτοῦ.
000-00-00 Serial Number=0499691188
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00853]  καὶ γὰρ νῦν τινες γυμνοῦνται καθεύδοντες, ἀφαιρουμένου τοῦ ὕπνου τὴν αἴσθησιν·
 [05285]  ἐξηγέρθη, γάρ φησι, Σαμψὼν ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»