Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὑπουργοῖς [18]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὑπουργοῖς


000-00-00 Serial Number=0428459823
Commentaria in Isaiam Ante [Go Back]  
 [03557]  Οὔτε γὰρ ἀνθρώποις οὔτε ὅπλοις ὑπουργοῖς χρήσομαι κατ' αὐτοῦ, ἀλλ' ἀόρατον αὐτῷ ἐπάξω τὴν πληγήν.
000-00-00 Serial Number=0478456616
De providentia orationes decem Ante [Go Back]  
 [00605]  Ἐπειδὴ δὲ ἔδει καὶ ἵππων καὶ ἡμιόνων τῷδε τῷ ζεύγει, φέρειν δὲ τούτους οὐκ ἴσχυεν ἡ ῥοώδης οὐσία, μηχανᾶται καὶ τοῦτο σοφῶς, ταῖς χερσὶ πάλιν χρησάμενος ὑπουργοῖς, ὁ τοῦ πλοίου κυβερνήτης·
000-00-00 Serial Number=0903112233
Graecarum affectionum curatio Ante [Go Back]  
 [02063]  Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν [6.80] τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος.
 [02283]  Τούτου δὴ εἵνεκα ἁλιεῦσι καὶ τελώναις καὶ σκυτοτόμῳ χρησάμενος ὑπουργοῖς, προσενήνοχε τοῖς ἀνθρώποις τὰ σωτήρια καὶ θεῖα μαθήματα, τὰς μὲν γλώττας αὐτῶν, ἃς ἐξ ἀρχῆς ἔλαχον, οὐκ ἀμείψας, τὰ δέ γε διειδῆ καὶ διαυγῆ τῆς σοφίας νάματα διὰ τούτων προχέας·
000-00-00 Serial Number=0342707396
Historia ecclesiastica Ante [Go Back]  
 [03379]  αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποι εῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ' αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνου μένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα.
 [03570]  τὰ δὲ τοῖς καταλύουσι τεχνίταις καὶ τοῖς τούτων ὑπουργοῖς χορη γούμενα χρήματα οὐκ ἐκ ταμιείων βασιλικῶν λαμβάνων ἀνήλισκεν, ἀλλὰ τὰς πλούτῳ κομώσας καὶ πίστει λαμπρυνομένας γυναῖκας φιλο τίμως ταῦτα παρέχειν ἀνέπειθε, τὴν ἐκ τῆς χορηγίας φυομένην εὐ λογίαν ἐπιδεικνύς.
000-00-00 Serial Number=0570735872
Historia religiosa Ante [Go Back]  
 [02329]  Τούτοις χρώμενος ὑπουργοῖς καὶ τὸ τῶν δαιμόνων κατέλυσε τέμενος καὶ σηκὸν μέγιστον τοῖς καλλινίκοις ἀνήγειρε μάρτυσι, τοῖς ψευδωνύμοις θεοῖς τοὺς θείους ἀντιτάξας νεκρούς.
000-00-00 Serial Number=0183708549
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [04214]  Ἐκείνοις γὰρ χρώμενος ὑπουργοῖς, καὶ δι' ἐκείνων φθεγγόμενος, τὸν σὸν λαὸν ἐποδήγησας, καὶ τὸν σὸν ἐξεπαίδευσας νόμον.
 [04421]  Κυνο [80.1496] μυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησά μενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν.
000-00-00 Serial Number=0641116202
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02022]  Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς, καὶ εὐερ [80.1697] γετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους.
000-00-00 Serial Number=0817416191
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01759]  Ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα ἡμῶν, ᾗ φησιν ἡ θεία Γραφὴ, εἰδὼς τῆς τοῦ Ἰσραὴλ καρδίας τὸ σκληρὸν καὶ ἀντίτυπον, οὐ δι' ἑνὸς αὐτῷ μόνου διαλέγεται προφήτου, ἀλλὰ πολλοῖς καὶ θαυμασίοις ἀνδράσι χρώμενος ὑπουργοῖς, καὶ τὰς παραινέσεις προσ φέρει, καὶ τὰ ἐσόμενα προθεσπίζει, τῇ τῶν πλειό νων συμφωνίᾳ δεικνὺς τὸ τῶν προῤῥήσεων ἀψευδές.
 [02007]  Ὑπομενεῖτε δὲ, φησὶ, ταῦτα, ὡς καὶ ἐν Βαιθὴλ, καὶ ἐν Γαλγάλοις, τῇ δυσσεβείᾳ χρη σάμενοι, καὶ τριημέρους ἑορτὰς τοῖς εἰδώλοις παν ηγυρίζειν τετολμηκότες, καὶ τὰς ὑπ' ἐμοῦ προστε ταγμένας δεκάτας τοῖς ἐμοῖς ἱερεῦσι προσφέρεσθαι τοῖς τῆς ἀσεβείας ὑπουργοῖς προσενεγκόντες, καὶ ὁμολογίας τινὰς καὶ συνθήκας πρὸς τὰ εἴδωλα πεποιη κότες, ὡς τοῖς ἐκείνων νόμοις ἀκολουθήσετε.
 [03292]  Ἀλλ' ἆρα μὴ τοῦτο ὡς ἀδίκημα προσφέρεις, ὅτι σε τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλά ξας δουλείας, ἀκραιφνῆ σοι τὴν ἐλευθερίαν ἐδωρησά μην, ὑπουργοῖς ἀνδράσι θαυμασίοις καὶ ἀοιδίμοις χρησάμενος, τῷ Μωσῇ, καὶ τῷ Ἀαρὼν, οὐδὲ τὰς γυναῖκας τῆς προσηκούσης ἀποστερήσας ἐπιμελείας, καὶ ταύταις τὴν Μαριὰμ ἐπιστήσας, καὶ προφητικοῦ χαρίσματος ἐμπλήσας;
 [05173]  ∆ιδάσκεται τοίνυν ὁ προφήτης, ὡς ταῖς ἀοράτοις δυνάμεσιν ὑπουργοῖς κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ τὰ ἀγαθὰ χορηγεῖ, καὶ τὰ λυπηρὰ τοῖς ἀνθρώποις ἐπάγει.
000-00-00 Serial Number=0330447376
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02143]  ὥσπερ γὰρ τοῦ θεράποντος τὰς χεῖρας ἐκτείνοντος ἔπεσεν Ἀμαλήκ, οὕτως τοῦ δεσπό του τὰς χεῖρας ἐκτείναντος, κατελύθη τοῦ διαβόλου τὸ στῖφος, καὶ ἐν ἐκείνῳ δὲ τῷ πολέμῳ ὁ τοῦ σωτῆρος ἡμῶν ὁμώνυμος τὸ τρόπαιον ἔστησε τότε ταύτην τὴν προσηγορίαν λαβών, καὶ τοῖς λογάσι χρησάμενος συ νεργοῖς, ὡς ὁ δεσπότης Χριστὸς ὑπουργοῖς τοῖς ἱεροῖς ἀποστόλοις.
000-00-00 Serial Number=0603060365
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02640]  Οἱ γὰρ εὐσεβείᾳ κοσμούμενοι κέ χρηνται μὲν τοῖς ἰατροῖς, ὡς ὑπουργοῖς τοῦ Θεοῦ, εἰδότες ὅτι καὶ τὴν ἰατρικὴν αὐτὸς ἔδωκε τοῖς ἀν θρώποις, ὥσπερ δὴ καὶ τὰς ἄλλας τέχνας, καὶ τὰς βοτάνας αὐτὸς ἐκ τῆς γῆς βλαστῆσαι προσέτα ξεν.
 [03375]  Οὐχὶ ἡ θεήλατος ὀργὴ τοῖς οἰκειοτάτοις ὑπουργοῖς χρησα μένη;
 [03960]  Καὶ Μωσῆς δὲ ὁ νομοθέτης τρισχι λίους ἀνεῖλε τελεσθέντας τῷ μόσχῳ, τοῖς Λευΐταις χρησάμενος ὑπουργοῖς·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»