Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὄγκον [15]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὄγκον


000-00-00 Serial Number=0438905239
De incarnatione domini Ante [Go Back]  
 [00027]  Ἐπειδὴ γὰρ ἔμελλε τοσούτοις ἀγαθοῖς ἐντρυφήσειν, καὶ τοσούτων ἄρχων ἀνηγορεύθη καὶ βασιλεὺς, ἵνα μὴ τῷ πλήθει τῶν δωρεῶν ὑπερμαζή σας, καὶ τῷ ὕψει τῆς ἡγεμονίας ἐπαρθεὶς κατα σκιρτήσῃ τοῦ κτίσαντος, καὶ μεγίστην ἐκ τῆς τυ ραννίδος ἀπενέγκηται βλάβην, κατὰ τὸν πρῶτον ἀποστάτην ἐκεῖνον τὸν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα δι' ἀλαζονείαν, ἀναγκαίως ὁ σοφὸς τῶν ὅλων πρύτανις κωλύων αὐτοῦ τὸν ὄγκον τοῦ φρονήματος, Ἀδὰμ προσηγόρευσεν, ἵνα ἐκ τῆς προσηγορίας ἐν νοῶν τὴν συγγένειαν, καὶ τὰς ἀφορμὰς τῆς φύσεως λογιζόμενος, καὶ τὸν πρόγονον χοῦν πρὸ τῶν ὀφθαλ μῶν θεώμενος, ἑαυτὸν μὲν γνωρίζῃ, προσκυνῇ δὲ τὸν τοσαύτην εὐπρέπειαν αὐτῷ καὶ μεγαλοπρέπειαν δωρησάμενον·
 [00487]  πρὸς δὲ τούτοις, Παρθένον οἰκείῳ βρέφει θηλὴν ὀρέγουσαν, καὶ γά λακτος χορηγοῦσαν πηγὰς, καὶ μητέρα γενομένην τὴν γάμου νόμον οὐ δεξαμένην, μητέρα γενομένην τὴν πῶς γίνεται μήτηρ οὐκ ἐπισταμένην, μητέρα γενομένην τὴν γυναῖκα πρότερον οὐ γενομένην, ἀλλ' ἐν παρθενίᾳ καὶ τὸν ὄγκον τῆς γαστρὸς ἐπιδεικνῦ σαν, καὶ τὸν καρπὸν ἐν ταῖς χερσὶ περιφέρουσαν, καὶ τὰ μητρὸς ἐργαζομένην, σωζομένης τῆς παρθε νίας, καὶ παρθένον μητέρα καλουμένην, καὶ τἀναν τία ὀνόματά τε καὶ πράγματα κατὰ ταὐτὸν συν άγουσαν.
000-00-00 Serial Number=0628577888
De providentia orationes decem Ante [Go Back]  
 [00420]  Οὕτω τὸ σῶμα τρεφόμενον, ἐν μὲν τοῖς βρέφεσιν αὔξεται, καὶ μηκύνεται, καὶ εὐρύνεται, καὶ πρόσφο ρον κατὰ βραχὺ προσλαμβάνει τὸν ὄγκον·
 [00448]  Ἐπειδὴ γὰρ οὐδὲν ἔξωθεν ὀστοῦν ὁ Ποιητὴς τῇ κοιλίᾳ περιτέθεικεν, ἵνα τὴν τροφὴν ὑποδεχομένη εὐρύνηται ῥᾳδίως, καὶ τὸν ἀρ κοῦντα τοῖς σιτίοις ὄγκον ἐργάζηται, ὄπισθεν αὐτὴν ἡ ῥάχις ὑπερείδει.
 [00597]  Ἐκ γὰρ τῶν ὑπηκόων θρεμμάτων δέρμα λαβὼν, βυρσο δεψικῇ καὶ σκυτοτομικῇ τέχνῃ χρησάμενος συνεργῷ, μιμεῖται τῶν ποδῶν καὶ θέσιν καὶ ὄγκον, μῆκός τε καὶ εὖρος, καὶ οὕτως αὐτοὺς ἀμφιέννυσιν, ὡς ἂν καὶ τῶν ἀντιτύπων σωμάτων ἐν τῷ βαδίζειν τὴν βλάβην ἀπείργωσι, καὶ τῶν κρυμῶν ἀμβλύνωσι τὴν ἀκμήν.
 [00807]  Ἤδη γάρ σοι καὶ ἐλέφας, τῶν χερσαίων ζώων τὸ μέγιστον, ὑπακούειν ἐθέλει, ὁ καὶ τὰ μέγιστα τῶν δένδρων ἀνασπᾶσαι πρόῤῥιζα τῇ προνομαίᾳ δυνάμενος, καὶ οὐ λογίζεται τὴν ἰσχὺν, οὐκ ἐνθυμεῖται τὴν ῥώμην, οὐχ ὁρᾷ τὸν ὄγκον τοῦ σώματος, ὃς γηλόφους τινὰς τῷ μεγέθει μιμεῖται·
 [01523]  Ἀβδε μέλεχ δέ τις οἰκέτης Αἰθίοψ ἐκτομίας, οὐ τῆς βασι λείας τὸν ὄγκον εἰς νοῦν λαβὼν, οὐ τὴν κρατοῦσαν ἀσέβειαν, οὐ τὴν κατὰ τοῦ προφήτου μανίαν, οὐ τῆς δουλείας τὴν συμφορὰν, ἐλέγχει μὲν τοῦ βασιλέως τὴν ἄδικον ψῆφον, κατηγορεῖ δὲ τῆς κατὰ τοῦ προ φήτου τολμηθείσης παρανομίας, καὶ τὸν τῶν γινο μένων ἔφορον ὑποδείκνυσι, καὶ τῇ δικαίᾳ τιμω ρίᾳ τὸν βασιλέα δεδίττεται.
000-00-00 Serial Number=0720875859
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00043]  Ἄλλως μὲν οὐκ ἂν ἐθάῤῥησα προσειπεῖν διὰ γραμμάτων τὸ ὑμέτερον μέγεθος, καὶ τὴν οἰκείαν εὐτέλειαν μετρεῖν ἐπιστά μενος καὶ τῆς ὑμετέρας ἐξουσίας τὸν ὄγκον εἰδώς.
000-00-00 Serial Number=0647534192
Graecarum affectionum curatio Ante [Go Back]  
 [02561]  Εἰκότως οὖν ἄρα καὶ τὴν ἀληθῆ περὶ τῶν θείων καὶ τῶν ἀνθρωπίνων δόξαν οὐ λαμπροί τινες καὶ ὄγκον ἔχοντες, ἀλλ' ἁπλοῖ καὶ πεζοὶ καὶ πᾶσι γνώριμοι κηρύττουσι λόγοι, καὶ τὸν μέγαν καὶ ἄρρητον [9.6] θησαυρὸν εὐτελεῖς ἄγαν φέρουσι θῆκαι.
000-00-00 Serial Number=0694402456
Historia religiosa Ante [Go Back]  
 [02319]  Ἐγώ, ἔφη, πολλαῖς ὑποκείμενος ἁμαρτίαις καὶ ταῖς ἠπειλημέναις τιμωρίαις πιστεύων τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις μετρίας τῷ σώματι μηχανώμενος, ἵν' ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν ὄγκον·
000-00-00 Serial Number=0760767877
Interpretatio in Danielem Ante [Go Back]  
 [01242]  ἐπειδὴ δὲ καὶ, ὡς ἔπος εἰπεῖν, πάσης τῆς οἰκουμένης ἐκρά τησεν, ὁρᾷ τοῦ δένδρου τὸ κῦτος, τουτέστι, τὸν ὄγκον τοῦ εὔρους, ἐκταθὲν μέχρις αὐτῶν τῶν περά των τῆς γῆς.
 [01373]  Βλέπε τοῦ φρονήματος τὸν ὄγκον, βλέπε τὴν τῆς ἀλαζονείας ὑπερβολήν.
000-00-00 Serial Number=0878260970
Interpretatio in Jeremiam Ante [Go Back]  
 [03798]  Καὶ διδάσκων, ὡς ἤλεγξε τῶν ἔργων ἡ πεῖρα τῶν λόγων τὸν ὄγκον, ἐπήγαγεν.
000-00-00 Serial Number=0763513625
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [05291]  Ἐν ταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στί φος, διὰ τὸν τῆς ἀλαζονείας ὄγκον, καὶ τοῦ τύφου τὸ ὑψηλόν·
000-00-00 Serial Number=0832059860
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00027]  Ἐν ταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στί φος, διὰ τὸν τῆς ἀλαζονείας ὄγκον, καὶ τοῦ τύφου τὸ ὑψηλόν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»