Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὁρᾶν [27]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὁρᾶν


000-00-00 Serial Number=0200112283
Commentaria in Isaiam Ante [Go Back]  
 [01944]  εἴποι δ' ἄν τις καὶ τοὺς ἐν συμφοραῖς ὄντας σκότος ὁρᾶν ἐν μεση μβρίᾳ.
 [07918]  Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ἱκανὸν ὁρᾶν πάσῃ σαρκί.
000-00-00 Serial Number=0042649627
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02229]  ἀλλὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν ποθοῦμεν κρατυνομένην ὁρᾶν.
000-00-00 Serial Number=0823082030
Eranistes Ante [Go Back]  
 [02139]  Τὸ δὲ θεϊκὸν αὐτοῦ πάλιν φανερῶς ἔστιν ἰδεῖν, ὅτε ὑπ' ἀγγέλων προσκυνεῖται, καὶ θεωρεῖται ὑπὸ ποι [157] μένων, καὶ προσδοκᾶται ὑπὸ Συμεών, καὶ ὑπὸ Ἄννης μαρτυρεῖται, καὶ ζητεῖται ὑπὸ μάγων, καὶ σημαίνεται δι' ἀστέρος, καὶ ὕδωρ ἐν γάμοις οἶνον ἀπεργάζεται, καὶ θαλάττῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμᾷ, καὶ ἐπὶ θαλάσσης περιπατεῖ, καὶ τυφλὸν ἐκ γενετῆς ὁρᾶν ποιεῖ, καὶ νεκρὸν Λάζαρον τετραήμερον ἀνιστᾷ, καὶ ποικίλας δυνάμεις τελεῖ, καὶ ἁμαρτίας ἀφίησι, καὶ ἐξουσίαν δίδωσι μαθηταῖς.
 [02745]  {ΕΡΑΝ.} ∆ιὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾶν αὐτὴν παρασκευάζει κακῶς, διὰ δὲ τῶν ἀκοῶν ἀκούειν ἃ μὴ συμφέρει, καὶ διὰ τῆς γλώτ της τὰ λυμαινόμενα φθέγγεσθαι, καὶ διὰ τῶν ἄλλων μορίων ἃ μὴ θέμις ποιεῖν.
 [02908]  Εγένετο μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαάκ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, ὁ νοῦς ἡμῶν ποῦ φέρεται, καὶ τίνι ἐναπερείδεται;
 [02922]  {ΟΡΘ.} Ἀλλ' ἴσμεν ὅμως, ὅτι ταῖς καθαρωτέραις ψυχαῖς χορηγου μένη τοῦ πνεύματος ἡ ἐνέργεια τὴν προφητικὴν ἐνίησι χάριν, αὕτη δέ γε ὁρᾶν καὶ τὰ κεκρυμμένα ποιεῖ, τὸ δὲ ταῦτα ὁρᾶν ὁρῶντας αὐτοὺς καλεῖσθαι καὶ βλέποντας παρεσκεύασεν.
 [02935]  οὔτε βλέποντας καὶ ὁρῶντας ὀνομάσασα τοὺς προφήτας τὰς τούτων ἔφη ψυχὰς ὁρᾶν τὰ κεκρυμμένα καὶ βλέπειν, ἀλλ' αὐτῶν ἐμνημόνευσε τῶν προσώπων.
000-00-00 Serial Number=0995151520
Graecarum affectionum curatio Ante [Go Back]  
 [00221]  δίχα δὲ πί [1.73] στεως οὐδὲ ὁ νοῦς ὁρᾶν δύναται τὰ νοούμενα.
 [01839]  [6.24] Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί [6.25] χειρα.
 [01889]  καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ μὲν τέλος πάσης μακαριότητος εἰς τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα.
 [01891]  καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κα κὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα, κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον [6.36] δέ, ὡς ἂν ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη.
000-00-00 Serial Number=0626342952
Historia ecclesiastica Ante [Go Back]  
 [03110]  ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.
 [03516]  ἐπὶ δὲ τοῦ δαπέδου χοῦ κείμενος ὁρᾶν ἐδόκει δύο τινὰς λευχειμονοῦν τας ἄνδρας ἐφ' ἵππων ὀχουμένους λευκῶν, οἳ θαρρεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν·
000-00-00 Serial Number=0228068948
Historia religiosa Ante [Go Back]  
 [00233]  Τοσοῦτον γὰρ οὗτος ἐδέξατο φίλτρου πυρσόν, ὡς μεθύειν τῷ πόθῳ καὶ μηδὲν μὲν ὁρᾶν τῶν γηΐνων, μόνον δὲ τὸν ἐρώμενον καὶ νύκτωρ ὀνειροπολεῖν καὶ μεθ' ἡμέραν φαν τάζεσθαι.
 [00484]  [3.11] Ἀμέλει κατ' ἐκεῖνον ἅπαντες ὁρᾶν αὐτὸν ἐσπούδαζον τὸν καιρόν.
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01434]  τὸ δὲ ὄρυγμα οὐ διαμπερὲς ἦν κατ' εὐθὺ διωρυγμένον ἵνα μὴ προκέηται τοῖς ὁρᾶν βουλομένοις, ἀλλ' ἐγκάρσιον ἦν, ἑλικοειδῶς κατεσκευασμένον.
 [01626]  Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς καὶ αὐτὸν ὁρᾶν τὸν οὐρανὸν ὑπελάμβανε καὶ ἔφασκεν οὐδεπώποτε εὐφροσύνης ἀπολελαυ κέναι τοσαύτης.
 [02375]  Πρόκειται δὲ πᾶσι τοῖς ὁρᾶν αὐτὴν βουλομένοις, καὶ ἀνδράσι καὶ γυναιξίν, οὔτε ὁρῶσα πρόσωπον οὔτε ἑτέρῳ προτιθεῖσα τὸ πρόσωπον, ἀλλ' ἀκριβῶς μὲν τῷ περιβολαίῳ κατακαλυ πτομένη, μέχρι δὲ τῶν γονάτων κατακαμπτομένη, λεπτὰ δὲ λίαν καὶ ἄσημα φθεγγομένη, μετὰ δακρύων δὲ ἀεὶ καὶ ταῦτα προφέρουσα.
000-00-00 Serial Number=0124490082
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01808]  ἀλλ' ὄψομαι ἃ πρό τερον διὰ μακροθυμίαν οὐκ ἐδόκουν ὁρᾶν.
000-00-00 Serial Number=0767929316
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00789]  τὰ δὲ ὑπὸ τῶν ἐπαοιδῶν γενόμενα κατὰ τὴν ἐνέργειαν ἐγένοντο τῶν δαιμόνων, τῶν φαντασάντων τὰς ὄψεις τῶν ὁρώντων τὸν μὴ ὄφιν ὁρᾶν ὡς ὄφιν καὶ τὸ μὴ αἷμα ὡς αἷμα καὶ τοὺς μὴ βατράχους ὡς βατράχους.
 [01090]  τὰ δὲ ἄλλα πάντα τὰ ὑπὸ τῆς ἐγγαστριμύθου γε γονότα, κατὰ τὴν ἐνέργειαν γεγένηται τοῦ δαίμονος τοῦ τὰς ὄψεις φαντάσαντος τῶν ὁρώντων τὸν οὐκ ὄντα Σαμουὴλ ὡς τὸν Σα μουὴλ ὁρᾶν.
 [01400]  τὰ δὲ σώματα, οἷς οἱ ἐγγαστρίμυθοι κέχρηνται πρὸς τὸ λαλεῖν καὶ πράττειν τὰ τῆς μαντείας ῥήματά τε καὶ ἔργα, οὐκ ἔστιν ἀληθινὰ σώματα, ἀλλὰ φαντάζουσιν οἱ δαίμονες τὰς ὄψεις τῶν ὁρώντων ὡς σώματα ὁρᾶν τὰ μὴ σώματα.
 [01807]  τὸ γὰρ ἐν τῷ μνήματι τὰ μὲν τοῦ ἐντα φιασμοῦ αὐτοῦ ὁρᾶν ἱμάτια, αὐτὸν δὲ μὴ ὁρᾶν, δεῖγμα ἐναργέστα τον τῆς αὐτοῦ γέγονεν ἀναστάσεως.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»