Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὁμοούσιον [47]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὁμοούσιον


000-00-00 Serial Number=0993137896
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00036]  τὸν αὐτὸν ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα ∆ύο γὰρ φύσεων ἕνωσις γέγονε.
000-00-00 Serial Number=0473753452
Commentaria in Isaiam Ante [Go Back]  
 [05375]  Καὶ τ αῦτα σαφῶς ἡμᾶς διδάσκει τὸ ὁμοούσιον.
 [05397]  Κατ' ἐμαυτοῦ ὀμνύω, δείκνυσι τὸ ὁμοούσιον υἱοῦ καὶ πατρός·
000-00-00 Serial Number=0724228561
De providentia orationes decem Ante [Go Back]  
 [01920]  Τοσαύτη δὲ ἡ τῆς ἀγάπης ὑπερβολὴ, ὡς τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ὁμοούσιον, τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθέντα, ᾧ συνεργῷ κεχρημένος τὴν κτίσιν ἐδημιούργησεν, ἰατρὸν ἡμῖν ἀποφῆναι καὶ Σωτῆρα, καὶ δι' αὐτοῦ τῆς υἱοθεσίας ἡμῖν τὸ δῶρον χαρίσασθαι.
000-00-00 Serial Number=0833337903
De sancta trinitate Ante [Go Back]  
 [00350]  Ὁρᾶτε πάλιν πῶς ἐντεῦθεν τὸ ὁμοούσιον δείκνυται·
 [00369]  Ἵνα δὲ καὶ ἐξ ἑτέρας μαρτυρίας τὸ ὁμοούσιον δεί ξωμεν, αὐτοῦ τοῦ Κυρίου ἀκούσωμεν βοῶντος καὶ λέγοντος, οὐ τοῖς ἀποστόλοις μόνον, ἀλλὰ καὶ τοῖς Ἰουδαίοις·
 [00557]  Τούτου χάριν, εἰ ἐνοίκησις καὶ ναὸς Θεοῦ οἱ τῆς τοῦ Πνεύματος χάριτος ἀπολαύοντες εἰσὶ καὶ κα λοῦνται, τῆς θείας φύσεως δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ Πατρὶ καὶ Υἱῷ ὁμοούσιον.
000-00-00 Serial Number=0111905873
Eranistes Ante [Go Back]  
 [00877]  ποῖος ᾅδης ἠρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι, ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον τὸ σῶμα μεταβέβληται;
 [02211]  Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας παρθένου Μαρίας τὸν αὐτὸν σαρκωθέντα, καὶ τέλειον τὸν ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἀνειληφότα, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρω πότητα.
 [03563]  Ἡ δὲ τῶν πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονο γενῆ, τὸν ἀληθινὸν θεόν, τὸν ὁμοούσιον τῷ πατρί, παθεῖν καὶ σταυρω θῆναί φησι.
 [04429]  Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες;
000-00-00 Serial Number=0896013975
Graecarum affectionum curatio Ante [Go Back]  
 [01478]  ὁ δὲ Ἡράκλειτος τὰς ἀπαλλαττομένας τοῦ σώματος εἰς τὴν τοῦ παντὸς ἀναχωρεῖν ψυχὴν ἔφησεν, οἷα δὴ ὁμογενῆ τε οὖσαν καὶ ὁμοούσιον.
000-00-00 Serial Number=0371753633
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00976]  τοῖς λεγομένοις, καὶ τοῦ πανσόφου διδασκά λου τοῦ Πατρὸς τὸν Υἱὸν ὁμοούσιον λέγοντος, οὗτος ἀντέλεγε, κτίσμα ἀποκαλῶν, ὃν υἱὸν γνήσιον προσηγόρευσε·
 [01026]  Μετὰ γὰρ δὴ τὴν τοῦ πατρὸς τελευτὴν, ὑπαχθείς τισι τὴν θερα πείαν τοῦ σώματος πεπιστευμένοις, νόμον τέθεικεν ἀπαγορεύοντα μήτε ὁμοούσιον, μήτε μὴν ἑτεροούσιον τολμᾷν τινα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ·
 [01098]  Οὗτος ὁ Μακεδόνιος, τὸ μὲν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ παντελῶς ἀπεκήρυξεν·
 [01531]  Καὶ τῷ μὲν κοινῷ τοῦ ὀνόματος τὸ ὁμοούσιον ἔδειξε·
000-00-00 Serial Number=0397842765
Historia ecclesiastica Ante [Go Back]  
 [00313]  ἀντιπάλους δὲ κέκληκε Φιλο γόνιον τῆς Ἀντιοχέων τὸν πρόεδρον καὶ Ἑλλανικὸν τὸν Τριπόλεως καὶ τὸν Ἱεροσολύμων Μακάριον, συκοφαντίας κατὰ τούτων συρράψας, ἐπειδήπερ ἀΐδιον καὶ προαιώνιον ἔφασαν τὸν υἱὸν καὶ τοῦ πατρὸς ὁμότιμόν τε καὶ ὁμοούσιον.
 [00417]  καὶ λευκό τερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν.
 [00422]  ἐπίσκοποι γὰρ ἀρχαῖοι, πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα, τῆς τε μεγάλης Ῥώμης καὶ τῆς ἡμετέρας πόλεως, ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί.
 [00528]  Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθι νὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν [51] κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
 [00538]  Οὕτως δὲ καὶ τὸ ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν ἐξεταζό μενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως·
 [00541]  παραστατικὸν δ' εἶναι τὸ ὁμοούσιον τῷ πατρὶ τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν υἱὸν τοῦ θεοῦ φέρειν, μόνῳ δὲ τῷ πατρὶ τῷ γεγεννη κότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεώς τε καὶ οὐσίας ἀλλ' ἐκ τοῦ πατρός.
 [01056]  ὁμοούσιον μὲν οὐδὲ οὗτος τῷ πατρὶ τὸν υἱὸν εἶναι λέγων, ὅμοιον δὲ εἶναι κατὰ πάντα τῷ γεγεννηκότι διδάσκων, κτιστὸν δὲ τὸ πνεῦμα προφανῶς ὀνομάζων.
 [01438]  Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ [138] τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν καὶ τὴν Ἀρείου βεβαιώσειν διδα σκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμηνον καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἑσπέρας συναγαγεῖν ἐπισκόπους, καὶ προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου.
 [01483]  Μετὰ τήνδε τὴν ἐπιστολὴν τὸν βασιλέως θυμὸν παραθήξαντες ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης (Νίκη δὲ ὄνομα ταύτῃ) καὶ πείθουσι, τοὺς μὲν βουκολήσαντες δι' ἁπλότητα τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν, καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον.
 [01732]  τῆς δὲ ἀνακωχῆς γενομένης καὶ τοῦ Περσικοῦ παυσαμένου πολέμου, πάλιν ἐπισκόπους συνήθροισεν, ἀρνηθῆναι πάντας καὶ τὸ ὁμοούσιον ἀναγκάζων καὶ τὸ ἑτεροούσιον.
 [02318]  ἀλλ' ἐπειδὴ τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοι τινὲς μὲν [214] αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαν τες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ' ὅσης ἀκριβείας γέγρα πται καὶ ὅσον πλανῶνται οἱ παρ' αὐτὴν διδάσκοντες.
 [02326]  καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
 [02332]  οὐ γὰρ ἁπλῶς [216] ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ, ἀλλ' ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθινοῦ καὶ φύσει πατρός.
 [02376]  Συνόδου τηλικαύτης συγκροτηθείσης ἐν τῷ Ἰλλυρικῷ καὶ ζητή σεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπέδειξαν οἱ τρισμακαριώτατοι ἐπίσκοποι τὴν τριάδα ὁμοούσιον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος·
 [02394]  καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν ἕτεροι πατέρας ἐκείνους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετή σαντες καὶ ἑπόμενοι τοῖς γράψασι τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου, καθ' ὃ οὐδενὶ τῶν λοιπῶν κτισμάτων τῶν δι' αὐτοῦ γενομένων ἐμφερὴς ὁ υἱός, ἀλλ' ἢ μόνῳ τῷ πατρὶ ἀφωμοίωται.
 [02397]  ὁμολογοῦμεν δὲ κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν υἱὸν τοῦ θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκη νωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν γενέσει καὶ πάθει καὶ ἀναστάσει καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει·
 [02404]  Συνελθόντων ἡμῶν ἐπὶ τὸ αὐτὸ καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπεδείξαμεν ὁμοούσιον εἶναι τὴν τριάδα [225] πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.
 [02412]  οἱ γὰρ μὴ ὁμοούσιον τὴν τριάδα κηρύττοντες ἀνά [226] θεμα ἔστωσαν, καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα ἔστω·
 [02413]  τοῖς δὲ κηρύττουσιν ὁμοούσιον τὴν τριάδα ἡ βασιλεία τῶν οὐρανῶν ἡτοίμασται.
 [02414]  παρακαλοῦμεν οὖν ὑμᾶς, ἀδελφοί, μὴ ἑτεροδι δασκαλεῖν, μὴ ἑτεροκαινοδοξεῖν, ἀλλ' ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς κηρύττοντες τὴν τριάδα δυνηθῆτε κληρονομῆσαι τὴν τοῦ θεοῦ βασιλείαν.
 [02421]  φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ πατέρες ἐβεβαίωσαν.
 [02721]  ὃ καλῶς μετ' εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὡμολόγησαν.
000-00-00 Serial Number=0147151053
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [05164]  Ὡς γὰρ Θεὸς, ὁμοούσιον ἔχει τὸ Πνεῦμα·
000-00-00 Serial Number=0853999138
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [03925]  ἀλλὰ τοῖς τὸ θεῖον ὁμολογοῦσιν ὄνομα αἰτεῖ τὰ ἀγαθὰ [τοῖς ὁμολογοῦσι τὸν σταυρωθέντα Θεὸν ἐκ Θεοῦ, καὶ τοῦ Πατρὸς καὶ τοῦ [80.1465] Πνεύματος ὁμοούσιον].
000-00-00 Serial Number=0556636035
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03299]  Κάθου ἐκ δεξιῶν μου, τὸ ὁμοούσιον ὁμολογεῖ, καὶ τὸ ταυ τὸν κηρύττει τῆς φύσεως.
000-00-00 Serial Number=0916681886
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00036]  Ἡμεῖς τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παν ταχοῦ πειθόμενοι δόγμασι, κατὰ τὴν παράδοσιν τῶν ἁγίων Πατέρων, τὸν Θεὸν Λόγον, τὸν τοῦδε τοῦ παν τὸς ∆ημιουργόν τε καὶ Κύριον, τὸν μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν προαιώνιον, τὸν ἀμιγῆ σώματος καὶ πάντων ὅσα σώματος, τὸν πάντα ὄντα ὅσα καὶ ὁ Πατὴρ, πλὴν ἑνὸς μόνου τοῦ εἶναι Πατὴρ, πιστεύο μεν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, ὑπὸ τῆς αὑτοῦ κινη θέντα φιλανθρωπίας, εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, ἐκ τῆς ἁγίας Παρθένου, ὁμοούσιον τῇ τικτούσῃ σάρκα λαβόντα καὶ γενόμενον ἄνθρωπον, γεννηθῆναι Θεὸν μετὰ τοῦ προσλήμματος, οὐχ ὅπερ ἦν ἀποβαλόντα (τροπῆς γὰρ πάσης τὸ θεῖον ἐλεύθερον), ἀλλὰ προσει ληφότα τὸ γενέσθαι καὶ ἄνθρωπον.
 [00053]  Ὁ δὲ βροντῆς υἱὸς διὰ τὸ με γαλόφωνον καὶ οὐράνιον τῶν δογμάτων παρὰ τοῦ ∆ε σπότου κληθεὶς Ἰωάννης, πρότερον εἰπὼν, ὅτι Θεὸς ἦν ὁ Λόγος, καὶ ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, καὶ ἀεὶ ἦν, καὶ ὅτι πάντα δι' αὐτοῦ ἐγένετο, καὶ ὅτι πάν των ἐστὶ Κύριος αὐτὸς, καὶ δείξας ἄναρχον αὐτοῦ τὸ εἶναι καὶ ὁμοούσιον τῷ Πατρὶ, καθάπερ Μονογενοῦς·
000-00-00 Serial Number=0620174706
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00017]  Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ' αὐτὴν εἴ τι γεγέννηται, μεθ' οὗ ὑπάρχει τοῦ γεννήσαντος καὶ ἑξῆς;
 [00446]  Εἰ κατὰ τὴν ἡμετέραν φύσιν, εἴ τι γέννημα, τοῦτο τῷ γεννήσαντι ὁμοούσιον, πῶς οὐχὶ κατ' αὐτὴν εἴ τι γεγέν νηται, μεθυπάρχει τοῦ γεννήσαντος;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»