Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ὁμονοίας [11]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ὁμονοίας


000-00-00 Serial Number=0586748123
De incarnatione domini Ante [Go Back]  
 [00036]  ἀλλ' ἐν τῇ φύσει τῆς ὁμονοίας θελή σας ἐνθεῖναι τὸν σύνδεσμον.
000-00-00 Serial Number=0740225017
Historia ecclesiastica Ante [Go Back]  
 [00371]  παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ' αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολε μίων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος, ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύ ματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας.
 [00490]  διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελ φοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε, ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ' ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ καὶ πάντων ἕνεκεν μεθ' ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ἡμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας.
 [00502]  ὁ δὲ πρὸ τῆς γεγε νημένης ὁμονοίας ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι προσέταξεν.
 [00836]  ἐπικουρήσατε τοίνυν ὑμῖν αὐτοῖς, παρακαλῶ, τὸ φίλτρον τὸ ὑμέτερον ἀγαπήσατε καὶ παντὶ σθένει διώξατε τοὺς τὴν τῆς ἡμετέρας ὁμονοίας χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπᾶτε.
 [01546]  καὶ εἰ μὲν τὰ ἄλλα μὴ πολλὴν ἐδήλου τὴν τῆς ψυχῆς πονηρίαν, εἶπεν ἄν τις αὐτὸν ταῦτα μηχανᾶσθαι τῆς τοῦ λαοῦ προμηθούμενον ὁμονοίας·
 [01885]  ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πάντα πόρον κινήσας καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενεγκὼν σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς ἐκκλησίας συνήρμοσε σώματι.
 [03180]  ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεο παγοῦς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέον τος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ , τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νε κτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως.
000-00-00 Serial Number=0220407128
Historia religiosa Ante [Go Back]  
 [01185]  Καὶ τοῖς πρὸς αὐτὸν ἀφικνουμένοις τῇ πραείᾳ καὶ γλυκείᾳ κεχρημένος φωνῇ, πολλὰς μὲν περὶ φιλαδελφίας, πολλὰς δὲ περὶ ὁμονοίας τε καὶ εἰρήνης προσέφερε παραινέσεις·
000-00-00 Serial Number=0145522416
Interpretatio in Danielem Ante [Go Back]  
 [00998]  εἶτα πνευμάτων αὔρας ἀναψυχούσας, ψύχος ἐν χει μῶνι καὶ ὑετὸν ἐπιφερόμενον, καὶ ἕκαστον ῥυθμῷ καὶ τάξει προβαῖνον, ἀστραπὰς τὸν ὑετὸν μηνυούσας, νεφέλας τὸν ὑετὸν ὠδινούσας, ὄρη καὶ πεδία ληΐοις κομῶντα, καὶ ἄλσεσι, πηγὰς ὑπαναβλυζούσας, καὶ ἀρδείαν τοῖς φυτοῖς προσφερούσας, ποταμοὺς ἄπαυ στα τρέχοντας, καὶ τοῦ δρόμου παῦλαν οὐ δεχομέ νους, θάλατταν ἐν μέσῳ κειμένην, φιλίας καὶ ὁμονοίας αἰτίαν, καὶ χωρίον κοινὸν τούτων κἀκείνων δεχόμενον τὰ συμβόλαια;
000-00-00 Serial Number=0710691690
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01547]  Οὕτω καὶ ἐπὶ τῆς πυργοποιίας τὴν κακὴν συμ φωνίαν τῇ διαφωνίᾳ διέλυσε καὶ τῇ νόσῳ τῆς βλαβερᾶς ὁμονοίας, φάρμακον ἀλεξίκακον προσενή νοχε τῶν γλωσσῶν τὴν διαίρεσιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»