Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἱερᾶς [28]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἱερᾶς


000-00-00 Serial Number=0893782496
Commentaria in Isaiam Ante [Go Back]  
 [01541]  Καὶ ὁρῶμεν τῆς προφητείας ἐν ταῖς ἐκκλησίαις τὸ τέλος καὶ βασιλέας καὶ ὑπάρχους καὶ στρατηγοὺς καὶ στρατιώτας καὶ ἀποχειροβιώτους οἰκέτας τε καὶ προσαίτας τῆς ἱερᾶς κατὰ ταὐτὸν κοινωνοῦντας τραπέζης, τῶν αὐτῶν ἐπαΐοντας λόγων, τῆς αὐτῆς κολυμβήθρας ἀξιουμένους.
000-00-00 Serial Number=0259429514
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00385]  Τούτῳ θαῤῥῶν <τῷ νόμῳ>, καὶ πρὸς τούτῳ τῇ τῆς ἱερᾶς σου ψυχῆς ἡμερότητι καὶ διαθέσει, ἧς ἄνωθεν ἡμᾶς ἠξίωσεν ἡ σὴ θεοσέβεια, ὑπερβαίνω τοὺς ὅρους, καὶ τὴν ἀδο κήτως μοι συμβᾶσαν ἀθυμίαν μετ' ἐκείνης, ἧς ἔφην, παῤῥησίας, τὸν ἐμὸν διδάσκω δεσπότην.
000-00-00 Serial Number=0216870785
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00137]  Ταύτην ἰδὼν τῆς ἱερᾶς ὑμῶν ψυχῆς τὴν ἀνδρείαν ὁ μεγαλόδωρος ∆εσπότης οὐκ ἠνέσχετο κρύψαι ἀξιόκτητον ἀθλητὴν, ἀλλ' εἰς τοὺς ἀγῶνας εἰσήγαγεν·
 [00168]  τούτου γὰρ δὴ χάριν εὐθὺς ἐκ σπαργάνων οἷόν τινα θηλὴν ἕλκομεν τῆς ἱερᾶς Γραφῆς τὴν μέλιτταν, ἵν' ὅταν ἡμῖν προσπέσῃ πάθος προσ ενέγκωμεν ἀλεξίκακον φάρμακον τὴν διδασκαλίαν τοῦ Πνεύμα τος.
 [00638]  Ἀλλά σου δέομαι τῆς ἱερᾶς κεφαλῆς, παῦσαι μὲν τὴν ἐκείνου ψευδολογίαν, πεῖσαι δὲ τοὺς ὑπερλάμπρους ὑπάρχους κρατῦναι τὴν ψῆφον, ἣν ἐνδίκως καὶ φιλανθρώπως ἐξήνεγκαν.
 [00665]  ὥσπερ ἀμέλει καὶ νῦν τῆς σῆς θεοσεβείας τὰ γράμματα τῆς ἱερᾶς σου ψυχῆς παρέδωκε τὴν εὐσέβειαν.
000-00-00 Serial Number=0868900001
Eranistes Ante [Go Back]  
 [00995]  Τινὲς δὲ καὶ τῆς ἱερᾶς αὐτῶν φωνῆς καὶ τῆς ἀξιαγάστου θέας ἀπή λαυσαν·
000-00-00 Serial Number=0277253270
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00477]  Εἰ δὲ βούλῃ καὶ μυστικώτερον νοῆσαι, ἀνά μνησον σεαυτὸν τῆς ἱερᾶς μυσταγωγίας, ἐν ᾗ οἱ τε λούμενοι, μετὰ τὴν ἄρνησιν τοῦ τυράννου, καὶ τὴν τοῦ βασιλέως ὁμολογίαν, οἱονεὶ σφραγῖδά τινα βασιλικὴν δέξονται τοῦ πνευματικοῦ μύρου τὸ χρίσμα·
 [02559]  ἀλλ' οὐκ ἀνέχομαι μόνη τῆς ἱερᾶς αὐ τοῦ κοινωνίας ἀπολαύειν.
000-00-00 Serial Number=0146370709
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00440]  Κατὰ τούτων συγγράφει Μουσανὸς τῆς ἀληθείας συνήγορος, καὶ Κλήμης ὁ Στρω ματεὺς, καὶ Ἀπολινάριος, ὁ τῆς κατὰ Φρυγίαν ἱερᾶς πόλεως γεγονὼς ἐπίσκοπος, καὶ Ὠριγένης.
 [00853]  Κατὰ τούτων συνέγρα ψεν Ἀπολινάριος, ὁ τῆς κατὰ Φρυγίαν ἱερᾶς πόλεως ἐπίσκοπος γεγονὼς, ἀνὴρ ἀξιέπαινος, καὶ πρὸς τῇ γνώσει τῶν θείων καὶ τὴν ἔξωθεν παιδείαν προσειληφώς.
000-00-00 Serial Number=0693986654
Historia ecclesiastica Ante [Go Back]  
 [00434]  Ἐπειδὴ τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ [39] ἐκρατύνθη.
 [01002]  Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα [95] ὑποστῇ.
 [01987]  ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερᾶς τραπέζης ἐξέκρινε, τὸν δὲ Εὐζώϊον πειραθέντα κωλῦσαι κατὰ τῆς κόρρης ἐπάταξε·
000-00-00 Serial Number=0273734033
Historia religiosa Ante [Go Back]  
 [00427]  [3.4] Χρόνου δέ τινος διελθόντος δύο συνοίκους ἐδέξατο, Εὐσέβιον ὃς τῆς ἱερᾶς ἐκείνης καλύβης κληρονόμος ἐγένετο, καὶ Ἀγαπητὸν ὃς τὴν ἀγγελικὴν ταύτην νομοθεσίαν εἰς τὴν Ἀπαμέων μετεφύτευσε·
 [00729]  καὶ συνδραμόντες τινὲς ἱκέτευον καὶ τῆς ἀγέλης γενέσθαι καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν.
 [01093]  Ἀλλὰ τὸν μέγαν ἐκάλει Πέτρον ἐν τῇ τῆς ὀδύνης ἀκμῇ καὶ ἔφασκεν εὐθὺς τῆς ἱερᾶς ἐκείνης φωνῆς εἰς τὰ ὦτα βαλλομένης, πᾶσαν ἐκείνην τὴν ὀδύνην κοιμίζεσθαι καὶ μηδὲ βραχεῖαν ἐκεῖθεν αἴσθησιν ἀνιαρὰν ὑποδέχεσθαι.
 [02001]  Καὶ ὁ μὲν Μωϋσῆς τοῦτο γὰρ αὐτῷ ὄνομα μέχρι τοῦ παρόντος διέμεινε, πᾶσαν ὡς πατρὶ καὶ δεσπότῃ θεραπείαν προσφέρων καὶ τὴν ἀστράπτουσαν ἐκ τῆς ἱερᾶς ἐκείνης ψυχῆς ἀρετὴν ἀκριβῶς ἐκματτόμενος.
 [02047]  Καὶ τροφὴ γὰρ αὐτῷ ἡ αὐτὴ καὶ ἐσθὴς καὶ ἤθους μετριότης καὶ φιλοξενία καὶ φιλαδελφία, ἡμερότης τε καὶ πρᾳότης καὶ ἡ πρὸς τὸν θεὸν ὁμιλία καὶ ἡ ἀκροτάτη πενία καὶ ἡ τῆς ἀρετῆς περιουσία καὶ τῆς φιλοσοφίας ὁ πλοῦτος καὶ τἄλλα πάντα ὅσα περὶ τῆς ἱερᾶς ἐκείνης διεξήλθομεν κεφαλῆς.
 [02069]  Ταῦτα δὲ τῆς ἱερᾶς αὐτοῦ διηγουμένης ἀκήκοα γλώττης.
 [02163]  Ἰσμαηλῖται δὲ κατὰ συμμορίας ἀφικνούμενοι, διακόσιοι κατὰ ταὐτὸν καὶ τριακόσιοι, ἔστι δ' ὅτε καὶ χίλιοι, ἀρνοῦνται μὲν τὴν πατρῴαν ἐξαπάτην μετὰ βοῆς, τὰ δὲ ὑπ' ἐκείνων σεβασθέντα εἴδωλα πρὸ τοῦ μεγάλου ἐκείνου φωστῆρος συντρίβοντες καὶ τοῖς τῆς Ἀφροδίτης ὀργίοις ἀποταττόμενοι τούτου γὰρ ἀνέκαθεν τοῦ δαίμονος κατεδέξαντο τὴν λατρείαν τῶν θείων ἀπολαύουσι μυστηρίων, νόμους παρὰ τῆς ἱερᾶς ἐκείνης δεχόμενοι γλώττης καὶ τοῖς ἔθεσι τοῖς πατρῴοις χαίρειν φράζοντες, καὶ τῶν τε ὄνων τῶν ἀγρίων τῶν τε καμήλων τὴν ἐδωδὴν ἀπαρνούμενοι.
000-00-00 Serial Number=0804206252
Interpretatio in Danielem Ante [Go Back]  
 [00864]  Καὶ ἐπειδὴ τούτου, φησὶ, τυχεῖν ἀδύνατον, πόῤῥω τῆς ἱερᾶς ἐκείνης πόλεως ὄντας, εὑρήκαμεν τρόπον τινὰ θεραπείας, ὦ ∆έσποτα.
000-00-00 Serial Number=0591146529
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03170]  Καὶ μάρ τυρες οἱ τῆς ἱερᾶς αὐτοῦ μαθητείας ἀξιωθέντες, καὶ οἱ κρίθινοι ἄρτοι, οὓς ἐπεφέροντο, καὶ οἱ τιλλόμενοι στάχυες, καὶ ταῖς χερσὶ τριβόμενοι διὰ πείνην.
 [06067]  Ταῦτα ὑπὸ τοῦ Προφήτου διδάσκονται λέγειν, ἵνα τὴν τῆς ἱερᾶς πό λεως ἄληστον ἔχωσι μνήμην, ἐν ταῖς ἐλπίσι τῆς ἐπ ανόδου ψυχαγωγούμενοι, τῶν ἀνδραποδισάντων μὴ μάθωσι τὴν ἀσέβειαν.
000-00-00 Serial Number=0532754898
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04683]  πάλιν ἐν τῷ ἐννάτῳ μηνὶ, προστάττεται ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ὁ προφήτης ἐπερωτῆσαι τοὺς ἱερέας, εἰ τὸ ἁγιασθὲν ἱμάτιον ὑπὸ θυσίας ἱερᾶς ἁγιάζειν ἀπόχρη τὰ πελάζοντα·
000-00-00 Serial Number=0488142192
Quaestiones in Octateuchum Ante [Go Back]  
 [04836]  θείας τοίνυν ἐντολῆς καὶ τῶν ὅρκων μέσος ἀποληφ θείς, ὑπηρέτας αὐτοὺς τῆς ἱερᾶς λειτουργίας ἀπέφηνεν.
000-00-00 Serial Number=0218843102
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00690]  καὶ προστέθεικεν, ὅτι διὰ τὴν προκειμένην ὁδὸν ἀναγκαίως τῆς ἱερᾶς τροφῆς μεταλήψεται, ἵν' ὑπ' αὐτῆς κρατυνθεὶς τὰ προκείμενα κατορθώσῃ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»