Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἰθύνειν [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἰθύνειν


000-00-00 Serial Number=0453797996
De providentia orationes decem Ante [Go Back]  
 [00608]  καὶ οὐ μόνον φιλίου πνεύματος ῥέοντος οἶδεν ἐπιστη μόνως ἰθύνειν, ἀλλὰ καὶ τὰς τῶν ἀνέμων ἀτάκτους προσβολὰς διαλύειν, καὶ οἷόν τινας πώλους ἀδαμά στους καὶ δυσηνίους ἀνέχειν τῷ χαλινῷ, καὶ ταῦτα ὁ ἀνθρώπειος νοῦς μηχανᾶται, χερσὶ διακόνοις χρώ μενος.
 [00909]  Πῶς γὰρ ἄν τις κατορθώσειε σωφροσύνην διηνεκῶς γαστρι ζόμενος, καὶ συμποσίοις προστετηκὼς, καὶ συσσίτια κατασκευάζων, καὶ στιβάσι καὶ τραπέζαις ἐνασχολού μενος, καὶ σιτοποιοὺς, καὶ ὀψοποιοὺς, καὶ ποπάνων δημιουργοὺς, καὶ οἴνους ἀνθοσμίας, καὶ φιάλας, καὶ κύλικας, καὶ ἐκπωμάτων εἴδη παντοδαπὰ, καὶ ὄψων ποικιλίαν ἐν τῇ διανοίᾳ περιφέρων, καὶ χανδὸν τὸν ἄκρατον πίνων, καὶ πέρα τοῦ μέτρου τὴν γαστέρα φορτίζων, καὶ τοῦ μὲν λογικοῦ τὸν σπινθῆρα κατασβεννὺς, αὔξων δὲ τῇ ὕλῃ τῶν παθῶν τὴν πυ ρὰν, καὶ τὴν μὲν ἀκόλαστον ἡδονὴν ἐπὶ πλεῖστον ἐξάπτων, τὸν δὲ θυμὸν κατὰ τῶν διακονούντων εἰς ἀκμὴν παραθήγων, καὶ δοῦλον τῶν παθῶν τὸν ἡγε μόνα ποιῶν, καὶ τῆς γαστρὸς ὑπηρέτην τὸν ∆εσπότην ἐργαζόμενος, καὶ εἰς ἀνδραποδώδεις κατασύρων ἐπι θυμίας τὸν τοῦ ζώου τὴν ἡγεμονίαν παρὰ τοῦ πε ποιηκότος δεξάμενον, καὶ αἰχμάλωτον παραδιδοὺς τοῖς ὑπηκόοις τὸν ἄρχοντα, καὶ κατασύρεσθαι τὸν ἡνίοχον παρὰ τῶν ἵππων παρασκευάζων, καὶ τὸν κυβερνήτην τῶν οἰάκων οὐκ ἔτι ἔχεσθαι, καὶ ἅπαν τὸ σκάφος ἰθύνειν, ἀλλὰ ταῖς τῶν παθῶν τρικυμίαις ἐνδιδόναι βαπτιζούσαις τὸ σκάφος, καὶ αὐτὸ ὑποβρύ χιον ἐργαζομέναις;
 [01198]  πολυαρχία γὰρ ἐν στρατιᾷ πάντων μάλιστα βλαβερώτατον, εἰς πολλὰ κατατέμνουσα, καὶ τὴν ὁμόνοιαν διασπῶσα, καὶ πολλαῖς βουλαῖς ἰθύνειν μὲν πειρωμένη, βλά πτουσα δὲ μᾶλλον ἢ κυβερνῶσα.
000-00-00 Serial Number=0801856160
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00721]  Τὸν δὲ τῶν ὅλων ἱκετεύω ∆εσπότην, ἰθύνειν ὑμῶν τὸν βίον, καὶ φέρειν ἐξ οὐρίων ἀεί, ἵνα τῆς ὑμετέρας προμηθείας ἀπολαύσωμεν ἅπαντες.
 [01760]  Τὴν Κύρρον ἰθύνειν λαχὼν τὰς ἀναγκαίας αὐτῇ πάντοθεν ἐπόρισα τέχνας·
000-00-00 Serial Number=0734671414
Graecarum affectionum curatio Ante [Go Back]  
 [00320]  Καὶ μέντοι καὶ τὸ σκάφος ἰθύνειν μόνοι γε ἴσασιν οἱ τὴν κυβερνητικὴν ἐπιστάμενοι τέχνην, οἱ δὲ πλω τῆρες δι' ἐκείνων πιστεύουσι τοῖς ποθουμένοις λιμέσι προσορμι [1.104] σθήσεσθαι.
 [01090]  [3.105] Ἡμεῖς δὲ τὸ μὲν πανάγιον Πνεῦμα, ὃν καὶ Παράκλητον οἱ θεῖοι προσαγορεύουσι λόγοι, ἰθύνειν καὶ κυβερνᾶν καὶ ἁγιάζειν οὐ μόνον ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας τῶν ἐπουρανίων ξυμμορίας, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεῖν προαιρουμέ νους καὶ τὰ θεῖα περὶ πολλοῦ ποιουμένους φαμέν·
 [01613]  τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν Θεόν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι·
000-00-00 Serial Number=0442756414
Historia ecclesiastica Ante [Go Back]  
 [00284]  Συνῳδὰ τούτοις ἐπέστειλε καὶ Φιλογονίῳ τῷ τῆς Ἀντιοχέων ἐκκλησίας προέδρῳ καὶ Εὐσταθίῳ τῷ τηνικαῦτα τὴν Βέροιαν ἰθύνειν πεπιστευμένῳ καὶ τοῖς ἄλλοις ὅσοι τῶν ἀποστολικῶν ἦσαν δογμάτων συνήγοροι.
 [01428]  οὗ δὴ χάριν ἐπικαμφθεὶς προσέταξε μὲν τὸν πάντα ἄριστον ἐκεῖνον ἐπανελθεῖν, κοινῇ δὲ ἀμφοτέρους τὴν ἐκκλησίαν ἰθύνειν.
 [02874]  ἐν δέ γε τῇ Ἑσπέρᾳ, ∆άμασος μὲν τῆς Ῥώμης ἡγούμενος, Ἀμβρόσιος δὲ Μεδιόλανον ἰθύνειν πεπιστευμένος, καὶ τοὺς πόρρωθεν ἀκοντίζοντες ἔβαλλον.
 [02913]  [273] Καὶ Βετρανίων δέ, παντοδαπῇ μὲν λαμπρυνόμενος ἀρετῇ, πάσης δὲ τῆς Σκυθίας τὰς πόλεις ἀρχιερατικῶς ἰθύνειν πεπιστευμένος, ἐπύρσευσέ τε τῷ ζήλῳ τὸ φρόνημα καὶ τὴν τῶν δογμάτων διαφθορὰν καὶ τὰς κατὰ τῶν ἁγίων παρανομίας τοῦ Βάλεντος ἤλεγξε, καὶ μετὰ τοῦ θειοτάτου ∆αβὶδ ἐβόα·
 [03035]  καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις βαθμούς τινας ἀξιωμάτων γεννήσας, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην ἐστερῆσθαι τῆς [280] γεγενημένης ἔφησε σωτηρίας.
 [03194]  καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος ἀπόστολος καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς.
 [03559]  Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκ κλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγ γύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα.
000-00-00 Serial Number=0486409128
Interpretatio in Danielem Ante [Go Back]  
 [00337]  πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει δικαίως τὴν βασι λείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν·
 [00754]  καὶ τὸ συνοίσειν μέλλον οὐκ εἰδότες, τῷ κυβερνήτῃ παραχωροῦμεν ἰθύνειν, ὡς ἂν ἐθέλῃ.
 [01997]  Σέλευκος δὲ τῶν πρὸς ἕω τὴν ἡγεμονίαν ἰθύνειν ἐπιστεύθη·
000-00-00 Serial Number=0789227843
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01505]  ἴδιον γὰρ τῆς ἀληθοῦς βασιλείας τὸ δι καίως ἰθύνειν τοὺς ὑπηκόους.
000-00-00 Serial Number=0766941130
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01489]  Οὕτως οὖν καὶ ἐνταῦθα περὶ τῶν πολεμίων τὰ εἰρημένα λαμβάνοντες νοή σομεν τὸ, ὅρασις ἵππων, ὅτι ἵπποις πολλοῖς καὶ ἱππεῦσι χρήσονται, καὶ μετὰ πολλῶν δὲ ἥξουσιν ἁρ μάτων, τοσαύτῃ τέχνῃ κεχρημένων τῶν ἡνιόχων, ὡς καὶ εἰς αὐτὰς ἰθύνειν τὰς ἀκρωρείας, καὶ ταῖς δυσχωρίαις ὡς πεδίοις κεχρῆσθαι.
000-00-00 Serial Number=0612792969
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00316]  καὶ γὰρ οἱ πονηροὶ δοῦλοι διαπτύειν εἰώθασι τοὺς ἰθύνειν αὐτοὺς παρὰ τῶν δεσ ποτῶν κεκελευσμένους, ὅταν ἴδωσι διὰ πλημμελήματα παρρησίας ἐστερη μένους.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»