Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἥλων [18]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἥλων


000-00-00 Serial Number=0361801624
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00058]  Ὅτε δὲ τὰς Ἰουδαϊκὰς κατ' αὐτοῦ καθώπλισε χεῖρας διὰ τῶν μαστίγων καὶ τῶν ἀκανθῶν καὶ τῶν ἥλων, καὶ τῆς κτίσεως ἐπειγομένης τοῖς ἀλιτηρίοις ἐκείνοις πανω λεθρίαν ἐπαγαγεῖν αὐτὸς ὡς ∆εσπότης ἐκώλυσεν, εἰδὼς τὸ πάθος τῷ κόσμῳ σωτήριον.
 [02583]  τῷ δὲ Θωμᾷ καὶ τὴν πλευράν, καὶ τῶν ἥλων καὶ τῆς λόγχης τὰς ὠτειλάς.
 [02584]  ∆ιὰ γὰρ δὴ τούτους τοὺς ἄντι κρυς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ μέντοι καὶ τοὺς ἄλλους, οἳ μετὰ τὴν ἀνάστασιν εἰς θεότητός φασι μετα βεβλῆσθαι φύσιν τὴν τοῦ σώματος φύσιν, ἐφύλαξεν ἀκεραίους τῶν ἥλων καὶ τῆς λόγχης τοὺς τύπους.
 [02585]  Καὶ τἄλλα σώματα μώμου παντὸς ἐγείρων ἐλεύθερα, τῷ οἰκείῳ σώματι τὰ τῶν παθημάτων σημεῖα κατέλιπεν, ἵνα καὶ τοὺς ἀρνουμένους τοῦ σώματος τὴν ἀνάληψιν διὰ τῶν παθημάτων πλανωμένους ἐλέγξῃ, καὶ τοὺς εἰς ἑτέραν φύσιν μεταβεβλῆσθαι τὸ σῶμα νομίζοντας διδάξῃ διὰ τοῦ τύπου τῶν ἥλων, ὡς ἐπὶ τῶν οἰκείων χαρακτήρων μεμένηκεν.
000-00-00 Serial Number=0827662170
Eranistes Ante [Go Back]  
 [00822]  Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυμα τουργίας, ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶν μαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὴν τετρωμένην πλευράν, τοὺς τῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔκχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸ σύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν.
 [01946]  τῷ δέ γε οἰκείῳ σώματι τὰς ἐκ τῶν ἥλων γεγενημένας διατρήσεις κατέλιπε καὶ τὴν τῆς πλευρᾶς ὠτειλήν, καὶ τούτου μάρ τυρες αὐτός τε ὁ κύριος καὶ τοῦ Θωμᾶ αἱ χεῖρες.
 [01948]  {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τὴν ἀνάστασιν τροφῆς μετέλαβεν ὁ δεσπότης, καὶ τὰς χεῖρας ἔδειξε καὶ τοὺς πόδας τοῖς μαθηταῖς, καὶ τὰς ἐν τού τοις διατρήσεις τῶν ἥλων, καὶ μέντοι γε καὶ τὴν πλευρὰν καὶ τὴν ἐν αὐτῇ γεγενημένην ἐκ τῆς πληγῆς ὠτειλήν, καὶ ἔφη πρὸς αὐτούς·
 [02151]  Μετὰ δὲ τὸ πάθος τριταῖος ἐκ τῶν νεκρῶν ἀναστάς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευράς, καὶ τοὺς τύπους αὐτοῖς ὑποδεικνύει τῶν ἥλων.
 [02224]  ∆ιὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὴν νύξιν ἐπέδειξε, καὶ ἔμπροσθεν τῶν μαθητῶν ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν ἑαυτῷ ἀνανεω θεῖσαν πιστώσηται αὐτούς.
 [02382]  Ἵνα δὲ μὴ πάλιν ἄλλο νομίσῃς εἶναι τὸ ἀνιστάμενον, τοῦ Θωμᾶ πρὸς τὴν ἀνάστασιν ἀπιστήσαντος, δείκνυσιν αὐτῷ τοὺς τύπους τῶν ἥλων, δείκνυσιν αὐτῷ τῶν τραυμάτων τὰ ἴχνη.
 [02384]  Ἀλλὰ δι' ὧν μὲν τοὺς τύπους τῶν ἥλων δείκνυσι, παραδίδωσιν ὅτι τοῦτο·
 [02430]  Καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα, οὐ παρῃτή σατο αὐτῷ καὶ τραύματα καὶ τύπον ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς
 [03374]  ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι;
 [04308]  Ἀπιστοῦσι τοῖς ἀποστόλοις ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὑπέδειξε τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τῶν ἥλων τοὺς τύπους.
000-00-00 Serial Number=0220302701
Historia ecclesiastica Ante [Go Back]  
 [00648]  Οὕτω δὴ τοῦ βασιλέως ἡ μήτηρ μαθοῦσα τὸ ποθούμενον, τῶν μὲν ἥλων τὰ μὲν εἰς τὸ βασιλικὸν ἐνέβαλε κράνος, τῆς τοῦ παιδὸς κεφαλῆς προμηθουμένη, ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη·
000-00-00 Serial Number=0859214604
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01223]  Κωμ ωδεῖ δὲ καὶ τὴν τῶν εἰδώλων κατασκευὴν, καὶ λέγει τὰ μὲν ἐκ ξύλου, τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου κατ εσκευᾶσθαι καὶ δεῖσθαι σφύρας, καὶ ἥλων, καὶ τῶν ἄλλων ὀργάνων·
000-00-00 Serial Number=0929478407
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02520]  Καὶ μέντοι καὶ τῷ Θωμᾷ τῶν ἥλων τοὺς τύπους ὑπέδειξε, καὶ τὴν ἀπὸ τῆς λόγχης πληγήν.
000-00-00 Serial Number=0445188463
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00958]  Σκοπείτω δὲ, ὡς χολῆς, καὶ ὄξους, καὶ ἥλων, καὶ ἀκανθῶν, καὶ ἐμπτυσμάτων τε καὶ ῥαπισμάτων, καὶ πάσης ἀνασχόμενος παροι νίας, καὶ τὸ τελευταῖον καταδεξάμενος θάνατον, οὐκ ἂν λόγων ταπεινότητα παρῃτήσατο.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»