Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἥδιστον [19]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἥδιστον


000-00-00 Serial Number=0266153157
De providentia orationes decem Ante [Go Back]  
 [00693]  Αἱ γὰρ μέλιτται τὸν πο λὺν ἐκεῖνον καὶ εὐφυῆ πόνον, καὶ τὸν ἄριστον δὲ καὶ ἥδιστον τοῦ πόνου καρπὸν, τῇ φύσει τῶν ἀνθρώπων προσφέρουσι·
 [01106]  Τὰ γὰρ ξηρότερα καὶ στρυφνότερα τῶν ἡδυσμάτων πα ραμιγνύντες, τὸ βδελυκτὸν τῷ ἀῤῥώστῳ φαινόμενον ἥδιστον ἀπεργάζονται.
 [01225]  καὶ τὴν μὲν ὑπουργίαν διαβάλλεις, τὸν δὲ ἥδιστον ὕπνον οὐ βλέπεις.
 [01636]  Λιμένα δὲ ἔχουσιν οἱ τῆς ἀρετῆς εἰς ἄκρον ἐληλακότες, οὐ ζωὴν, οὐκ ἀνάστασιν, οὐκ ἄλλο τι τῶν ἀγαστῶν, ἀλλ' αὐτὸν τὸν ποθούμενον, δι' ὃν τρυφὴν ἡγοῦνται τὴν κακουχίαν, καὶ ὕπνον ἥδιστον τὴν ἐπίπονον ἐργασίαν, καὶ τὴν ἐν ἐρήμοις διατριβὴν τῆς ἐν πόλεσι θυμηρεστέραν, καὶ τὴν ἐν πενίᾳ ζωὴν, τῆς μετὰ πλούτου λαμπροτέραν, καὶ τὴν πικρὰν δουλείαν, πάσης τυραννίδος ἡδίω.
000-00-00 Serial Number=0319990873
De sancta trinitate Ante [Go Back]  
 [00009]  ἐπειδὴ τοίνυν καὶ τῷ ποιητῇ τῶν ἀνθρώπων πάντων ἥδιστον τῶν ἀνθρώπων ἡ σωτηρία, καὶ τῇ φύσει δὲ δοκεῖ τὸ τῷ πέλας ἐπαμύνειν δεομένῳ κηδεμονίας, τὸ δοθὲν ἡμῖν ὑπὸ τοῦ Κυρίου τῆς γνώσεως τάλαντον ἐπὶ τοὺς τραπεζίτας καὶ ἡμεῖς καταβάλλωμεν, ἵνα μὴ τῷ ἀργῷ συγκαταδικασθῶμεν οἰκέτῃ·
000-00-00 Serial Number=0439666688
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00039]  Οἱ κερδαίνειν εἰδότες πανταχόθεν τὸ κέρδος συνάγουσι καὶ μιμοῦνται τὴν μέλισσαν, ἥ[τις] καὶ ἐκ πικρῶν βοτανῶν γλυκυ τάτην ἀρυομένη νοτίδα τὸ ἥδιστον μέλι τοῖς ἀνθρώποις προσφέ ρει.
 [00056]  Ἡμεῖς δὲ λόγων πενίᾳ συζῶντες, καὶ τὴν σὴν εὐωχίαν ἀμεί ψασθαι ποθοῦντες, τὸν ἄριστόν σοι καρπὸν τῆς πατρίδος πεπόμ φαμεν, ὃν κλήματα μὲν ἀμπέλων τίκτει, ταῖς ἀπὸ τῶν νεφῶν ἀρδείαις τρεφόμενα, χρόνος δὲ καὶ γῆρας ποιεῖ τιμιώτατόν τε καὶ ἥδιστον, προσηνῆ τε καὶ πρᾶον, καὶ ταῖς τῶν πινόντων κεφαλαῖς οὐ μαχόμενον·
000-00-00 Serial Number=0174572349
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00851]  καὶ ἥδιστον ἡγεῖται τὸν πόνον, εἰς τὸ γλυκὺ τῶν καρπῶν ἀποβλέπουσα.
000-00-00 Serial Number=0875556052
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00896]  Τὸν δὲ νυμφίον ὀνομάζει μῆλον, ὃ καὶ τῇ ἁφῇ λεῖον, καὶ τῇ γεύσει ἡδὺ, καὶ τῇ ὀσμῇ εὐῶδες, καὶ τῇ ὄψει τερπνότατον καὶ χαριέστατον, καὶ τῇ ἀκοῇ ἥδιστον·
000-00-00 Serial Number=0493002892
Historia ecclesiastica Ante [Go Back]  
 [02864]  καὶ ἐπειδὴ Ἁρμόνιος ὁ Βαρδησάνου ᾠδάς τινας συνετεθείκει πάλαι καὶ τῇ τοῦ μέλους ἡδονῇ τὴν ἀσέβειαν κεράσας κατεκήλει τοὺς ἀκού οντας καὶ πρὸς ὄλεθρον ἤγρευε, τὴν ἁρμονίαν τοῦ μέλους ἐκεῖθεν λαβὼν ἀνέμιξε τὴν εὐσέβειαν καὶ προσενήνοχε τοῖς ἀκούουσιν ἥδιστον ὁμοῦ καὶ ὀνησιφόρον φάρμακον.
000-00-00 Serial Number=0166968524
Historia religiosa Ante [Go Back]  
 [00049]  p.7 Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας, καὶ τροφὴν μὲν συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν δὲ ἄμετρόν τε καὶ ἄπληστον, τὴν ἐν προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν, τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὐκ ἂν εἰκότως θαυμάσειεν;
 [00212]  Σιτίον δὲ ἦν αὐτῷ ἄρτος ὁ καχρυδίας καὶ αὐτὸς πιτυρίας, ὄψον δὲ οἱ ἅλες, πόμα δὲ ἥδιστον τὸ αὐτοφυὲς τῶν ὑδάτων νᾶμα, καὶ τοῦτο δὲ οὐ τῷ κόρῳ μετρούμενον, ἀλλὰ τῇ χρείᾳ τῆς προκαταβληθείσης τροφῆς ὁριζόμενον.
 [00416]  Τούτων τῶν καρπῶν ἐφιέμενος τὸν ἥδιστον τοῦτον ἠσπάζετο πόνον, καὶ τὴν μὲν προσευχὴν ἡ ψαλμῳδίᾳ, τὴν δὲ ψαλμῳδίαν ἡ προσευχὴ διεδέχετο, καὶ ἀμφότερα πάλιν ἡ τῶν θείων λογίων ἀνάγνωσις.
000-00-00 Serial Number=0503653169
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01990]  Λέγει τοίνυν ὁ θεῖος ∆αβὶδ, ὅτι Καὶ ἐπὶ στρωμνῆς κατακείμενος, τὸν ἥδιστον ὕπνον ἀνεβαλλόμην, καθ' ἑκάστην φυλακὴν τὴν σὴν ἔχων μελέτην·
 [02452]  οὗ δὴ χάριν, τὸν ἥδιστον αὐ τῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν.
 [04956]  Ἐν μὲν γὰρ τῇ ἐρήμῳ τὸ ἥδιστον αὐτοῖς ἐκ τῆς πέτρας ἐξήγαγεν ὕδωρ, ὃ διψῶσιν αὐτοῖς ἐνομίσθη μιμεῖ σθαι γλυκύτητα μέλιτος·
000-00-00 Serial Number=0605354607
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00841]  Τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φυτουργία, πόνῳ πολλῷ καὶ χρό νῳ φυομένη, ἀλλ' εἰς ὕψος αἰρομένη, ὥριμόν τε καὶ ἥδιστον φέρουσα τὸν καρπὸν, καὶ σκέπην ἱκανὴν τῷ κεκτημένῳ παρέχουσα.
000-00-00 Serial Number=0402484179
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [02052]  οὕτω τῆς δουλείας καταπαύσας τὴν νύκτα, τὸν ἥδιστον τῆς ἐλευθερίας ὄρθρον ἀνα τεῖλαι κελεύει.
000-00-00 Serial Number=0391893804
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01662]  μεμένηκε δὲ ἐκεῖνος ἐξηρτη μένος, ἥδιστον θέαμα τοῖς εὐσεβέσι γενόμενος, καὶ τῆς πάντα πρυτανευούσης Προνοίας τὴν ψῆφον ἐπι δεικνύς.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»