Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Ἕλληνας [21]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Ἕλληνας


000-00-00 Serial Number=0791506469
Commentaria in Isaiam Ante [Go Back]  
 [01296]  Καὶ τοὺς ἐχθροὺς Ἰούδα διασ κεδάσει, [11Συρίαν] ἀφ' ἡλίου ἀνατολῶν καὶ τοὺς Ἕλληνας ἀφ' ἡλίου δυσμῶν, τοὺς κατεσθίοντας τὸν λαόν μου ὅλῳ τῷ στόματι.
 [01297]  Οἱ Ἄλλοι Ἑρμηνευταὶ οὐ τοὺς Ἕλληνας ἀλλὰ»τοὺς Φυλιστιὶμ» ἡρμήνευσαν·
000-00-00 Serial Number=0430332303
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [01735]  Οἶδεν ὁ πάντα ἐφορῶν πόσους ἐδεξάμην λίθους ὑπὸ τῶν δυσωνύμων κατ' ἐμοῦ πεμφθέντας αἱρετικῶν, πόσους ἐν ταῖς πλείοσι τῆς Ἀνατολῆς πόλεσι ἔσχον ἀγῶνας πρὸς Ἕλληνας, πρὸς Ἰουδαίους, πρὸς πᾶσαν πλάνην αἱρετικήν.
 [01739]  Ἔστι γάρ μοι τὰ μὲν πρὸ εἴκοσι ἐτῶν συγγεγραμμένα, τὰ δὲ πρὸ ὀκτωκαίδεκα, τὰ δὲ πρὸ πεντεκαίδεκα, τὰ δὲ πρὸ δυοκαίδεκα, τὰ μὲν πρὸς Ἀρειανοὺς καὶ Εὐνομιανούς, τὰ δὲ πρὸς Ἰουδαίους καὶ Ἕλληνας, τὰ δὲ πρὸς τοὺς ἐν Περσίδι μάγους, ἄλλα περὶ τῆς κα θόλου Προνοίας, ἕτερα δὲ περὶ θεολογίας καὶ τῆς θείας ἐναν θρωπήσεως.
 [02466]  Οὐ γὰρ ὑπὲρ δυάδος υἱῶν, ἀλλ' ὑπὲρ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς τοὺς τὴν Ἀρείου καὶ Εὐνομίου νόσον εἰσδεξαμένους, καὶ πρὸς τοὺς τὴν Ἀπολιναρίου φρε νοβλάβειαν ἀσπαζομένους, καὶ μέντοι καὶ πρὸς τοὺς τῇ Μαρκίωνος σηπεδόνι κατεχομένους ἀγωνιζόμενοι διατετελέ καμεν, Ἕλληνας μὲν πείθοντες, ὅτι αὐτός ἐστιν ὁ τῶν ἁπάν των ∆ημιουργός, ὁ τοῦ ἀεὶ ὄντος Θεοῦ συναΐδιος Υἱός·
000-00-00 Serial Number=0924438298
Graecarum affectionum curatio Ante [Go Back]  
 [00114]  Ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν.
 [00117]  Ὅτι δὲ καὶ οὗτος, ὁ ἅπαντας [1.32] ἀνθρώπους καὶ οὐ τοὺς ἄλλους Ἕλληνας μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἀθηναίους εὐγλωττίᾳ καὶ ὀνομάτων κάλλει πάμπαν ἀποκρύψας, μὴ τῇ κομψείᾳ τῶν λόγων, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων ἁρμονίᾳ προσέχειν παρεγγυᾷ, ἀκούσατε αὐτοῦ διαρρήδην ἐν τῷ Πολιτικῷ λέγοντος·
 [00711]  ὁ δέ γε Ὀδρύσης Ὀρφεὺς τὰς Αἰγυπτίων τελετὰς τοὺς Ἕλληνας ἐξεπαίδευσε·
 [00778]  Ξυνομολογεῖ δὲ καὶ ὁ Πλάτων ἐν τῷ Κρατύλῳ, καὶ τοὺς Ἕλληνας τόνδε πρῶτον περὶ τῶν καλουμένων θεῶν τὸν πλάνον εἰσδέξασθαι, λέγει δὲ ὧδε·
 [01642]  Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ἄλλως μὲν Ἕλληνας φῦναι, ἄλλως δὲ Ῥωμαίους, καὶ Αἰγυπτίους ἑτέρως, καὶ Πέρσας καὶ Μασσαγέτας καὶ Σκύθας καὶ Σαυρο μάτας ἄλλης οὐσίας μετειληχέναι, ἐδίδαξεν ὁ τὴν κοσμογονίαν ξυγγράψας τὴν ἡμετέραν, ὡς ἄνδρα ἕνα ἀπὸ γῆς ὁ ποιητὴς διαπλάσας καὶ ἐκ τῆς τούτου πλευρᾶς τὴν γυναῖκα δημιουργή σας, ἐκ τῆς τούτοιν ὁμιλίας ἅπασαν τὴν οἰκουμένην ἀνθρώπων ἐπλήρωσε τῶν παίδων τῶν ἐκείνων καὶ τῶν ἐκγόνων κατὰ μέ [5.56] ρος αὐξησάντων τὸ γένος.
 [01688]  οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ τελῶναι καὶ ὁ σκυτοτόμος καὶ Ἕλληνας ἔπεισαν καὶ Ῥωμαίους καὶ Αἰγυπτίους καὶ ἁπαξαπλῶς ἅπαν ἔθνος ἀνθρώπων, ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ λόγῳ τετιμημένη καὶ κρατεῖν τῶν παθῶν δυναμένη καὶ ὀλιγωροῦσα, οὐ βιαζομένη, παραβαίνει τοὺς νόμους·
 [02248]  Καὶ Λακεδαιμονίους δέ φησι τῷ Ἄρει θύειν ἄνθρωπον, καὶ ἐν Λαοδικείᾳ δὲ τῆς Συρίας καὶ ἐν Καρχηδόνι τῆς Λιβύης τοιαύτας πάλαι θυσίας προσε νεχθῆναι, καὶ τοὺς Ἕλληνας εἰς πόλεμον ἐξιόντας ἀνθρωποθυ [7.43] τεῖν, καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα διέξεισιν.
 [02282]  Ἀλλ' οὐκ ἐβουλήθη πέντε ἢ δέκα ἢ πεντεκαίδεκα ἢ ἑκατὸν ἢ δὶς τοσούτους τῶν σωτηρίων ἀπολαῦσαι ναμάτων, ἀλλὰ πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ τοὺς λόγοις ἐντεθραμμένους καὶ τοὺς λόγων οὐ γεγευμένους, καὶ σκυτέας καὶ ὑφάντας καὶ χαλκοτύπους καὶ τοὺς ἄλλους, ὅσοι τὰς τέχνας μεταχειρίζουσι, καὶ πρὸς τούτοις καὶ οἰκέτας καὶ προσαίτας καὶ γηπόνους καὶ ἀλσοκόμους καὶ γυναῖκας ὡσαύ τως, τάς τε πλούτῳ περιρρεομένας καὶ τὰς πόνῳ ξυνεζευγμένας [8.4] καὶ ἐκ χειρῶν βιοτεύειν ἠναγκασμένας.
 [02305]  [8.12] Εἰ δὲ καὶ πάντες ἄνθρωποι τούτοις προσέπταιον, ἀλλ' οὖν Ἕλληνας μόνους νεμεσᾶν τοῖς οὕτω δρωμένοις οὐκ ἔδει·
 [02563]  Εὑρήσει γὰρ τοὺς μὲν οὐδὲ τοὺς ὁμόρους πείσαντας κατὰ τοὺς σφῶν πολιτεύεσθαι νόμους, τοὺς δὲ Γαλιλαίους οὐ μόνον Ῥωμαίους πεπεικότας καὶ Ἕλληνας, ἀλλὰ καὶ πάντα τῶν βαρβάρων τὰ φῦλα τὴν εὐαγγελικὴν νομοθεσίαν ἀσπάσασθαι.
 [02564]  [9.7] Καὶ Μίνως μέν, ὃς αὐχεῖ κατὰ τὸν μῦθον πατέρα τὸν ∆ία, καὶ παρὰ τὸ ἐκείνου γε ἄντρον, ὡς μυθολογοῦσι, φοιτήσας τὰς τῶν νόμων ἔλαβεν ἀφορμάς, Κρητῶν μὲν νομοθέτης ἐγένετο, οὐκ ἔπεισε δὲ οὔτε Σικελιώτας οὔτε Καρχηδονίους οὔτε μὴν τοὺς Ἕλληνας κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους, ἀλλὰ μόνην τὴν νῆσον ἐκείνην, ἧς ἐβασίλευε, στέρξαι τοὺς νόμους ἠνάγκασε, καὶ οὐδὲ τούτους τὸν ἀεὶ χρόνον·
000-00-00 Serial Number=0647869825
Historia ecclesiastica Ante [Go Back]  
 [02580]  ἐπειδὴ γὰρ ὁμογνώμονα τὸν τῆς πόλεως εὑρόντες ἐπίσκοπον τῶν ἐκκλησι αστικῶν ἐκοινώνουν συλλόγων, μάλα δὲ ὀλίγους εἶδον συναθροιζο μένους, καὶ πυθόμενοι ἔγνωσαν Ἕλληνας εἶναι τοὺς τὴν πόλιν οἰ κοῦντας, ἤλγησαν μὲν ὡς εἰκὸς καὶ τὴν ἀπιστίαν ἐθρήνησαν·
000-00-00 Serial Number=0547826707
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01159]  Εἰ διὰ τὸ καθ' Ἕλληνας σφαῖραν ὄντα καὶ κινεῖσθαι τὸν οὐρανὸν ἐν τόπῳ ἐστί, πῶς διὰ τὸ ὡς καμάραν πε πῆχθαι ἢ ὡς δέρριν κατὰ τὴν γραφὴν ἐκτετάσθαι ὁ οὐρανὸς οὐκ ἐν τόπῳ ἐστίν;
 [02195]  τὸ δέ ἐστιν, εἰ ὁ θεὸς ἐπὶ τῶν ἀληθῆ τὴν ἔκβασιν ἐσχηκότων καὶ διὰ τῶν παρ' Ἕλλησι μάντεων τὸ μέλλον ἔσεσθαι προεμήνυσεν, ἡνίκα Ἕλληνες πρὸς Ἕλληνας διεμάχοντο, πολλάκις κατὰ χρησμὸν πράξαντές τι ὧν ἡ θεία γραφὴ τὴν [147] πρᾶξιν ἀπηγόρευσε, τῶν ἐν τῇ ιζʹ πεύσει κειμένων δεινῶν ἀπηλλά γησαν;
 [02206]  ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ ∆αρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»