Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἔδραμον [20]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἔδραμον


000-00-00 Serial Number=0763843894
Commentaria in Isaiam Ante [Go Back]  
 [04103]  Ταύτην ἀκούσαντες τὴν ἄρρητον βλασφημίαν οἱ περὶ τὸν Ἐλιακὶμ λόγου μὲν οὐδενὸς μετέδοσαν τῷ δυσσεβεῖ, τὴν ἐσθῆτα δὲ διαρρήξαντες ἔδραμον πρὸς τὸν εὐσεβῆ βασιλέα καὶ ἐδίδαξαν τοῖς τε λόγοις τῷ τε σχήματι τὴν τῆς βλασφη μίας ὑπερβολήν.
 [04571]  οἱ δὲ πεπιστευ κότες τῷ παναγίῳ νεουργηθέντες πνεύματι τὴν ὀξυτάτην τῶν ἀετῶν μιμησάμενοι πτῆσιν εἰς ἅπασαν ἔδραμον τὴν οἰκουμένην ὡς ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν.
000-00-00 Serial Number=0646803916
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00499]  Ἦ γὰρ ἂν ἔδραμον καὶ δι' οἰκείας φωνῆς ταύτην ὑμῖν τὴν παραψυχὴν προσενήνοχα·
000-00-00 Serial Number=0562071800
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00811]  Εἰ μή με τὰ τῆς ἀνάγκης κατεῖχε δεσμά, εὐθὺς ἂν ἔδραμον, τὴν κοίμησιν γνοὺς τοῦ μεγαλοπρεποῦς καὶ ἀοιδίμου ὁμοζύγου τῆς σῆς θαυμασιότητος.
 [01268]  Ἐπειδὴ δὲ καὶ εἰς τὴν Ἀλεξάνδρειάν τινες ἔδραμον τῶν τῷ ψεύδει συντεθραμμένων, καὶ συκοφαντίας ἔρραψαν καθ' ἡμῶν, καὶ τοῖς τοιούτοις λόγοις ὑπαχθεὶς ὁ θεοφιλέστατος τῆς πόλεως ἐκείνης ἐπίσκοπος, καί τοι πληροφορηθεὶς δι' ἡμετέρων γραμμάτων, τινὰ τῶν θεοσεβεστάτων ἐπισκόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλε πόλιν·
 [02390]  καὶ ὡς αἱ περὶ Μαρίαν τὴν Μαγδαληνὴν ἦλθον εἰς τὸ μνημεῖον ζητοῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ ἔδραμον πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ ἀπήγγειλαν ταῦτα.
000-00-00 Serial Number=0811324298
Graecarum affectionum curatio Ante [Go Back]  
 [02912]  Τοῦ γὰρ δὴ Ξέρξου μετὰ πολλῶν μυριάδων ἐπιστρα τεύσαντος, ἔδραμον μὲν παρ' αὐτὸν τῶν Ἀθηναίων οἱ θεωροί·
000-00-00 Serial Number=0015898347
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01037]  Οἱ δὲ παραυτίκα τῶν ὁμοπίστων παρειλη φότες πολλοὺς, εἰς τὸ στρατόπεδον ἔδραμον, καὶ τὸν Εὐδόξιον ἐδίδαξαν τὴν τολμηθεῖσαν ἀσέβειαν.
000-00-00 Serial Number=0732681572
Historia ecclesiastica Ante [Go Back]  
 [01686]  ἐκεῖνοι δὲ τῷ ζήλῳ τὰς ψυχὰς παραθήξαντες εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον.
000-00-00 Serial Number=0028315783
Historia religiosa Ante [Go Back]  
 [00104]  Οὕτως αἰσθόμεναι τῆς τιμωρίας τῆς τε γὰρ πηγῆς ἀπέδρα τὰ νάματα, καὶ τὰς ἀλλήλων θεώμεναι κεφαλὰς ἑώρων τὴν ἀθρόαν ἐκείνην μεταβολήν , ἔδραμον εἰς τὴν πόλιν τὸ συμβὰν ἀπαγγε λοῦσαι.
 [00234]  [2.3] Ταύτην αὐτοῦ τὴν ἄκραν φιλοσοφίαν πολλοὶ μεμαθη κότες, οἱ μὲν ἐκ γειτόνων οἰκοῦντες, οἱ δὲ πόρρωθεν ὑπόπτερος γὰρ ἡ φήμη διέθεε πάντοσε , ἔδραμον ἱκετεύοντες τῆς παλαίστρας μεταλαχεῖν καὶ ὑπ' αὐτῷ οἷόν τινι γυμναστῇ καὶ παιδοτρίβῃ τὸ λοιπὸν βιοτεύειν.
 [00661]  Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι.
 [02359]  Ποθήσασαι δέ ποτε τῶν σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους ἔδραμον εἰς τὴν Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὁδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ' εἰς ἐκείνην ἀφικόμεναι τὴν πόλιν καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον καὶ πάλιν ἐπανῆλθον ἄσιτοι τὴν πορείαν ἀνύσασαι·
 [02685]  ∆ιὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου ἔδραμον.
000-00-00 Serial Number=0490961492
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02545]  πυθόμενοι δὲ οἱ ἄρχοντες, ἔδραμον ἐκ τῶν βασιλείων εἰς τὸν θεῖον νεών·
000-00-00 Serial Number=0991879344
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01458]  Ἄνευ ἀνομίας ἔδραμον καὶ κατ εύθυνα.
000-00-00 Serial Number=0010060847
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [03421]  Καὶ γὰρ ὡς ἐπὶ θήραν ἕτοιμον ἔδραμον ἐπὶ τῶν πολεμίων τὸν πλοῦτον, καὶ τροφὴν ἐκεῖθεν ἱκα νὴν ἐπορίσαντο.
 [03863]  Τούτῳ πειθόμενοι τῷ νόμῳ, πᾶσαν γῆν καὶ θάλασσαν ἔδραμον, καὶ ὁ μὲν Ἰν δοὺς, ὁ δὲ Αἰγυπτίους, ὁ δὲ Αἰθίοπας προσήγαγε τῷ Χριστῷ.
 [04289]  Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας καρδίαν μου.
000-00-00 Serial Number=0830211163
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00100]  οἵ τε γὰρ τὸν Ἡσαΐαν θέοντα γυμνὸν ὁρῶντες ἔδραμον ἂν δήπουθεν εἰς τὴν τοῦ καινοῦ πράγματος θεωρίαν, μαθεῖν ἐφιέμενοι τοῦ τοιούτου δρόμου τὴν πρόφασιν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»