Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιστολὴν [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιστολὴν


000-00-00 Serial Number=0873382747
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00008]  οὐ γὰρ δεξάμενος ἐπιστολὴν τῆς σῆς ὁσιότητος, διὰ τοῦ θεοφιλεστάτου Παύλου τοῦ ἐπισκόπου καὶ γράφω καὶ τὴν φιλτάτην ἐμοὶ περιπτύσσομαι κεφαλήν, καὶ παρακαλῶ ἐν μὲν τοῖς γράμμασιν τῶν ἴσων τυγχάνειν, ἐν δὲ ταῖς προσευ χαῖς τῶν μειζόνων.
 [00120]  Τὴν πρὸς τὸν μεγαλοπρεπέστα τον στρατηγὸν ποιήσας ἐπιστολὴν πέπομφα τῇ σῇ παιδεύσει.
 [00197]  προσθεῖναι δὲ τῇ προτέρᾳ δευτέραν ἐπιστολὴν ὁ θεοφιλέστατος καὶ ἁγιώτατος προσέταξεν ἄνθρωπος τοῦ Θεοῦ, ὁ κῦρις Ἰάκωβος, παρεγγυή σας καὶ τοῦτο προσθεῖναι τοῖς γράμμασι καὶ διδάξαι σου τὴν ἁγιωσύνην, ὡς καὶ αὐτὸς δι' ἡμῶν τὴν χάριν αἰτεῖ.
 [00403]  ∆ιὸ τεθάῤῥηκα τὴν ἐπιστολὴν <γράψαι>, καὶ τὸ ὑμέτερον προσφθέγγομαι μέγεθος καὶ τὸν τῶν ὅλων ἱκε τεύω Θεὸν καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι, καὶ τὰ μείζω προσδοῦναι.
000-00-00 Serial Number=0955699563
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00738]  τὴν αὐ τόσε γὰρ ἀποδημίαν αὐτοῦ μαθών, παραυτίκα τὴν ἐπιστολὴν ὑπηγόρευσα, παρακαλῶν σου τὴν ἁγιότητα, ταῖς μὲν εὐχαῖς ἡμᾶς ὑπερεῖσαι, τοῖς δὲ γράμμασι τὴν πνευματικὴν πανδαισίαν ἐνθεῖναι, καὶ πεινῶσιν ἐκπέμψαι τὴν ἀξιάγαστον τῶν λόγων εὐωχίαν.
 [00795]  ∆ιὰ γάρ τοι τοῦτο καὶ τὴν ἐπιστολὴν ἔγραψα, τῆς κοινῆς προμη θούμενος ὠφελείας.
000-00-00 Serial Number=0535348237
Eranistes Ante [Go Back]  
 [01431]  {ΟΡΘ.} Καὶ μὴν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἔγραψε Τιμοθέῳ τὴν ἐπιστολὴν ὁ θεῖος ἀπόστολος, ἐν ᾗ τὸν σωτῆρα Χριστὸν προση γόρευσεν ἄνθρωπον.
 [02928]  {ΟΡΘ.} Ὅταν δέ γε τὴν πρὸς Ἑβραίους ἐπιστολὴν ἀναγινώσκοντες εὕρωμεν ἐκεῖνο τὸ χωρίον, ἔνθα φησὶν ὁ ἀπόστολος·
000-00-00 Serial Number=0754104853
Historia ecclesiastica Ante [Go Back]  
 [00116]  Ἐγὼ δὲ τὴν πρὸς τὸν ὁμώνυμον αὐτῷ γραφεῖσαν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, σαφῶς ἅπαντα τὰ κατ' ἐκεῖνον διδάσκουσαν, ὡς ἂν μή τις ὑπολάβοι πλάττοντά με ταῦτα συγγράφειν·
 [00314]  ταύτην δεξάμενος Εὐσέβιος τὴν ἐπιστολὴν ἤμεσε καὶ αὐτὸς τὴν οἰκείαν ἀσέβειαν.
 [00507]  [48] Ἐγὼ δὲ τῆς τῶν Ἀρειανῶν ἕνεκα βδελυρίας, οἳ οὐ μόνον τῶν κοινῶν ἡμῖν καταφρονοῦσι πατέρων ἀλλὰ καὶ τοὺς σφετέρους ἀρ νοῦνται, τὴν Εὐσεβίου τοῦ Καισαρέως ἐπιστολὴν ἣν περὶ τῆς πίστεως ἔγραψεν ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ, τῆς τούτων λύττης ἔλεγχον ἔχουσαν ἐναργῆ.
 [00509]  γέγραφε δὲ τὴν ἐπιστολὴν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν, ὡς εἰκός, ἐγκαλοῦντας αὐτῷ.
 [01231]  ἐγὼ δὲ τὴν μέσην ἐπιστολὴν μικρὰν οὖσαν ἐνθήσω τῇ συγγραφῇ.
 [01476]  πάλιν γὰρ οἱ γενναῖοι τῆς πίστεως πρόμαχοι ἑτέραν ἐπιστολὴν ἐξέπεμψαν τῷ βα σιλεῖ, καὶ τοὺς πρέσβεις δεχθῆναι καὶ σφὰς ἀπολυθῆναι παρακαλοῦντες.
 [01483]  Μετὰ τήνδε τὴν ἐπιστολὴν τὸν βασιλέως θυμὸν παραθήξαντες ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης (Νίκη δὲ ὄνομα ταύτῃ) καὶ πείθουσι, τοὺς μὲν βουκολήσαντες δι' ἁπλότητα τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν, καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον.
 [01654]  ἐγὼ δὲ καὶ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς.
 [01769]  τῷ γὰρ κομίζοντι τὴν ἐπιστολὴν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι.
 [01770]  ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προὔθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν·
 [03152]  Τοῦ δὲ ἐπιγενομένου θέρους εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ πλεῖστοι τούτων παραγενόμενοι (ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι) συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἑσπέρας ἐπισκό πων ἐδέξαντο εἰς τὴν Ῥώμην αὐτοὺς ἀφικέσθαι προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης.
000-00-00 Serial Number=0912227094
Interpretatio in Jeremiam Ante [Go Back]  
 [02694]  Ταύτην ἀνέγνω τὴν ἐπιστολὴν Σοφονίας ὁ ἀρχιερεὺς τῷ προφήτῃ·
 [04464]  Παρακαλοῦσι δὲ καὶ αὐτὴν αὐτῶν ἀναγνωσθῆναι τῷ Θεῷ τὴν ἐπιστολὴν ἐν ταῖς λαμπραῖς ἑορταῖς.
000-00-00 Serial Number=0932184100
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02227]  ὁ μακάριος Ἐζεκίας, ἀνὴρ εὐσεβείᾳ πάσῃ κοσμούμενος, ταύτην λαβὼν τὴν ἐπιστολὴν, καὶ τὸν προφήτην Ἡσαΐαν εἰς συν ηγορίαν παραλαβὼν, ἔδραμεν εἰς τὸν θεῖον νεὼν, καὶ τὴν ἐπιστολὴν ἀναπτύξας, ὑπέδειξε τῷ Θεῷ, τὴν τῶν πολεμίων διδάσκων ἀσέβειαν, καὶ παρακα λῶν τῆς γεγενημένης ἕνεκα βλασφημίας δεῖξαι τοῖς Ἀσσυρίοις τὴν οἰκείαν ἰσχύν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»