Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιστάμενος [55]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιστάμενος


000-00-00 Serial Number=0138503313
Commentaria in Isaiam Ante [Go Back]  
 [00010]  Τοῦτο τῆς φιλανθρωπίας τὸ πέλαγος ἐπιστάμενος ἀνοίγω τὸ στόμα καὶ τοὺς κρουνοὺς ἀναμένω.
 [00156]  Ἐντεῦθεν μανθάνομεν ἐναργῶς ὡς οὐ θυσίαις ἀρεσκόμενος ὁ θεὸς ταύτας αὐτοῖς προσφέρειν ἐνομοθέτησεν, ἀλλὰ τὴν ἀσθένειαν αὐτῶν ἐπιστάμενος.
000-00-00 Serial Number=0554930151
De incarnatione domini Ante [Go Back]  
 [00304]  ἀόρατός τε γάρ ἐστι, καὶ ἀθέατος, ἀνέφ ικτος τε καὶ ἀκατάληπτος, οὐδ' ἑαυτὸν ἐπιστάμενος, πρὸς δὲ τούτοις καὶ ἀπερίγραφος·
000-00-00 Serial Number=0616379619
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00267]  [33] ..., ἔλαβεν ἐξουσίαν καὶ τῶν ὑπάρχων πρῶτος ἀναγορευθείς, ἀλλ' ὅτι σοφίας γέμων ἀνήρ, εὐεργετεῖν ἐπιστάμενος, τιμῶν ἀρετήν, ἄρχειν εἰδώς, ἀκλινῆ τὰ τῆς δίκης κατέχων στάθμια, ζυγοῦ περὶ τὸ δίκαιον ἀκριβέστερος, ἐλεεῖν τοὺς ἀρχομένους ἐσπουδακώς, φιλανθρωπίᾳ συμβούλῳ κεχρημένος, τὰς πόλεις ἀνεγείρων κειμένας, τὰ τούτων βουλευτήρια ψυχοῤῥαγοῦντα καὶ μόνοις ὀνόμασιν γνωριζόμενα πρὸς ζωὴν ἐπανάγων, τοὺς κεκτημένους καὶ συντελεῖν ἠναγκασμένους καὶ λοιπὸν ἀπει πόντας ψυχαγωγῶν τῇ τῆς ἐξουσίας δυνάμει, καὶ ἁπαξαπλῶς πάντα ποιῶν, ἃ τὸν τῶν ὅλων πρύτανιν θεραπεύει Θεὸν καὶ τὸν πάντων ἡμερώτατον βασιλέα·
000-00-00 Serial Number=0687341273
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00069]  ὁ δὲ καὶ τὰ πράγματα καὶ τὰ ἐνθυ μήματα σαφῶς ἐπιστάμενος ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ δεί ξει τὸν ἄμεινον βουλευσάμενον.
 [00274]  καὶ πρὸς τούτοις, μᾶλλον δὲ πρὸ τούτων, ὅτι ∆εσ πότης ὁ ταῦτα οὕτω γενέσθαι κελεύσας, καὶ ∆εσπότης σοφώτατός τε καὶ ἀγαθώτατος, καὶ τὸ συμφέρον ἀκριβῶς ἐπιστάμενος, καὶ πρὸς τοῦτο πάντως ἰθύνων τὰ πράγματα.
 [00509]  Τοῦτο σαφῶς ἐπιστάμενος, γνώριμόν σου τῇ θεοσεβείᾳ ποιῶ τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν·
 [00689]  Καὶ τὸ φιλόδωρον καὶ τὸ μεγαλόδωρον τῆς σῆς, θεοφιλέ στατε, δεξιᾶς ἐπιστάμενος, προξενῶ σου τῇ ὁσιότητι ποθού μενον κέρδος.
 [00717]  τὸ εὐρὺ δὲ πάλιν καὶ πολυχώρη τον τῆς ὑμετέρας ἐπιστάμενος διανοίας, σιωπᾶν οὐκ ἀνέχο μαι, δεδιὼς μὴ ῥᾳστώνης ὀφλήσω γραφήν.
 [00793]  καὶ πρὸς τούτοις, ὅτι Θεὸς πρυτανεύει τὰ σύμπαντα, καὶ τὸ συνοίσειν μέλλον ἀκριβέστερον ἐπιστάμενος, πρὸς τοῦτο κυβερνᾷ τὰ ἀνθρώπεια.
 [01462]  τὸ δὲ τὴν σὴν ὁσιότητα τῶν λοιδο ρουμένων μὴ διελέγχειν τὸ ψεῦδος ἢ μετρίως τοῦτο ποιεῖν καὶ μὴ λίαν ἐκθύμως, οὐκ ἄν τις πιστεύσοι, τὴν ἡμετέραν συνή θειαν ἐπιστάμενος.
000-00-00 Serial Number=0146026134
Eranistes Ante [Go Back]  
 [00147]  {ΟΡΘ.} Ἔοικας ἢ τὴν θείαν γραφὴν ἀγνοεῖν ἢ ἐπιστάμενος κακουρ γεῖν.
000-00-00 Serial Number=0442762077
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01845]  Μακάριος ὁ νυμφοστολούμενος, καὶ διακρίνειν ἐπιστάμενος φωνὴν μοιχοῦ καὶ νυμφίου μακάριος ὁ λέγων·
000-00-00 Serial Number=0471682668
Graecarum affectionum curatio Ante [Go Back]  
 [00863]  Ἀλλ' ὅμως καὶ ταῦτα ὁ Πλάτων σαφῶς ἐπιστάμενος, πιστεύειν τοῖς ποιηταῖς παρεγγύησε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, διὰ μό [3.38] νον γε τὸν νόμον.
 [01827]  [6.22] Ταῦτα σαφῶς ἐπιστάμενος καὶ Ἐπίχαρμος ὁ Πυθαγόρειος τού των μὲν ἁπάντων κελεύει καταφρονεῖν, τὸν δὲ τῶν ὅλων ὀπτῆρα δεδιέναι παρεγγυᾷ·
 [02824]  Μαρτυ ρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος ὁ Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον.
 [02907]  ἢ γὰρ ἃ μὴ οἶδεν εἰδέναι βρενθύεται, ἢ ἐπιστάμενος ἑκών γε [10.27] ἀδικεῖ τοὺς θεραπεύειν ἐσπουδακότας.
000-00-00 Serial Number=0815035641
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00639]  Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ λογομαχῶν, καὶ περὶ ζητήσεις νοσῶν, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0932132483
Historia ecclesiastica Ante [Go Back]  
 [00272]  εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω κἂν ἄγγελος ἐξ οὐρανοῦ εἶναι προσποιῆται, ἀλλὰ καὶ εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσ έρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος καὶ τὰ ἑξῆς.
 [00711]  ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν.
 [00843]  ἀλλ' ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον.
 [00888]  μόλις δὲ βραχείας γενομένης σιγῆς, ἤρετο τοὺς δικάζοντας ὁ κατηγορούμενος εἴ τις ἐν αὐτοῖς εἴη τὸν Ἀρσένιον ἐπιστάμενος.
 [00915]  τὸ δὲ τῆς ἀνθρωπίνης βιότητος ἄδηλον ἐπιστάμενος, τοῦ θείου βαπτίσματος τὸ δῶρον ἐδέξατο.
 [01629]  ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, [161] ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ.
 [01865]  Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε.
 [02368]  ταύτην σου, ἔφη ὁ βασιλεύς, καὶ πάλαι ᾔδειν τὴν παρρησίαν καὶ σαφῶς ἐπιστάμενος οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι.
 [03134]  τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος (τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες ἐκώλυσαν τὴν μετάθεσιν), ἐβεβαίωσε τῷ θειοτάτῳ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν.
 [03398]  Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρέων κορυφαῖς διαιτώμενος καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσ φέρων εὐχάς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, ἐν μέσῳ τῷ ἄστει τῆς χλανίδος θατέρου λαβόμενος ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει.
 [03436]  Ἧκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ' ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος.
000-00-00 Serial Number=0826874673
Historia religiosa Ante [Go Back]  
 [00402]  Ἐμοὶ δὲ τάδε τὰ διηγήματα ἡ θεία κεφαλὴ ὁ μέγας Ἀκάκιος παραδέδωκεν, ἀκριβῶς ἅπαντα τὰ κατ' αὐτὸν ἐπιστάμενος.
 [00966]  Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος ἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρόν, δυσμενῆ τὸν ἐρόμενον ἐπιστάμενος , ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν.
 [01038]  Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης;
 [01250]  Ἐγὼ δὲ τὰ κατὰ τὴν θείαν ἐμοὶ κεφαλὴν τῶν ἄλλων ἀκριβεστέρον ἐπιστάμενος πολλὰ γάρ με παρ' αὐτὸν ἰέναι καὶ θαμίζειν προέτρεπε , διηγήσομαι ὡς ἂν ἕκαστα δύνωμαι.
 [02213]  [26.20] Καὶ ἄλλα δὲ τοιαῦτα πάμπολλα ἐπιστάμενος παρήσω, φεύγων τοῦ λόγου τὸ μῆκος.
 [02572]  [31.12] Τοῦτο τὸ δέος αὐτοῦ θεασάμενος ὁ δεσπότης, καὶ τὸ φίλτρον δὲ ἀκριβῶς ἐπιστάμενος, τῇ προαγορεύσει τῆς τελευτῆς λύει τὸν φόβον, καὶ δίδωσι τῇ ἀγάπῃ τὴν μαρτυ ρίαν, καὶ τοῦ Πέτρου τὴν ὁμολογίαν κυροῖ, καὶ τῷ ἕλκει τῆς ἀρνήσεως προσφέρει τῆς ὁμολογίας τὸ φάρμακον.
000-00-00 Serial Number=0342049956
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00437]  ἀλλὰ καὶ δεόμενος, καὶ εὐμενείας ἀπολαύων, καὶ τῆς δεήσεως τρυγῶν τοὺς καρποὺς ἐπιμένει τὰς ἱκετείας προσφέρων, ἅτε δὴ τὴν ἐντεῦθεν ἐσομένην ἐπιστάμενος ὠφέλειαν.
 [00767]  Ὁ τοίνυν, φησὶ, τοὺς κεκρυμμένους τῆς διανοίας τῶν ἀνθρώπων λογισμοὺς ἐπιστάμενος, δικαίαν μοι παρέξει βοήθειαν, ἅτε δὴ τοῦτο ποιεῖν εἰωθώς.
 [01881]  Οὐκ ἄδικον, φησὶ, ποιεῖταί μου πρόνοιαν, ἀλλὰ καὶ τὸν ἐμὸν σκοπὸν ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ἐμοὶ σπουδὴ πάσας αὐτοῦ φυλάττειν τὰς ἐντολάς·
 [04476]  εὐόλισθον τοῦτο διαφερόντως τὸ μόριον ἐπιστάμενος, καὶ οἷόν τινι τειχίῳ ταύτην ἀεὶ περιβάλλων.
 [04878]  Ἀεὶ, φησὶ, χορηγούμενον ὑπὸ τοῦ Θεοῦ τὸν ἔλεον ἐπιστάμενος, καὶ νύκτωρ τοῦτο ἐμαυτῷ λογιζόμενος, ᾄδω καὶ ὑμνῶ τὸν οὕτω τῶν καθ' ἡμᾶς προμηθούμενον.
000-00-00 Serial Number=0385818541
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01130]  Ταύτην γάρ σου τὴν δύναμιν, καὶ τὴν δικαίαν ἐπιστάμενος ψῆφον, τὴν παρὰ σοῦ προσμένω βοήθειαν.
000-00-00 Serial Number=0924129486
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [02627]  Πρῶτον μὲν γὰρ, τῶν Ἰου δαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ πᾶ σαν τὴν ὑπόσχεσιν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν.
 [06297]  ∆ιό φησιν, ὅτι Σοῦ τοῦ φιλανθρώπου τοὺς ἁμαρτωλοὺς ἀναιροῦν τος, πολλῷ μᾶλλον ἐγὼ τὴν τούτων ἀποστραφήσο μαι συνουσίαν, τὴν φιλόνεικον αὐτῶν ἐπιστάμενος γνώμην.
000-00-00 Serial Number=0987846553
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00310]  Ταῦτα πάντα πρὶν γενέσθαι σαφῶς ἐπιστάμενος, διὰ τῆς προφητικῆς θεσπίζει φωνῆς.
 [02493]  Τίς ἂν ἀξίως ὑμνήσειε τὴν ἄῤῥητον ἀγαθότητα τοῦ δικαίου Κριτοῦ, ὃς ἀκριβῶς ἐπιστάμενος, ὡς τοῖς προφητικοῖς οὐ πεισθήσονται λόγοις, καὶ τὴν προκειμένην προσέθηκεν ἀπειλὴν, ἵνα τῇ μὲν δεδιξάμενος, τῇ δὲ καταθέλξας, μαλάξῃ τοὺς θηριώδεις;
 [02639]  Ταῦτα, φασὶν, ἐπιστάμενος, καὶ τοὺς ἄλλους διδά σκειν πεπιστευμένος, πῶς ἠνέσχου φυγεῖν τὸν παν ταχοῦ παρόντα Θεόν;
 [02763]  Ταῦτα ἐπιστάμενος (ἑώρων γάρ σε πολλὴν καὶ περὶ τὸν Ἰσραὴλ μακροθυμίαν [81.1737] ἐπιδεικνύμενον·
 [03856]  Οἶδε δὲ ὅμως, ἅτε δὴ ἅπαντα καὶ πρὶν γενέσθαι σαφῶς ἐπιστάμενος, ὡς ἀπιστή σουσι τοῖς λεγομένοις, καὶ πρὸ τῆς πείρας τῶν πραγμάτων ψευδεῖς τοὺς περὶ τούτων νομιοῦσι λό γους.
 [06382]  Εἶτα σα φῶς ἐπιστάμενος, ὡς οὔτε τῷ νόμῳ πεισθήσονται, οὔτε αὐτὸν παραγινόμενον ὑποδέξονται, ἀλλὰ σταυρῷ παραδώσουσιν, ἀφάτῳ φιλανθρωπίᾳ χρώμενος, ὑπ ισχνεῖται αὐτοῖς, πάλιν τὸν Ἠλίαν πέμψειν κήρυκα σωτηρίας, καί φησιν·
000-00-00 Serial Number=0698245645
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00860]  δῆλον δὲ ὡς ἐπιστάμενος ὅτι κακὸν τὸ γεγενημένον ἠρνήθη τὸ τολμηθέν·
 [03424]  τοῦτο μέντοι γίνεσθαι νενομοθέτηκεν ὁ δεσπότης Θεός, τὴν μιαι φόνον αὐτῶν ἐπιστάμενος γνώμην.
 [04203]  ἰστέον δέ, ὡς Ἰώσηππος, ἐντεῦ θεν λαβὼν ἀφορμήν, μᾶλλον δὲ καὶ τὸ ἰουδαίων ἐπιστάμενος ἔθος ὡς ἰου δαῖος, τρεῖς ἔφη δεκάτας προστεταχέναι τὸν νόμον προσφέρεσθαι, τὴν μὲν τοῖς λευΐταις, τὴν δὲ τοῖς ὀρφανοῖς καὶ ταῖς χήραις, τὴν δὲ ἄλλην ταῖς τῶν προσφερόντων εὐωχίαις.
000-00-00 Serial Number=0049897492
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00316]  Ἐπειδὴ ἄγροικος ἦν, γεωργεῖν ἐπιστάμενος μό νον, χειροτονήσας αὐτὸν βασιλέα, βασιλικὸν αὐτῷ φρόνημα δέδωκε.
 [01390]  Ὁ δὲ τῶν γε γραμμένων οὐδὲν ἐπιστάμενος ἀπῄει, τὸ ξίφος φέ ρων τῆς οἰκείας σφαγῆς.
 [04548]  Οὐ γὰρ αὐτὸς ἀγνοεῖ τῶν ἀνθρώπων τὰ ἐνθυμήματα ὁ ἐπιστάμενος καρδίας μονώτατος·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»