Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐπιδεῖξαι [33]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐπιδεῖξαι


000-00-00 Serial Number=0811961412
Commentaria in Isaiam Ante [Go Back]  
 [04339]  οὐ γὰρ ἐπὶ τούτοις ἔδει μέγα φρονῆσαι τὸν εὐσεβῆ βασιλέα οὐδὲ ταῦτα τοῖς ἀφιγμένοις ἐπιδεῖξαι ἀλλὰ τοῦ θεοῦ διδάξαι τὴν δύναμιν καὶ κηρύξαι τὰ μέγιστα θαύματα καὶ πρὸς τὴν ἀλήθειαν ποδηγῆσαι καὶ πρόφασιν διδασ καλίας τὴν πρεσβείαν ποιήσασθαι.
000-00-00 Serial Number=0843149602
De providentia orationes decem Ante [Go Back]  
 [01100]  Καὶ τοὺς εὐτελεῖς ἡμῶν προσφέρομεν λόγους, οὐχ ἵνα τῇ βραχυτάτῃ σταγόνι τὴν ἄβυσσον τῆς σο φίας αὐξήσωμεν, ἀλλὰ τὴν οἰκέταις πρέπου σαν εὔνοιαν ἐπιδεῖξαι πειρώμενοι, καὶ τῶν ὁμο δούλων διελέγξαι τὸ θράσος, καὶ τὸν δεσποτικὸν αὐτοῖς ἐπιθεῖναι ζυγὸν προμηθούμενοι.
 [02151]  ∆ιὰ τοῦτο τὸν ∆αγὼν, [83.768] τὸν ὑπ' ἐκείνων ὡς Θεὸν προσκυνούμενον (εἴδωλον δὲ ἦν τοῦτο ἄφωνον καὶ ἀναίσθητον) πεσεῖν πρὸ τῆς κιβω τοῦ, καὶ τὸ τῶν προσκυνούντων ἐπιδεῖξαι σχῆμα παρασκευάζει, ἵνα μάθωσιν οἱ Ἀλλόφυλοι τὸ διάφο ρον.
000-00-00 Serial Number=0825940013
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00879]  Ταῦτα γνοὺς ὑμῶν τὴν ἄφιξιν ἐπιστέλλω, τὸν τῶν ἀγαθῶν ἀντιβο λῶν χορηγόν, καὶ φωτὸς ἀκτῖνα χαρίσασθαι τῷ τῆς ψυχῆς ὀπτικῷ, καὶ τῆς δωρεᾶς ἐπιδεῖξαι τὸ μέγεθος, καὶ τῆς κτή σεως ἐκείνης ἐξάψαι τὸν ἔρωτα, καὶ ποθήσαντι δωρήσασθαι τὸ ποθούμενον.
 [00905]  ἀπόχρη δὲ καὶ τὰ καθ' ἡμᾶς ἐπιδεῖξαι τοῦ λόγου τ' ἀληθές.
 [01224]  Καὶ ἡνίκα δὲ τὰ κατὰ Ἰουλιανοῦ συγγράμματα εἰς τὴν Ἀντιόχειαν πέπομφεν, ὡσαύτως δὲ καὶ τὰ εἰς τὸν ἀπο πομπαῖον γραφέντα, τὸν μακάριον ᾔτησεν Ἰωάννην τὸν τῆς Ἀντιοχείας ἐπίσκοπον ἐπιδεῖξαι αὐτὰ τοῖς κατὰ τὴν Ἑῴαν διαπρέπουσι διδασκάλοις, καὶ δὴ τοῖς γράμμασιν εἴξας ὁ μακά ριος Ἰωάννης πέπομφεν ἡμῖν τὰς βίβλους καὶ ἀναγνόντες ἐθαυμάσαμεν καὶ ἐπεστείλαμεν τῷ τῆς μακαρίας μνήμης Κυρίλλῳ.
000-00-00 Serial Number=0836003840
Eranistes Ante [Go Back]  
 [02430]  Καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα, οὐ παρῃτή σατο αὐτῷ καὶ τραύματα καὶ τύπον ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς
000-00-00 Serial Number=0368007183
Graecarum affectionum curatio Ante [Go Back]  
 [00042]  Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμί χλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην.
 [00565]  Ταῦτα δὲ οὐκ ἀδολεσχῶν διεξῆλθον, ἀλλὰ σαφῶς ἐπιδεῖξαι βουλόμενος, ὡς Ὀρφεὺς γενεᾷ μιᾷ πρε σβύτερος ἐγεγόνει τῶν Τρωϊκῶν.
 [01068]  [3.100] Ἐπειδὴ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτων ἅ γε δοξάζομεν ἐπιδεῖξαι.
 [01309]  ὥρα δὲ λοιπὸν ἐπιδεῖξαι τῆς θείας γραφῆς τὴν εὐγένειαν καὶ τὴν τῆς κοσμογενείας ἀλήθειαν.
 [01684]  Ἀλλὰ τούτων μὲν τῶν δογμάτων οὐδένα διδάσκαλον ἡμῖν ἐπιδεῖξαι δυνήσεσθε, ἡμεῖς δὲ τῶν ἀποστολικῶν καὶ προφητικῶν δογμάτων τὸ κράτος ἐναργῶς ἐπιδείκνυμεν·
 [01743]  Ταῦτα δὲ οὐ τηνάλλως ὑθλῶν διεξῆλθον, ἀλλὰ τῶν τῇ κτίσει προσπταιόντων καὶ τῶν ἐν ταύτῃ πρυτανευομένων ἀνέδην κατηγορούντων ἐπιδεῖξαι τὴν ἄνοιαν διά τινος εἰκόνος πειρώμενος.
 [01763]  ∆ημόκριτος δέ, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι.
 [02062]  ἀλλ' οὐκ ἐβουλήθη τὴν ἐξουσίαν, [6.79] ἀλλὰ τῆς προνοίας ἐπιδεῖξαι τὸ δίκαιον.
 [02069]  Ἀλλ' οὐκ ἂν ἐπιδεῖξαι δυνήσαισθε.
 [03513]  Ἀρκεῖ μέν, φησί, [11.54] καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ τῆς ἐλευθερίας δωρεὰ τὸν τῆς εὐσεβείας ὑμῖν ἐπιδεῖξαι καρπόν, ἐκ φιλοτιμίας δὲ ὅμως ὁ φιλόδωρος καὶ μεγαλόδωρος Κύριος καὶ τὴν αἰώνιον ὑμῖν δωρεῖται ζωήν, ἵνα ἁμαρτίας καὶ δικαιοσύνης τὸ διάφορον καταμάθητε.
000-00-00 Serial Number=0772912681
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00029]  ἀλλ' ἐπιδεῖξαι τὴν τῶν μύθων αὐτῶν ἐπετάχθην διαφοράν.
 [00818]  Ἱκανὰ μὲν οὖν καὶ αὐτὰ καθ' ἑαυτὰ τὰ δυσαγῆ καὶ παμ μίαρα δόγματα τὸν οἰκεῖον ἐπιδεῖξαι πατέρα.
 [00989]  τῆς δὲ παρούσης συγγραφῆς ὁ σκοπὸς αἱρέσεως ἑκάστης ἐπιδεῖξαι τὸν χαρακτῆρα.
 [01271]  Τούτῳ τοίνυν ἐπιθεὶς τῷ τετάρτῳ βιβλίῳ τὸ πέρας, τὴν τῆς εὐαγγελικῆς διδασκαλίας εὐγένειαν, ὡς ἔμοιγε δυνατὸν, ἐπιδεῖξαι πειράσομαι.
 [01665]  Ἐπειδὴ γὰρ οἱ ἐμβρόντητοι, τῶν Ἑβραϊκῶν ὀνομάτων οὐκ ἐγνωκότες τὴν σημασίαν, διαφόρους ἐνόμισαν εἶναι θεοὺς, τὸν Ἀδωναῒ, καὶ τὸν Ἐλωῒ, καὶ τὸν Σαβαὼθ, προὔργου νομίζω τί σημαίνει τούτων ἕκα στον κατὰ τὴν Ἑλλάδα γλῶτταν ἐπιδεῖξαι τοῖς ἀγνοοῦσι.
 [02196]  Ἐνταῦθα δὲ ἡ χρεία τοιαῦτα παρεκίνει πάθη, οὐχ ὡς μὴ δυναμένης τῆς ἡνωμένης θεότητος ἀνενδεὲς καταστῆσαι τὸ σῶμα (ὁ γὰρ μικρὸν ὕστερον πᾶσι τοῖς σώμασι τὴν ἀθανασίαν δωρησάμενος, ῥᾷον ἂν τὸ οἰκεῖον σῶμα κρεῖττον ἐνδείας ἀπέφηνεν), ἀλλὰ παρεχώρει τούτῳ τὴν οἰκείαν ἐπιδεῖξαι φύσιν, ὥστε τὰς τούτου τὴν πρόσληψιν ἀρνησαμένας αἱρέ σεις ἐναργῶς ψευδομένας ἐλέγχεσθαι.
000-00-00 Serial Number=0492949605
Historia ecclesiastica Ante [Go Back]  
 [03447]  ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης.
000-00-00 Serial Number=0716078579
Historia religiosa Ante [Go Back]  
 [00317]  Ἐγὼ δὲ πρὸς ταῖς ἄλλαις τοῦ ἀνδρὸς θαυματουργίαις καὶ τοῦτο προστέθηκα, οὐ μόνον τῶν μεγάλων ἀνδρῶν τὸ περὶ αὐτὸν σέβας ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τοῦ ἤθους αὐτοῦ τὸ γλυκὺ καὶ μέτριον δηλῶσαι κερδαλέον ἡγούμενος.
 [00898]  Ἐγὼ δὲ ταῦτα διεξῆλθον, δύο κατὰ ταὐτὸν ἐπιδεῖξαι βουλόμενος, καὶ ὅτι παρ' ἑνὸς ἐδέχετο μόνου τὴν ἀποχρῶσαν τῷ σώματι θεραπείαν καὶ ὅτι τοσαύτης ἦν σοφίας ἀνάπλεως ὡς παρασκευάσαι τὸν ἱκετεύοντα δέξασθαι ψηφίσασθαι τὸ μὴ δέξασθαι.
 [00985]  Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικησάσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην.
 [02178]  Ταῦτα δὲ ἔφην ἐπιδεῖξαι αὐτῶν τῆς διανοίας ἐθελήσας τὴν πίστιν.
 [02259]  Τὰ δὲ παρὰ πάντων ᾀδόμενα τούτων ἐστὶ πολλαπλάσια, ἀλλ' οὐ πάντα ἔγωγε συγγράφειν ἐπήγγελμαι, ἀλλὰ δι' ὀλίγων τῆς ἑκάστου πολιτείας ἐπιδεῖξαι τὸν χαρακτῆρα.
 [02411]  ἱκανὴ γὰρ ὀλίγη πεῖρα καὶ τῶν ἐπιστημόνων ἐπιδεῖξαι τὴν τέχνην, καὶ τῶν ὀνόματι μόνῳ χρωμένων ἐλέγξαι τὴν ἀμαθίαν.
000-00-00 Serial Number=0334472418
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00005]  αὐτοῦ γάρ ἐστιν ἐπιδεῖξαι τὴν ἐν τῷ γράμματι κεκρυμμένην διάνοιαν·
 [05365]  ἠβουλήθη γὰρ τὰς τῶν κριτῶν ἡμῖν πρότερον ἐπιδεῖξαι διαδοχάς, καὶ τίς πρῶτος, τίς δεύ τερος, τίς τρίτος ἡγήσατο·
000-00-00 Serial Number=0303448617
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01347]  Ὁ δὲ συγγραφεὺς διηγεῖσθαι μέλλων τὴν παρανομίαν, ᾗ περιπέπτωκεν ὁ θεῖος ἀνὴρ, ἀναγκαῖον ᾠήθη πρῶτον ἐπιδεῖξαι τὴν τοῦ ἀνδρὸς ἀρετήν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»