Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐνέπλησε [15]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐνέπλησε


000-00-00 Serial Number=0718046010
De providentia orationes decem Ante [Go Back]  
 [00534]  Εἰς ἐμαυτὸν γὰρ, φησὶ, στραφεὶς, καὶ ἐν ἐμαυτῷ γενόμενος, καὶ τῶν ἔξωθεν ἁπάντων θορύβων ἀπαλ λαγεὶς, ἐν θεωρίᾳ τῆς ἐμαυτοῦ γενέσθαι φύσεως ἠβουλήθην, καὶ τὴν λογικὴν τῆς ψυχῆς ἀκριβῶς δύ ναμιν κατιδεῖν, τὰς ἐπιστήμας, ὧν ἐστι δεκτι κὴ, τὰς τέχνας, ὧν τὸν βίον ἐνέπλησε, δι' ὧν ἥδιον καὶ θυμηρέστερον βιοτεύει, ὧν ὠδίνει λό γων τὸ πλῆθος, ὧν δέχεται τὴν ἀμετρίαν·
000-00-00 Serial Number=0765093565
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00124]  Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς εὐσεβείας πολεμουμένοις ἀνεφάνη μεγίστη παραψυχή, καὶ τῆς ἀποστολικῆς πίστεως ἐπέδειξε τὸν λιμένα, καὶ τούς τε εἰδότας θυμηδίας ἐνέπλησε, τούς τε ἀγνοοῦντας ἠλευθέρωσε τῶν σκοπέλων.
 [00220]  Εἰ γὰρ ἡμᾶς οὕτως ἄγαν ἠνίασεν ἡ φήμη καὶ παμπόλλης ἀθυ μίας ἐνέπλησε, τί οὐκ ἂν ἔπαθεν ἀνὴρ τὸν αὐτὸν ζυγὸν ἕλκων καὶ εἰς μίαν σαρκός, κατὰ τὴν θείαν Γραφήν, συνάφειαν ἁρμοσθείς, τῆς καὶ χρόνῳ καὶ πόθῳ γεγενημένης συναφείας βίᾳ διασπασθείσης;
 [00543]  Αὕτη γὰρ ὀδύνης τὸν βίον ἡμῶν ἐνέπλησε.
000-00-00 Serial Number=0702014863
Graecarum affectionum curatio Ante [Go Back]  
 [01046]  Τοὺς μὲν γὰρ δὴ ἀνθρώπους οὐ παμπόλλους εὐθὺς ἐδημιούργησεν ὁ Θεός, ἀλλ' ἕνα ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε καὶ διὰ τῆς τούτων κοινωνίας πᾶσαν γῆν καὶ θάλατταν τοῦδε τοῦ γένους ἐνέπλησε·
000-00-00 Serial Number=0594559073
Historia ecclesiastica Ante [Go Back]  
 [01851]  οὕτω βουκολήσας τὸν δείλαιον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε.
 [02095]  ἡ δὲ μικρὸν τῶν ἐκείνου νόμων φροντίσασα, πλείονος τὸν χορὸν προθυμίας ἐνέπλησε, καὶ πάλιν ἐκείνου διιόντος ψάλλειν ἐκέλευσεν·
000-00-00 Serial Number=0994502127
Historia religiosa Ante [Go Back]  
 [00145]  [1.10] Ἐπειδὴ γὰρ Ἄρειος, ὁ τῆς κατὰ τοῦ μονογενοῦς καὶ τοῦ παναγίου πνεύματος βλασφημίας πατὴρ καὶ δημιουρ γός, κατὰ τοῦ πεποιηκότος τὴν γλῶτταν κεκινηκώς, ἐνέπλησε τὴν Αἴγυπτον θορύβου καὶ ταραχῆς, Κωνσταντῖνος δὲ ὁ μέγιστος βασιλεύς, ὁ τῆς ἡμετέρας ἀγέλης Ζοροβάβελ κατ' ἐκεῖνον γὰρ τὴν τῶν εὐσεβῶν αἰχμαλωσίαν ἐκ τῆς ὑπερορίας ἅπασαν ἐπανήγαγε, καὶ τοὺς θείους νεὼς εἰς ἔδαφος ἐρριμμένους εἰς ὕψος ἀνήγειρεν , ἐπειδὴ τοίνυν οὗτος πάντας τῶν ἐκκλησιῶν τοὺς προέδρους κατ' ἐκεῖνον τὸν καιρὸν συνήγειρεν εἰς τὴν Νίκαιαν, ἀφίκετο μετὰ τῶν ἄλλων καὶ ὁ μέγας Ἰάκωβος, τῶν ὀρθῶν ὑπερμαχήσων δογμάτων οἷά τις ἀριστεὺς καὶ πρόμαχος ἁπάσης τῆς φάλαγγος τῆς Ῥωμαίων γὰρ ἡγεμονίας τηνικαῦτα ὑπῆρχεν ἡ Νίσιβις.
 [00790]  [6.6] Τοῦτο οὐ μόνον τοὺς περιοίκους ἐνέπλησε δείματος, ἀλλὰ καὶ τὴν πόλιν ἅπασαν τὴν Ἀντιόχου λέγω·
000-00-00 Serial Number=0999445915
Interpretatio in Danielem Ante [Go Back]  
 [01637]  τουτέστι, γρα φῆναι προσέταξε, καὶ οὐδὲ ὅλον ἔδειξέ σοι τὸν γρά ψαντα, ἀλλ' ἐξελέγξαι σου τὸν τύφον ἐθελήσας, μόνοις σε δακτύλοις ἐξέπληξε, καὶ τοσούτου δέους ἐνέπλησε.
 [02353]  Πρὸς δὲ τούτοις καὶ βωμὸν ἐν τῷ τοῦ Θεοῦ νεῷ ᾠκοδόμησε τῷ ∆ιῒ, καὶ πᾶσαν δὲ τὴν πόλιν εἰδώλων ἐνέπλησε, καὶ πάντας θύειν ἠνάγκαζεν·
000-00-00 Serial Number=0057795703
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00058]  Τῇ γὰρ ἀληθείᾳ, καὶ τῇ τῶν πραγ μάτων μαρτυρίᾳ, καὶ ταῖς παντοδαπαῖς θαυμα τουργίαις, οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξε, καὶ δέους αὐ τῶν ἐνέπλησε τὰς ψυχάς.
000-00-00 Serial Number=0600702882
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04105]  μετὰ γὰρ τὸν σωτή ριον σταυρὸν, καὶ τὸ πάθος, καὶ τὴν ἀνάστασιν τοῦ ∆εσπότου, τῆς πνευματικῆς χάριτος ἐμπλησθεὶς ὁ [81.1829] θεῖος τῶν ἀποστόλων χορὸς, καὶ τοῦ Μαδιὰμ τὰς σκηνὰς, καὶ τῶν Αἰθιόπων τὰς οἰκήσεις ἐθεάσατο, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς θείας ἐνέπλησε γνώ σεως.
 [04710]  καὶ γὰρ ἐκείνοις αἰφνίδιον ἐπαγαγὼν ὄλεθρον, ἅπασαν γῆν καὶ θάλατταν τοῦ φρικώδους ἐνέπλησε διηγή ματος.
000-00-00 Serial Number=0005611718
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [03701]  Οὐ γὰρ μόνον εἰς τὴν τῶν εἰδώλων ἐλύττησε πλάνην, ἀλλὰ καὶ αἷμα ἀθῶον ἐξ έχεε Μανασσῆς σφόδρα, ἕως οὗ ἐνέπλησε τὴν Ἱε ρουσαλὴμ στόμα ἐπὶ στόμα.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»